← 保萨尼亚斯

希腊志

§8.38.7-8.38.11

吕凯翁山顶的泽乌斯祭坛与周边河流

保萨尼亚斯描述了吕凯翁山顶的泽乌斯祭坛以及阿波罗圣所的仪式,接着介绍了流经忒索亚地区的河流及其他名为阿刻罗俄斯的河流,最后提及了诺米亚山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.38.7

ἔστι δὲ ἐπὶ τῇ ἄκρᾳ τῇ ἀνωτάτω τοῦ ὄρους γῆς χῶμα, Διὸς τοῦ Λυκαίου βωμός, καὶ ἡ Πελοπόννησος τὰ πολλά ἐστιν ἀπʼ αὐτοῦ σύνοπτος· πρὸ δὲ τοῦ βωμοῦ κίονες δύο ὡς ἐπὶ ἀνίσχοντα ἑστήκασιν ἥλιον, ἀετοὶ δὲ ἐπʼ αὐτοῖς ἐπίχρυσοι τά γε ἔτι παλαιότερα ἐπεποίηντο. ἐπὶ τούτου τοῦ βωμοῦ τῷ Λυκαίῳ Διὶ θύουσιν ἐν ἀπορρήτῳ· πολυπραγμονῆσαι δὲ οὔ μοι τὰ ἐς τὴν θυσίαν ἡδὺ ἦν, ἐχέτω δὲ ὡς ἔχει καὶ ὡς ἔσχεν ἐξ ἀρχῆς.1

在山的最顶峰有一个土丘,即吕凯翁泽乌斯的祭坛,从那里可以俯瞰伯罗奔尼撒的大部分地区。祭坛前立着两根面向朝阳的柱子,在更古老的时代,柱子上曾制作了镀金的鹰。在这座祭坛上,他们秘密地向吕凯翁泽乌斯献祭;然而,深入探究这祭祀之事对我而言并非乐事,但让它保持现有的样子,并保持自古以来的样子吧。

§8.38.8

ἔστι δὲ ἐν τοῖς πρὸς ἀνατολὰς τοῦ ὄρους Ἀπόλλωνος ἱερὸν ἐπίκλησιν Παρρασίου· τίθενται δὲ αὐτῷ καὶ Πύθιον ὄνομα. ἄγοντες δὲ τῷ θεῷ κατὰ ἔτος ἑορτὴν θύουσι μὲν ἐν τῇ ἀγορᾷ κάπρον τῷ Ἀπόλλωνι τῷ Ἐπικουρίῳ, θύσαντες δὲ ἐνταῦθα αὐτίκα τὸ ἱερεῖον κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Παρρασίου σὺν αὐλῷ τε καὶ πομπῇ, καὶ τά τε μηρία ἐκτεμόντες καίουσι καὶ δὴ καὶ ἀναλίσκουσιν αὐτόθι τοῦ ἱερείου τὰ κρέα.

在山的东侧有一座通称为帕拉西奥斯的阿波罗的圣所;他们也给它起名叫皮提奥斯。他们每年为这位神灵举行节日,在广场上向助手阿波罗献祭一只公野猪,在那里献祭后,他们立即在笛声和仪仗队伍的伴随下将祭牲送到帕拉西奥斯阿波罗的圣所,切下大腿骨烧掉,并且在当地吃掉祭牲的肉。

