- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.21.6-6.21.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
文中记述了比萨地方的遗迹与河流渊源、被俄伊诺马奥斯杀害的希波达梅亚求婚者们的墓地及其名册,以及佩洛普斯对他们进行的年度祭祀。
ἐν ταύτῃ τῇ χώρᾳ λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ,1 ἐπὶ δὲ αὐτῷ πόλεως Φρίξας ἐρείπια καὶ Ἀθηνᾶς ἐστιν ἐπίκλησιν Κυδωνίας ναός. οὗτος μὲν οὐ τὰ πάντα ἐστὶ σῶς, βωμὸς δὲ καὶ ἐς ἐμὲ ἔτι· ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ. λέγουσι δὲ καὶ Πέλοπα οἱ Ἠλεῖοι τῇ Ἀθηνᾷ θῦσαι τῇ Κυδωνίᾳ πρὶν ἢ ἐς τὸν ἀγῶνα αὐτὸν τῷ Οἰνομάῳ καθίστασθαι.
在这个地方有一座升起为尖峰的山丘,其上有普里克萨城的废墟和一座冠以‘库多尼亚’别名的雅典娜神庙。这座神庙并未完全保存下来,但祭坛在我的时代依然存在;据说伊代奥斯的赫拉克勒斯后裔克吕梅诺斯为这位女神创建了这座神庙,他来自克里特岛的库多尼亚和伊阿尔丹诺斯河。伊利斯人还说,佩洛普斯在与俄伊诺马奥斯进行比赛之前,也曾向库多尼亚的雅典娜献祭。
προϊόντι δὲ ἐντεῦθεν τό τε ὕδωρ τῆς Παρθενίας ἐστὶ καὶ πρὸς τῷ ποταμῷ τάφος ἵππων τῶν Μάρμακος· Ἱπποδαμείας δὲ μνηστῆρα ἔχει λόγος ἀφικέσθαι πρῶτον τοῦτον Μάρμακα καὶ ἀποθανεῖν ὑπὸ τοῦ Οἰνομάου πρὸ τῶν ἄλλων, ὀνόματα δὲ αὐτοῦ ταῖς ἵπποις Παρθενίαν τε εἶναι καὶ Ἐρίφαν—Οἰνόμαον δὲ ἐπικατασφάξαι μὲν τὰς ἵππους τῷ Μάρμακι, μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι2—, καὶ ὄνομα Παρθενίας τῷ ποταμῷ ἀπὸ ἵππου τῆς Μάρμακος.
从这里继续前行,便有帕尔特尼亚斯河的水流,在河边有马尔马克斯之马的坟墓。传说在希波达梅亚的求婚者中,这位马尔马克斯最先到达,并在其他人之前被俄伊诺马奥斯杀害,他的马的名字是帕尔特尼亚和埃里法——俄伊诺马奥斯在马尔马克斯之上宰杀了这些马,但也许可将它们一同埋葬——,而帕尔特尼亚斯河的名字便源自马尔马克斯的那匹马。
ἔστι δὲ καὶ ἄλλος Ἁρπινάτης καλούμενος ποταμὸς καὶ οὐ πολὺ ἀπὸ τοῦ ποταμοῦ πόλεως Ἁρπίνης ἄλλα τε ἐρείπια καὶ μάλιστα οἱ βωμοί· οἰκίσαι δὲ Οἰνόμαον τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρὸς λέγουσιν Ἁρπίνης.
还有另一条被称为哈尔皮纳特斯的河流,离河不远有哈尔皮纳城的其他废墟,尤其是祭坛;据说俄伊诺马奥斯建立了这座城市,并以其母亲哈尔皮纳的名字为其命名。
προελθόντι δὲ οὐ πολὺ γῆς χῶμά ἐστιν ὑψηλόν, τῶν μνηστήρων τῶν Ἱπποδαμείας τάφος. Οἰνόμαον μὲν οὖν ἐγγὺς ἀλλήλων κρύπτειν γῇ φασιν οὐκ ἐπιφανῶς αὐτούς· Πέλοψ δὲ ὕστερον μνῆμα ἐν κοινῷ σφισιν ἐπὶ μέγα ἐξῆρε τιμῇ τῇ ἐς αὐτοὺς καὶ Ἱπποδαμείας χάριτι, δοκεῖν δέ μοι3 καὶ ὑπόμνημα ἐς τοὺς ἔπειτα ὅσων τε καὶ οἵων τὸν Οἰνόμαον κρατήσαντα ἐνίκησεν αὐτός.
