- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.11.1-5.11.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
详细描绘了由黄金和象牙制成的宙斯神像、装饰有丰富神话雕刻和绘画的华丽王座,以及由帕奈诺斯绘制的周围障壁。
καθέζεται μὲν δὴ ὁ θεὸς ἐν θρόνῳ χρυσοῦ πεποιημένος1 καὶ ἐλέφαντος· στέφανος δὲ ἐπίκειταί οἱ τῇ κεφαλῇ μεμιμημένος ἐλαίας κλῶνας. ἐν μὲν δὴ τῇ δεξιᾷ φέρει Νίκην ἐξ ἐλέφαντος καὶ ταύτην2 καὶ χρυσοῦ, ταινίαν τε ἔχουσαν καὶ ἐπὶ τῇ κεφαλῇ στέφανον· τῇ δὲ ἀριστερᾷ τοῦ θεοῦ χειρὶ ἔνεστι σκῆπτρον μετάλλοις τοῖς πᾶσιν ἠνθισμένον, ὁ δὲ ὄρνις ὁ ἐπὶ τῷ σκήπτρῳ καθήμενός ἐστιν ὁ ἀετός. χρυσοῦ δὲ καὶ τὰ ὑποδήματα τῷ θεῷ καὶ ἱμάτιον ὡσαύτως ἐστί· τῷ δὲ ἱματίῳ ζῴδιά τε καὶ τῶν ἀνθῶν τὰ κρίνα ἐστὶν ἐμπεποιημένα.
神坐在王座上,由黄金和象牙制成;他的头上戴着一个模仿橄榄枝的花冠。在他的右手中,他拿着一个尼克(胜利女神)像,此神像也同样由象牙和黄金制成,她手持发带,头上戴着花冠;而在神的左手中握着一柄权杖,其上镶嵌着各种金属,停在权杖上的鸟则是雄鹰。神的鞋履也是黄金制成的,衣袍同样如此;在衣袍上还织有小动物的图案以及花卉中的百合花。
ὁ δὲ θρόνος ποικίλος μὲν χρυσῷ καὶ λίθοις, ποικίλος δὲ καὶ ἐβένῳ τε καὶ ἐλέφαντί ἐστι· καὶ ζῷά τε ἐπʼ αὐτοῦ γραφῇ μεμιμημένα καὶ ἀγάλματά ἐστιν εἰργασμένα. Νῖκαι μὲν δὴ τέσσαρες χορευουσῶν παρεχόμεναι σχῆμα3 κατὰ ἕκαστον τοῦ θρόνου τὸν πόδα, δύο δέ εἰσιν ἄλλαι πρὸς ἑκάστου πέζῃ ποδός. τῶν ποδῶν δὲ ἑκατέρῳ τῶν ἔμπροσθεν παῖδές τε ἐπίκεινται Θηβαίων ὑπὸ σφιγγῶν ἡρπασμένοι καὶ ὑπὸ τὰς σφίγγας Νιόβης τοὺς παῖδας Ἀπόλλων κατατοξεύουσι καὶ Ἄρτεμις.
王座用黄金和宝石进行装饰,同时也用乌木和象牙进行装饰;在其上既有通过绘画描绘的动物,也有雕刻而成的塑像。四个尼克像呈现出舞蹈中女子姿态,位于王座的每只脚上,另有两个在每只脚的根部。在前侧的每只脚上,放着被斯芬克斯抓走的忒拜孩童,在斯芬克斯下方,阿波罗和阿耳忒弥斯正用箭射杀尼俄柏的子女们。
τῶν δὲ τοῦ θρόνου μεταξὺ ποδῶν τέσσαρες κανόνες εἰσίν, ἐκ ποδὸς ἐς πόδα ἕτερον διήκων ἕκαστος. τῷ μὲν δὴ κατʼ εὐθὺ τῆς ἐσόδου κανόνι, ἑπτά ἐστιν ἀγάλματα ἐπʼ αὐτῷ, τὸ γὰρ ὄγδοον ἐξ αὐτῶν4 οὐκ ἴσασι τρόπον ὅντινα ἐγένετο ἀφανές· εἴη δʼ ἂν ἀγωνισμάτων ἀρχαίων ταῦτα μιμήματα, οὐ γάρ πω τὰ ἐς τοὺς παῖδας ἐπὶ ἡλικίας ἤδη καθειστήκει τῆς Φειδίου. τὸν δὲ αὑτὸν5 ταινίᾳ τὴν κεφαλὴν ἀναδούμενον ἐοικέναι τὸ εἶδος Παντάρκει λέγουσι, μειράκιον δὲ Ἠλεῖον τὸν Παντάρκη παιδικὰ εἶναι τοῦ Φειδίου· ἀνείλετο δὲ καὶ ἐν παισὶν ὁ Παντάρκης πάλης νίκην Ὀλυμπιάδι ἕκτῃ πρὸς ταῖς ὀγδοήκοντα.
