- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.27.1-5.27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者描述了福尔米斯在奥林匹亚奉献的马与御者青铜像,并提及公马对该马像产生强烈性欲的奇特现象,接着介绍了他在吕底亚神庙目睹的无需火种即可使木柴复燃的巫术奇迹。
τούτων δὲ ἀντικρὺ τῶν κατειλεγμένων ἔστιν ἄλλα ἀναθήματα ἐπὶ στοίχου, τετραμμένα μὲν πρὸς μεσημβρίαν, τοῦ τεμένους δὲ ἐγγύτατα ὃ τῷ Πέλοπι ἀνεῖται. ἐν δὲ αὐτοῖς καὶ τὰ ἀνατεθέντα ἐστὶν ὑπὸ τοῦ Μαιναλίου Φόρμιδος, ὃς ἐκ Μαινάλου διαβὰς ἐς Σικελίαν παρὰ Γέλωνα τὸν Δεινομένους καὶ ἐκείνῳ τε αὐτῷ καὶ Ἱέρωνι ὕστερον ἀδελφῷ τοῦ Γέλωνος ἐς τὰς στρατείας ἀποδεικνύμενος λαμπρὰ ἔργα ἐς τοσοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι1 μὲν ταῦτα ἐς Ὀλυμπίαν, ἀναθεῖναι δὲ καὶ τῷ Ἀπόλλωνι ἄλλα ἐς Δελφούς.
在这些列举出的奉献物对面,还有一排其他的奉献物,面朝南方,非常靠近献给珀罗普斯的圣域。在这些奉献物中,也有由迈纳洛斯人福尔米斯所献纳的。他从迈纳洛斯渡海前往西西里,投奔戴诺墨涅斯之子盖隆,在盖隆本人以及后来其兄弟希埃隆的远征中,他展现了辉煌的功绩,并达到了极高的富庶程度,以至于不仅在奥林匹亚献纳了这些,还向德尔斐的阿波罗献纳了其他物品。
τὰ δὲ ἐς Ὀλυμπίαν δύο τέ εἰσιν ἵπποι καὶ ἡνίοχοι δύο, ἑκατέρῳ τῶν ἵππων παρεστὼς ἀνὴρ ἡνίοχος· ὁ μὲν δὴ πρότερος τῶν ἵππων καὶ ὁ ἀνὴρ Διονυσίου τοῦ Ἀργείου, τὰ δεύτερα δὲ ἔργα ἐστὶν Αἰγινήτου Σίμωνος. τῷ προτέρῳ δὲ τῶν ἵππων ἐπίγραμμα ἔπεστιν ἐπὶ τῇ πλευρᾷ, τὰ πρῶτα οὐ σὺν μέτρῳ· λέγει γὰρ δὴ οὕτω· "Φόρμις ἀνέθηκεν Ἀρκὰς Μαινάλιος, νῦν δὲ Συρακόσιος."
在奥林匹亚的奉献物是两匹马和两个御者,每匹马旁都站着一个充当御者的男人。第一匹马和那个男人是阿耳戈斯人狄奥尼修斯的作品,而第二组作品则是埃吉纳人西蒙的杰作。在第一匹马的侧肋上刻有铭文,其开头部分并非诗体,内容如下: “福尔米斯奉献, 阿卡迪亚的迈纳洛斯人,如今则是叙拉古人。”
οὗτός ἐστιν ὁ ἵππος ὅτῳ καὶ τὸ ἱππομανὲς λόγῳ τῷ Ἠλείων ἔγκειται· δῆλα δὲ καὶ ἄλλως ἐστὶν ἀνδρὸς μάγου σοφίᾳ γενέσθαι τὰ συμβαίνοντα τῷ ἵππῳ. μέγεθος μὲν ἢ εἶδος ἵππων ἀποδεῖ πολλῷ, ὅσοι τῆς Ἄλτεως ἐντὸς ἑστήκασι, πρὸς δὲ ἀποκέκοπταί τε τὴν οὐρὰν καὶ ἔστιν ἐπὶ τῷ τοιῷδε ἔτι αἰσχίων· οἱ δὲ ἵπποι οἱ ἄρσενες οὔτι που τοῦ ἦρος μόνον ἀλλὰ καὶ ἀνὰ πᾶσαν ἐπʼ αὐτὸν ὀργῶσιν ἡμέραν.