§8.38.9

ταῦτα μὲν οὕτω ποιεῖν νομίζουσι, τοῦ Λυκαίου δὲ τὰ πρὸς τῆς ἄρκτου γῆ ἐστιν ἡ Θεισοαία· οἱ δὲ ἄνθρωποι μάλιστα οἱ ταύτῃ νύμφην τὴν Θεισόαν ἄγουσιν ἐν τιμῇ. διὰ δὲ τῆς χώρας τῆς Θεισοαίας ῥέοντες ἐμβάλλουσιν ἐς τὸν Ἀλφειὸν Μυλάων, ἐπὶ δὲ αὐτῷ2 Νοῦς καὶ Ἀχελῷος καὶ Κέλαδός τε καὶ Νάλιφος. Ἀχελῴω δὲ τῷ Ἀρκάδι εἰσὶν ἄλλοι δύο ὁμώνυμοί τε αὐτῷ ποταμοὶ καὶ τὰ ἐς δόξαν φανερώτεροι· τὸν μέν γε ἐπὶ τὰς Ἐχινάδας κατιόντα Ἀχελῷον διὰ τῆς Ἀκαρνάνων καὶ διʼ Αἰτωλίας ἔφησεν ἐν Ἰλιάδι Ὅμηρος ποταμῶν τῶν πάντων ἄρχοντα εἶναι, ἕτερον δὲ Ἀχελῷον ῥέοντα ἐκ Σιπύλου τοῦ ὄρους ἐποιήσατο αὐτόν τε τὸν ποταμὸν καὶ τὸ ὄρος τὸν Σίπυλον τοῦ λόγου προσθήκην τοῦ ἐς Νιόβην·3 τρίτῳ δʼ οὖν καὶ τῷ περὶ τὸ ὄρος τὸ Λύκαιόν ἐστιν ὄνομα Ἀχελῷος.

他们习惯于这样进行这些仪式。吕凯翁以北是忒索亚地区;这里的居民特别尊崇宁芙忒索亚。流经忒索亚地区并汇入阿尔菲奥斯河的有米拉翁河,接着是努斯河、阿刻罗俄斯河、凯拉多斯河以及纳利福斯河。与阿卡迪亚的阿刻罗俄斯河同名的还有另外两条河,而且它们在名气上更为显赫;因为荷马在《伊利亚特》中说,流向埃奇纳德斯群岛、穿过阿卡纳尼亚和埃托利亚的阿刻罗俄斯河,是所有河流的主宰;而另一条从西皮洛斯山流出的阿刻罗俄斯河,他则将该河本身及西皮洛斯山作为尼奥贝故事的插叙。无论如何,绕着吕凯翁山的第三条河也有阿刻罗俄斯的名字。

§8.38.11

τῆς Λυκοσούρας δέ ἐστιν ἐν δεξιᾷ Νόμια ὄρη καλούμενα, καὶ Πανός τε ἱερὸν ἐν αὐτοῖς ἐστι Νομίου καὶ τὸ χωρίον ὀνομάζουσι Μέλπειαν, τὸ ἀπὸ τῆς σύριγγος μέλος ἐνταῦθα Πανὸς εὑρεθῆναι λέγοντες. κληθῆναι δὲ τὰ ὄρη Νόμια προχειρότατον μέν ἐστιν εἰκάζειν ἐπὶ τοῦ Πανὸς ταῖς νομαῖς, αὐτοὶ δὲ οἱ Ἀρκάδες νύμφης εἶναί φασιν ὄνομα.

在吕科苏拉的右侧有被称为诺米亚的山脉,山中有牧神潘的圣所,他们将该地命名为梅尔佩亚,说潘神排箫的旋律就是在这里被发现的。推测这些山因潘神的牧场而被命名为诺米亚是最简单直接的,但阿卡迪亚人自己则说这是一个宁芙的名字。

语法注3 条
  1. 8.38.7ἐχέτω δὲ ὡς ἔχει καὶ ὡς ἔσχεν ἐξ ἀρχῆς

    使用第三人称单数命令式 ἐχέτω(ἔχω 的不及物动词用法,意为“让它处于……状态”)的公式化表达。这是作者在避免深究宗教或神话秘仪时表达维持现状的常用套话。

  2. 8.38.9ἐπὶ δὲ αὐτῷ

    介词 ἐπί 连用与格 αὐτῷ(指代米拉翁河的阳性单数代词)表示空间或时间上的顺序(“在……之后”、“紧接着”),在此引导继米拉翁河之后流经该地的河流序列。

  3. 8.38.10τοῦ λόγου προσθήκην τοῦ ἐς Νιόβην

    名词 προσθήκην(附加、插叙)作宾格,充当前文 αὐτόν τε τὸν ποταμὸν καὶ τὸ ὄρος τὸν Σίπυλον(河本身和西皮洛斯山)的同位语。属格短语 τοῦ λόγου ... τοῦ ἐς Νιόβην 意为“关于尼奥贝的传说”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.38.7-8.38.11