← 保萨尼亚斯

希腊志

§8.28.1-8.28.7

戈耳堤斯的阿斯克勒庇俄斯神庙与特乌提斯传说

保萨尼亚斯记述了阿卡迪亚地区戈耳堤斯及其阿斯克勒庇俄斯神庙,强调了戈耳堤尼奥斯河罕见的冰冷水质,并记录了特乌提斯村流传的关于特洛伊战争时期刺伤雅典娜雕像的传说,以及通往大都市道路上阵亡将士的陵墓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.28.1

ἰόντι1 δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπʼ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις. ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα· Σκόπα δὲ ἦν ἔργα. λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος ὁ Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ· καὶ ἐς ἐμέ γε ἔτι ὁ θώραξ καὶ τοῦ δόρατος ἦν ἡ αἰχμή.

从河源出发的人,首先迎面而来的是马拉塔地方,其后是戈耳堤斯,在我这个时代它是一个村庄,但在更古老的时代曾是一座城市。那里有一座用彭特利库斯大理石建造的阿斯克勒庇俄斯神庙,内有阿斯克勒庇俄斯本人尚未蓄须的雕像,以及许癸厄亚的雕像;这些都是斯科帕斯的作品。当地人还传说,菲力之子亚历山大曾将自己的胸甲和长矛献给阿斯克勒庇俄斯;直到我的时代,那副胸甲和长矛的矛头依然还在。

§8.28.2

τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος· οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον. οὗτος ὁ Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν. Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ ὁ περὶ αὐτούς ἐστιν ἀήρ·

一条河流穿过戈耳堤斯,在源头附近的人因新生的宙斯在此沐浴而称其为露西奥斯河;但远离源头的人则根据该村庄称其为戈耳堤尼奥斯河。这条戈耳堤尼奥斯河提供了所有河流中最寒冷的水。像伊斯特罗斯河、莱茵河,以及许帕尼斯河和波里斯提奈斯河,还有其他所有在冬季河水结冰的河流,依我之见,人们或许可以正确地称它们为“冬季之河”,因为它们流经大部分时间白雪覆盖的土地,且其周围空气也充满严寒。

§8.28.3

ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν2 καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν. ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων· Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾄδουσι. Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους. ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῆ Μεθυδριεῦσιν ὁμόρῳ· καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας.

但至于那些流经气候宜人土地、在夏天能以河水让饮用或沐浴的人们感到清凉、且在冬天不会令人痛苦的河流,我认为它们才是提供冷水的河流。流经塔尔索斯的基德努斯河的水,以及流经潘菲利亚人锡德旁的梅拉斯河的水确实很冷;而科洛丰的阿莱斯河的寒冷,连哀歌诗人也予以歌咏。然而,戈耳堤尼奥斯河在寒冷程度上更胜一筹,尤其是在夏季。它的源头位于与梅叙德里翁人接壤的塞索亚;在它与阿尔斐俄斯河汇流的地方,人们称之为赖泰阿伊。

§8.28.4

τῇ χώρᾳ δὲ τῇ Θεισόᾳ προσεχὴς κώμη Τεῦθίς ἐστι· πάλαι δὲ ἦν πόλισμα ἡ Τεῦθις. ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς Ἰλίῳ ἰδίᾳ παρείχοντο οἱ ἐνταῦθα ἡγεμόνα· ὄνομα δὲ αὐτῷ Τεῦθιν, οἱ δὲ Ὄρνυτόν φασιν εἶναι. ὡς δὲ τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορα ἐξ Αὐλίδος πνεύματα, ἀλλὰ ἄνεμος σφᾶς βίαιος ἐπὶ χρόνον εἶχεν ἐγκλείσας, ἀφίκετο ὁ Τεῦθις Ἀγαμέμνονι ἐς ἀπέχθειαν καὶ ὀπίσω τοὺς Ἀρκάδας ὧν ἦρχεν ἀπάξειν ἔμελλεν.