在王座的脚之间有四根横木,每根横木从一只脚延伸到另一只脚。在正对入口的那根横木上,其上有七尊塑像,因为关于其中的第八个,他们不知道以何种方式消失了;这些可能是古代竞技的写照,因为在菲迪亚斯的时代,少年组的竞技尚未被设立。他们说,那个用发带束起自己头部的少年,在容貌上很像潘塔尔克斯,而这位埃利斯的青年潘塔尔克斯是菲迪亚斯的爱童;潘塔尔克斯在第八十六届奥林匹亚竞技会上获得了少年组摔跤的胜利。
ἐπὶ δὲ τῶν κανόνων τοῖς λοιποῖς ὁ λόχος ἐστὶν ὁ σὺν Ἡρακλεῖ μαχόμενος πρὸς Ἀμαζόνας· ἀριθμὸς μὲν δὴ συναμφοτέρων ἐς ἐννέα ἐστὶ καὶ εἴκοσι, τέτακται δὲ καὶ Θησεὺς ἐν τοῖς συμμάχοις τῷ Ἡρακλεῖ. ἀνέχουσι δὲ οὐχ οἱ πόδες μόνοι τὸν θρόνον, ἀλλὰ καὶ κίονες ἴσοι τοῖς ποσὶ μεταξὺ ἑστηκότες τῶν ποδῶν. ὑπελθεῖν δὲ οὐχ οἷόν τέ ἐστιν ὑπὸ τὸν θρόνον, ὥσπερ γε καὶ ἐν Ἀμύκλαις6 ἐς τὰ ἐντὸς τοῦ θρόνου παρερχόμεθα· ἐν Ὀλυμπίᾳ δὲ ἐρύματα τρόπον τοίχων πεποιημένα τὰ ἀπείργοντά ἐστι.
在其余的横木上,是与赫拉克勒斯一同对抗亚马逊人的军队;双方的总人数达到了二十九人,忒修斯也被列入赫拉克勒斯的盟友之中。支撑王座的不仅是那些脚,还有立于脚之间、与脚等大的支柱。在王座下面是无法穿过的,这不像在阿米克莱我们能够进入到王座内部;而在奥林匹亚,以墙壁形式制作的障壁阻挡了人们的进入。
τούτων τῶν ἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς. ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον, Ἡρακλέους τε τῶν ἀγωνισμάτων7 τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ τὸ ἐς Κασσάνδραν παρανόμημα Αἴαντος,
在这些障壁中,正对大门的部分仅涂有深蓝色,而其余的部分则展示着帕奈诺斯的画作。在画作中,有支撑着天地的阿特拉斯,赫拉克勒斯也站在一旁,想要接过阿特拉斯的重担,此外还有忒修斯和皮里托俄斯,以及希腊(赫拉斯)和手中拿着船头末端装饰的萨拉米斯。还有赫拉克勒斯功业中针对涅墨亚狮子的那件,以及埃阿斯对卡珊德拉的施暴。
- 5.11.1πεποιημένος
主格分词(阳性单数),与句首的主语 ὁ θεὸς 一致,表示宙斯神像本身是由黄金和象牙制成的,而非修饰王座。
- 5.11.1καὶ ταύτην
指示前文的 Νίκην(阴性单数宾格),意为“此神像(胜利女神)也”,强调与主像一样,手持的胜利女神像也是由相同的贵重材料制成的。
- 5.11.2χορευουσῶν παρεχόμεναι σχῆμα
现在中动分词 παρεχόμεναι(主格阴性复数,与 Νῖκαι 一致)意为“呈现”,以宾格 σχῆμα(姿态、身段)为宾语。属格 χορευουσῶν(现在分词阴性复数属格)修饰 σχῆμα,表示“舞蹈中女子的姿态”。
- 5.11.3τὸ γὰρ ὄγδοον ἐξ αὐτῶν
提早出现构文(prolepsis)。本应作为 τρόπον ὅντινα 引导的间接疑问句中的主语的名词短语,被提前置于主句动词 οὐκ ἴσασι 之前,作为主格话题出现。
- 5.11.3τὸν δὲ αὑτὸν
使用反身代词 αὑτόν(或指示代词 αὐτόν),指代“他自己(那个正为自己束发带的少年)”,将前文暗指的竞技者少年像之一作为话题引出。
- 5.11.4ὥσπερ γε καὶ ἐν Ἀμύκλαις
带有直陈式现在时 παρερχόμεθα(我们穿过)的比较从句。将阿米克莱阿波罗王座下方“可以进入”的事实与奥林匹亚“无法进入”的情况进行客观对比。
- 5.11.5Ἡρακλέους τε τῶν ἀγωνισμάτων
部分属格。以属格形式呈现整体“赫拉克勒斯的诸多功业”,并通过随后带有中性单数冠词的名词短语(如 τὸ ἐς τὸν λέοντα)来限定其中的特定部分。