前行不远有一座高大的土丘,那是希波达梅亚求婚者们的坟墓。据说,俄伊诺马奥斯曾将他们彼此靠近地、不显眼地埋葬在土里;但后来佩洛普斯出于对他们的敬意和对希波达梅亚的感激,为他们共同建起了一座高大的纪念碑,但在我看来,这也是为了给后世留下一个纪念,展示俄伊诺马奥斯曾战胜了多少以及何等优秀的人物,而佩洛普斯自己最终战胜了他。
ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχός τε καὶ Κρόταλος· τούτων μὲν οὖν γονέας τε καὶ πατρίδας οὐχ οἷά τε ἦν πυθέσθαι μοι, τὸν δὲ ἀποθανόντα ἐπʼ αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις4 Λακεδαιμόνιόν τε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν. ἐπὶ δὲ τῷ Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι καὶ Λυκοῦργον Λάσιόν τε καὶ Χαλκώδοντα καὶ Τρικόλωνον· ἀπόγονον δὲ αὐτὸν εἶναι καὶ ὁμώνυμον Τρικολώνῳ τῷ Λυκάονος λέγουσιν οἱ Ἀρκάδες.
根据史诗《伟大的埃俄伊哀》,被俄伊诺马奥斯杀害的有波尔塔翁之子阿尔卡托奥斯,他是继马尔马克斯之后的第二人;在阿尔卡托奥斯之后,是埃乌里亚洛斯、埃乌里马科斯和克罗塔洛斯。关于这些人,我无法得知他们的父母和故乡,但对于在他们之后死去的阿克里亚斯,人们可以推测他是拉刻代蒙人,也是阿克里哀城的创建者。在阿克里亚斯之后,据说卡佩托斯被俄伊诺马奥斯杀害,还有吕库尔戈斯、拉西奥斯、哈尔科顿和特里科洛诺斯;阿卡迪亚人说,此人是吕卡翁之子特里科洛诺斯的后裔,且与之同名。
Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν5 Ἀριστόμαχόν τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν τε καὶ Κρόνιον. οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος—ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν—καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου. τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.
在特里科洛诺斯之后,阿里斯托马科斯和普里阿斯在比赛中遭遇了宿命,还有佩拉贡、埃奥利奥斯和克罗尼奥斯。有些人还在已列出的人中加上了阿塔马斯之子勒乌孔的儿子埃里特拉斯(玻俄提亚人的城镇埃里特莱因他而得名)以及埃奥洛斯之子马格内斯之子埃伊奥纽斯。他们的纪念碑确实就在这里,据说佩洛普斯在统治比萨人时,每年都向他们献祭。
- 6.21.6λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ
分词 ἀνήκων 修饰 λόφος,与 ἐς ὀξύ(“成尖锐状”)搭配,描绘山丘耸立成陡峭尖峰的样子。
- 6.21.7μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι
不定词 μεταδοῦναι(赋予、分享)以被动语态不定词 ταφῆναι(被埋葬)作为其宾语,并支配与格的 ταύταις(这些马),表示俄伊诺马奥斯也许可这些马分享(享有)被埋葬的待遇。
- 6.21.9δοκεῖν δέ μοι
独立使用的不定词 δοκεῖν 伴随与格 μοι,作为插入语(绝对不定词)使用,表示“在我看来”,表达作者的主观判断。
- 6.21.10τεκμαίροιτο ἄν τις
带有 ἄν 的希求语气动词 τεκμαίροιτο 是潜在希求语气,以不定代词 τις(任何人、某人)为主语,表示一种温和的推测或可能性:“人们或许可以推测”。
- 6.21.11ἐπέλαβεν ... τὸ χρεών
这是一个惯用表达,以 τὸ χρεών(命运、注定、死亡)为主语,动词 ἐπέλαβεν(袭来、抓住)支配宾格对象,表示他们在比赛中遭遇了死亡。
