- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.18.8-7.18.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
记述了帕特雷卫城中的拉普里亚阿耳忒弥斯神庙及其神像从卡吕冬引入的来源,以及每年举行的一次极其独特而壮丽的“拉普里亚”活祭仪式。
Πατρεῦσι δὲ ἐν ἄκρᾳ τῇ πόλει Λαφρίας ἱερόν ἐστιν Ἀρτέμιδος· ξενικὸν μὲν τῇ θεῷ τὸ ὄνομα, ἐσηγμένον δὲ ἑτέρωθεν καὶ τὸ ἄγαλμα. Καλυδῶνος γὰρ καὶ Αἰτωλίας τῆς ἄλλης ὑπὸ Αὐγούστου βασιλέως ἐρημωθείσης διὰ τὸ ἐς τὴν Νικόπολιν τὴν ὑπὲρ τοῦ Ἀκτίου συνοικίζεσθαι καὶ τὸ Αἰτωλικόν, οὕτω τὸ ἄγαλμα τῆς Λαφρίας οἱ Πατρεῖς ἔσχον.
对于帕特雷人来说,在卫城里有一座拉普里亚的阿耳忒弥斯神庙;女神的这一别名对他们而言是外来的,而神像也是从他处引进的。因为当卡吕冬以及埃托利亚的其他地方被奥古斯都皇帝废弃时(由于埃托利亚人也被共同迁入阿克提乌斯上方的尼科波利斯),帕特雷人便以这种方式得到了拉普里亚的神像。
ὡσαύτως δὲ καὶ ὅσα ἄλλα ἀγάλματα ἔκ τε Αἰτωλίας καὶ παρὰ Ἀκαρνάνων, τὰ μὲν πολλὰ ἐς τὴν Νικόπολιν κομισθῆναι,1 Πατρεῦσι δὲ ὁ Αὔγουστος ἄλλα τε τῶν ἐκ Καλυδῶνος λαφύρων καὶ δὴ καὶ τῆς Λαφρίας ἔδωκε τὸ ἄγαλμα, ὃ δὴ καὶ ἐς ἐμὲ ἔτι ἐν τῇ ἀκροπόλει τῇ Πατρέων εἶχε τιμάς. γενέσθαι δὲ ἐπίκλησιν τῇ θεῷ Λαφρίαν ἀπὸ ἀνδρὸς Φωκέως φασί· Λάφριον γὰρ τὸν Κασταλίου τοῦ Δελφοῦ Καλυδωνίοις ἱδρύσασθαι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ἀρχαῖον, οἱ δὲ τῆς Ἀρτέμιδος τὸ μήνιμα τὸ ἐς Οἰνέα ἀνὰ χρόνον τοῖς Καλυδωνίοις ἐλαφρότερον2 γενέσθαι λέγουσι καὶ αἰτίαν τῇ θεῷ τῆς ἐπικλήσεως ἐθέλουσιν εἶναι ταύτην. τὸ μὲν σχῆμα τοῦ ἀγάλματος θηρεύουσά ἐστιν, ἐλέφαντος δὲ καὶ χρυσοῦ πεποίηται, Ναυπάκτιοι δὲ Μέναιχμος καὶ Σοΐδας εἰργάσαντο· τεκμαίρονται σφᾶς3 Κανάχου τοῦ Σικυωνίου καὶ τοῦ Αἰγινήτου Κάλλωνος οὐ πολλῷ γενέσθαι τινὶ ἡλικίαν ὑστέρους.
同样,至于来自埃托利亚和阿卡纳尼亚人那里的所有其他神像,其中大部分被运往了尼科波利斯,但奥古斯都将来自卡吕冬的其他战利品以及特别是拉普里亚的神像赐给了帕特雷人,这尊神像确实直到我的时代仍在该帕特雷人的卫城里享有崇敬。据说,女神“拉普里亚”的别名来自一位福基斯男子;因为据说德尔斐人卡斯塔利奥斯之子拉普里奥斯为卡吕冬人设立了最古老的阿耳忒弥斯神像;而另一些人则说,阿耳忒弥斯的愤怒对奥伊纽斯而言,随着时间的推移对卡吕冬人变得更轻了(elaphroteron),并认为这就是女神获得此别名的原因。神像的姿态是正在狩猎的女子,它是用象牙和黄金制成的,纳乌帕克托斯人梅奈克穆斯和索伊达斯制作了它;他们推测,这两位制作者在年代上并没有比西锡安的卡纳科斯和埃吉那的卡隆晚多少。
ἄγουσι δὲ καὶ Λάφρια ἑορτὴν τῇ Ἀρτέμιδι οἱ Πατρεῖς ἀνὰ πᾶν ἔτος, ἐν ᾗ τρόπος ἐπιχώριος θυσίας ἐστὶν αὐτοῖς. περὶ μὲν τὸν βωμὸν ἐν κύκλῳ ξύλα ἱστᾶσιν ἔτι χλωρὰ καὶ ἐς ἑκκαίδεκα ἕκαστον πήχεις· ἐντὸς δὲ ἐπὶ τοῦ βωμοῦ τὰ αὐότατά σφισι τῶν ξύλων κεῖται. μηχανῶνται δὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς καὶ ἄνοδον ἐπὶ τὸν βωμὸν λειοτέραν, ἐπιφέροντες γῆν ἐπὶ τοῦ βωμοῦ τοὺς ἀναβασμούς.