根据伊利斯人的说法,这匹马就是那匹蕴含着“马情狂”的马。而且从其他方面也可以很明显地看出,在这匹马上发生的事,是由于巫师的法术所致。在体型和外貌上,它远逊于立在阿尔提斯神域内的其他马匹,而且它的尾巴被截断了,因此显得更加丑陋。然而,公马们不仅在春天,甚至在平时的每一天都会对它产生强烈的欲望。
καὶ γὰρ ἐσθέουσιν ἐς τὴν Ἄλτιν ἀπορρηγνύοντες τὰ δεσμὰ ἢ καὶ ἐκφεύγοντες τοὺς ἄγοντας καὶ ἐπιπηδῶσιν αὐτῷ πολλῷ δή τι ἐμμανέστερον ἢ ἐπὶ τὴν καλλίστην ἵππον ζῶσάν τε καὶ ἠθάδα ἀναβαίνεσθαι·2 ἀπολισθάνουσί τε δὴ αὐτοῖς αἱ ὁπλαὶ καὶ ὅμως οὐκ ἀπαγορεύουσι χρεμετίζοντές τε μᾶλλον καὶ ἐπιπηδῶντες μετὰ βιαιοτέρας τῆς ὁρμῆς, πρὶν ἂν ὑπὸ μαστίγων καὶ ἀνάγκης ἰσχυρᾶς ἀφελκυσθῶσι· πρότερον δὲ οὐκ ἔστιν ἀπαλλαγή σφισιν οὐδεμία ἀπὸ τοῦ χαλκοῦ.
因为公马们会挣断缰绳,或者挣脱牵引它们的人,狂奔进阿尔提斯神域,并以比骑乘最美丽、习惯了交配的活牝马还要疯狂得多的劲头跳上它。虽然它们的蹄子一次次滑落,但它们仍不放弃,一边更响亮地嘶鸣,一边以更猛烈的冲动往上跳,直到被皮鞭和强力硬拉开。在此之前,它们绝不会离开这尊青铜像。
καὶ ἄλλο ἐν Λυδίᾳ θεασάμενος οἶδα διάφορον μὲν θαῦμα ἢ κατὰ τὸν ἵππον τὸν Φόρμιδος, μάγων μέντοι σοφίας οὐδὲ αὐτὸ ἀπηλλαγμένον. ἔστι γὰρ Λυδοῖς ἐπίκλησιν Περσικοῖς ἱερὰ ἔν τε Ἱεροκαισαρείᾳ καλουμένῃ πόλει καὶ ἐν Ὑπαίποις, ἐν ἑκατέρῳ δὲ τῶν ἱερῶν οἴκημά τε καὶ ἐν τῷ οἰκήματί ἐστιν ἐπὶ βωμοῦ τέφρα· χρόα δὲ οὐ κατὰ τέφραν ἐστὶν αὐτῇ τὴν ἄλλην.
我还在吕底亚亲眼见过另一个不同的奇迹,虽然它与福尔米斯的马所发生的不同,但同样离不开巫师的法术。在被称为希埃罗凯撒里亚的城市以及在许派帕,吕底亚人拥有被称为“波斯”的神庙。在每座神庙里都有一个房间,房间里的祭坛上放着灰尘,其颜色不同于普通的灰尘。
ἐσελθὼν δὲ ἐς τὸ οἴκημα ἀνὴρ μάγος καὶ ξύλα ἐπιφορήσας αὖα ἐπὶ τὸν βωμὸν πρῶτα μὲν τιάραν ἐπέθετο ἐπὶ τῇ κεφαλῇ, δεύτερα δὲ ἐπίκλησιν ὅτου δὴ θεῶν ἐπᾴδει βάρβαρα καὶ οὐδαμῶς συνετὰ Ἕλλησιν· ἐπᾴδει δὲ ἐπιλεγόμενος ἐκ βιβλίου· ἄνευ τε δὴ πυρὸς ἀνάγκη πᾶσα ἁφθῆναι3 τὰ ξύλα καὶ περιφανῆ φλόγα ἐξ αὐτῶν ἐκλάμψαι.
一个巫师走进这个房间,在祭坛上放上干燥的木柴,首先把一顶冠冕戴在头上,然后用希腊人完全听不懂的蛮族语言,向某位神明吟唱祈求之歌。他是看着书吟唱的。于是,在没有任何火种的情况下,木柴必定会被点燃,并从中迸发出耀眼的火焰。
- 5.27.1ἐς τοσοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι
“ἐς τοσοῦτο... ὡς...”表示程度和结果(达到如此……以至于……)。εὐδαιμονίας 是部分属格,修饰 ἐς τοσοῦτο,意为“达到了如此富有(繁荣)的程度”。ὡς 引导结果从句,作用等同于 ὥστε,后接不定式 ἀναθεῖναι。
- 5.27.4ἀναβαίνεσθαι
动词 ἀναβαίνω(骑乘、交配)的现在时中被动不定式。用作限定不定式,修饰前面的形容词 ἠθάδα(习惯了的),意为“习惯了被骑乘(交配)”。
- 5.27.6ἀνάγκη πᾶσα ἁφθῆναι
非人称结构“ἀνάγκη (ἐστί) +不定式”,意为“必须……、……是必然的”。加入强调形容词 πᾶσα,意为“完全不可避免(尽管完全没有火,木柴也必然会被点燃)”。τὰ ξύλα 是不定式 ἁφθῆναι 和后文 ἐκλάμψαι 的逻辑主语。