与塞索亚地区相邻的是特乌提斯村;在古时候,特乌提斯是一座小镇。在对伊利翁的战争期间,这里的居民独自提供了一位领袖,他的名字叫特乌提斯,但也有人说他叫奥尔尼托斯。当时,希腊人未能获得从奥利斯出发的顺风,反而是一股强风将他们长期困在那里,于是特乌提斯与阿伽门农产生嫌隙,并准备带回他所统领的阿卡迪亚人。

§8.28.5

ἐνταῦθα Ἀθηνᾶν λέγουσι Μέλανι τῷ Ὦπος εἰκασμένην ἀποτρέπειν τῆς ὁδοῦ Τεῦθιν τῆς οἴκαδε· ὁ δέ, ἅτε οἰδοῦντος αὐτῷ τοῦ θυμοῦ, παίει τὴν θεὸν τῷ δόρατι ἐς τὸν μηρόν, ἀπήγαγε δὲ καὶ ἐκ τῆς Αὐλίδος ὀπίσω τὸν στρατόν. ἀναστρέψας δὲ ἐς τὴν οἰκείαν, τὴν θεὸν ἔδοξεν αὐτὴν τετρωμένην φανῆναί οἱ τὸν μηρόν· τὸ δὲ ἀπὸ τούτου κατέλαβε Τεῦθιν φθινώδης νόσος, μόνοις τε Ἀρκάδων τοῖς ἐνταῦθα οὐκ ἀπεδίδου καρπὸν οὐδένα ἡ γῆ.

据说此时,雅典娜化身为奥普斯之子梅拉斯的样子,试图劝阻特乌提斯返回家园;但他由于怒气冲天,竟用长矛刺中女神的大腿,并带着军队离开了奥利斯。等他回到家乡,他梦见或看见大腿受伤的女神亲自显现;自此以后,特乌提斯染上了消耗性疾病,而在所有阿卡迪亚人中,只有这里的土地不长任何庄稼。

§8.28.6

χρόνῳ δὲ ὕστερον ἄλλα τε ἐχρήσθη σφίσιν ἐκ Δωδώνης, ὁποῖα δρῶντες ἱλάσεσθαι τὴν θεὸν ἔμελλον, καὶ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς ἔχον τραῦμα ἐπὶ τοῦ μηροῦ. τοῦτο καὶ αὐτὸς τὸ ἄγαλμα εἶδον, τελαμῶνι πορφυρῷ τὸν μηρὸν κατειλημένον. καὶ ἄλλα ἐν Τεύθιδι, Ἀφροδίτης τε ἱερὸν καὶ Ἀρτέμιδός ἐστι.

后来,多多纳向他们传达了神谕,指示他们该做些什么来平息女神的愤怒,于是他们制作了一尊大腿带有伤口的雅典娜雕像。我自己也见过这尊雕像,其大腿处缠绕着紫色的带子。在特乌提斯还有其他遗迹,包括一座阿佛洛狄忒神庙和一座阿耳忒弥斯神庙。

§8.28.7

ταῦτα μὲν δὴ ἐνταῦθά ἐστι· κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Γόρτυνος ἐς Μεγάλην πόλιν πεποίηται μνῆμα τοῖς ἀποθανοῦσιν ἐν τῇ πρὸς Κλεομένην μάχῃ. τὸ δὲ μνῆμα τοῦτο ὀνομάζουσιν οἱ Μεγαλοπολῖται Παραιβασίον, ὅτι ἐς αὐτοὺς παρεσπόνδησεν ὁ Κλεομένης. Παραιβασίου δὲ ἔχεται πεδίον ἑξήκοντα σταδίων μάλιστα· καὶ πόλεως ἐρείπια Βρένθης ἐστὶν ἐν δεξιᾷ τῆς ὁδοῦ, καὶ ποταμὸς ἔξεισιν αὐτόθεν Βρενθεάτης καὶ ὅσον σταδίους προελθόντι3 πέντε κάτεισιν ἐς τὸν Ἀλφειόν.

这些确实就在那里。在从戈耳堤斯到大都市的路上,建有在与克莱奥墨内斯战斗中阵亡者的陵墓。大都市人称这座陵墓为帕莱巴西翁,因为克莱奥墨内斯对他们背信弃义。紧邻帕莱巴西翁的是一片大约六十斯塔德的平原;在道路右侧有布伦特城的废墟,布伦特阿特斯河即发源于此,前行约五斯塔德后汇入阿尔斐俄斯河。

语法注3 条
  1. 8.28.1ἰόντι

    现在分词主动力量阳性单数与格。在地理向导的表述中,用作表示视点或方向的“判断与格”(dativus iudicantis),意为“对于(从河源)前行的人而言”。

  2. 8.28.3εὖ τῶν ὡρῶν ἔχουσαν

    采用“εὖ ἔχω + 属格”的句式,意为“在……方面处于良好状态、得天独厚”。此处伴随属格 τῶν ὡρῶν(季节、气候),表示“气候宜人的(土地)”。

  3. 8.28.7προελθόντι

    不定过去时分词主动力量阳性单数与格。与 8.28.1 中的 ἰόντι 类似,它在测量距离时用作表示基准的与格,意为“对于(从该处)前行了(约五斯塔德)的人而言”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.28.1-8.28.7