帕特雷人每年也为阿耳忒弥斯举行拉普里亚节日,在节日中,他们有当地独特的祭祀方式。他们在祭坛周围环绕着竖起尚带绿意的木材,每根高度达十六肘;而在祭坛内部,则堆放着他们最干燥的木材。在节日期间,他们还设法使登上祭坛的通道更加平缓,在通往祭坛的台阶上铺上泥土。
πρῶτα μὲν δὴ πομπὴν μεγαλοπρεπεστάτην τῇ Ἀρτέμιδι πομπεύουσι, καὶ ἡ ἱερωμένη παρθένος ὀχεῖται τελευταία τῆς πομπῆς ἐπὶ ἐλάφων ὑπὸ τὸ ἅρμα ἐζευγμένων· ἐς δὲ τὴν ἐπιοῦσαν τηνικαῦτα ἤδη δρᾶν τὰ ἐς τὴν θυσίαν νομίζουσι, δημοσίᾳ τε ἡ πόλις καὶ οὐχ ἧσσον ἐς τὴν ἑορτὴν οἱ ἰδιῶται φιλοτίμως ἔχουσιν. ἐσβάλλουσι γὰρ ζῶντας ἐς τὸν βωμὸν ὄρνιθάς τε τοὺς ἐδωδίμους καὶ ἱερεῖα ὁμοίως ἅπαντα, ἔτι δὲ ὗς ἀγρίους καὶ ἐλάφους τε καὶ δορκάδας, οἱ δὲ καὶ λύκων καὶ ἄρκτων σκύμνους, οἱ δὲ καὶ τὰ τέλεια τῶν θηρίων· κατατιθέασι δὲ ἐπὶ τὸν βωμὸν καὶ δένδρων καρπὸν τῶν ἡμέρων.
首先,他们为阿耳忒弥斯举行极其壮丽的游行,女祭司,一位处女,乘着套在战车上的鹿,行进在游行队伍的最后;到了第二天,他们才习惯于举行祭祀活动,无论是城邦官方,还是私人个体,都同样热情地为节日倾注心血。因为他们把活生生的食用鸟类和各种祭品都扔进祭坛里,此外还有野猪、鹿和羚羊,有人甚至扔进狼和熊的幼崽,也有人扔进成年的野兽;他们还在祭坛上摆放栽培树木的水果。
τὸ δὲ ἀπὸ τούτου πῦρ ἐνιᾶσιν ἐς τὰ ξύλα. ἐνταῦθά που καὶ ἄρκτον καὶ ἄλλο τι ἐθεασάμην τῶν ζῴων, τὰ μὲν ὑπὸ τὴν πρώτην ὁρμὴν τοῦ πυρὸς βιαζόμενα ἐς τὸ ἐκτός, τὰ δὲ καὶ ἐκφεύγοντα ὑπὸ ἰσχύος· ταῦτα οἱ ἐμβαλόντες ἐπανάγουσιν αὖθις ἐς τὴν πυράν. τρωθῆναι δὲ οὐδένα ὑπὸ τῶν θηρίων μνημονεύουσιν.
随后,他们放火点燃木材。在那时,我曾目睹一只熊和某些其他动物,有的被火势初起的猛烈力量逼向外侧,有的甚至凭借力量逃脱了出来;投掷它们的人会将这些动物重新带回火堆中。但他们不曾记得有任何人被野兽伤过。
- 7.18.9κομισθῆναι
不定式 κομισθῆναι 在没有明确主句动词的情况下用于间接引语,带有“据说……”的传闻语气。这可能是受到了后文出现的 φασί 的预先影响,或者是叙述地方传说时习惯性的不定式用法。
- 7.18.10ἐλαφρότερον
形容词 ἐλαφρός(轻的、减轻的)的比较级中性单数。保萨尼亚斯在此提出了女神异名“拉普里亚(Λαφρία)”的一个民间词源假说,即该词源于女神对奥伊纽斯的愤怒随着时间推移而变得“更轻”(elaphroteron)。
- 7.18.10τεκμαίρονται σφᾶς
代词宾格 σφᾶς(第三人称复数)是“宾格加不定式”(AcI)结构中的主语,指代雕刻家梅奈克穆斯与索伊达斯。主句动词 τεκμαίρονται(他们推测)的主语未明示,泛指一般人或艺术史家。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
