- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.29.1-4.29.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
叙述了德米特里乌斯对美塞内的突袭如何以失败告终,并解释了美塞尼亚人起初为了维持与斯巴达的和平关系而未加入阿开亚同盟的原因。
μετὰ δὲ οὐ πολὺν χρόνον τοῦ ἔργου τοῦ πρὸς Ἤλιδι Μακεδόνες καὶ Δημήτριος ὁ Φιλίππου τοῦ Δημητρίου Μεσσήνην καταλαμβάνουσι. τὰ μὲν δὴ πολλὰ ἔς τε αὐτὸν Φίλιππον καὶ τὰ ἐς Δημήτριον τὸν Φιλίππου τολμηθέντα ἐκ Περσέως ἐν τοῖς Σικυωνίοις ἔγραψα ἤδη λόγοις· τὰ δὲ ἐς τὴν κατάληψιν τὴν Μεσσήνης ἔσχεν οὕτω.
在埃利斯的事件后不久,马其顿人和德米特里乌斯(德米特里乌斯之子腓力之子)占领了美塞内。关于腓力本人所做的大多数事迹,以及珀尔修斯针对腓力之子德米特里乌斯所犯下的诸多恶行,我已经写在《西锡安记》中了;但占领美塞内的具体情况如下。
χρημάτων ἐσπανίζετο Φίλιππος, καὶ—ἔδει γὰρ πάντως οἱ γενέσθαι χρήματα— ἀποστέλλει Δημήτριον ναυσὶν ἐς Πελοπόννησον. Δημήτριος δὲ κατήγετό που τῆς Ἀργείας ἐς λιμένα τῶν ἐρημοτέρων· αὐτίκα δὲ ὡς εἶχε διὰ τῶν ἐπιτομωτάτων τῆς χώρας τὴν στρατιὰν ἦγεν ἐπὶ Μεσσήνης. προτάξας δὲ ὅσον ἦν τῶν τε ὅπλων τῇ σκευῇ κοῦφον καὶ τῆς ἐς τὴν Ἰθώμην εἶχεν ὁδοῦ οὐκ ἀπείρως,1 λανθάνει περὶ ὄρθρον μάλιστα ὑπερβὰς τὸ τεῖχος, καθὸ τῆς τε πόλεως μεταξὺ ἦν καὶ ἄκρας τῆς Ἰθώμης.
腓力当时资金匮乏——因为他无论如何都必须获得资金——于是他派德米特里乌斯率船队前往伯罗奔尼撒。德米特里乌斯在阿哥斯地区某处较为荒僻的港口登陆;他随即保持着原样,通过该地区最便捷的捷径率军向美塞内进发。他让那些武器装备轻便、且对前往伊托梅的道路并非不熟悉的人担任前锋,大约在黎明时分,在城墙介于城市与伊托梅要塞之间的地方,在未被发觉的情况下翻过了城墙。
ὡς δὲ ἡμέρα τε ἐπέσχε καὶ ἤδη τοῖς ἔνδον αἴσθησις ἐγεγόνει τοῦ κατειληφότος κινδύνου, τὸ μὲν πρῶτον αὐτοὺς ἐσῆλθεν ὑπόνοια ὡς οἱ Λακεδαιμόνιοι σὺν ὅπλοις παρέλθοιεν αὐτῶν ἐς τὴν πόλιν, ὥστε καὶ ὥρμησαν ἐπʼ αὐτοὺς ἀφειδέστερον διὰ τὸ μῖσος τὸ ἐξ ἀρχῆς. ἐπεὶ δὲ ἐκ τε τῶν ὅπλων καὶ τῆς φωνῆς Μακεδόνας καὶ Δημήτριον τὸν Φιλίππου γνωρίζουσιν ὄντας, δεῖμα ἰσχυρὸν παρέστη σφίσι λογιζομένοις2 τήν τε ἐς τὰ πολεμικὰ τῶν Μακεδόνων μελέτην καὶ τύχην ᾗ πρὸς ἅπαντα ἑώρων χρωμένους αὐτούς.
当白昼降临,城内的人已经察觉到降临在他们身上的危险时,起初他们心中产生了一种怀疑,以为是拉刻代蒙人持械潜入了他们的城市,因而出于宿怨,极其不留情地向他们冲去。但当他们从盔甲和语言中认出这些人是马其顿人和腓力之子德米特里乌斯时,心中便产生了极大的恐惧,因为他们想到了马其顿人在军事上的训练,以及他们目睹马其顿人在一切事物中所享有的好运。
ὅμως δὲ τοῦ τε παρόντος κακοῦ τὸ μέγεθος ἐδίδασκεν ἀνδρίαν τινὰ καὶ πέρα τοῦ δυνατοῦ γίνεσθαι καὶ ἅμα τὰ ἀμείνω παρίστατο αὐτοῖς ἐλπίζειν· οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰ τοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον.3 οἵ τε οὖν ἐκ τῆς πόλεως Μεσσήνιοι θυμῷ παντὶ ἐς τοὺς Μακεδόνας ἐχώρουν καὶ οἱ φρουροῦντες τὴν ἀκρόπολιν ἐπέκειντο ἐξ ὑπερδεξίων.
然而,眼前灾祸的严重性也赋予了他们某种勇气,使他们发挥出超乎自身能力的实力,同时也促使他们寄希望于更好的结局;因为,如果不是有神明相助,他们断不可能在阔别这么久之后得以重返伯罗奔尼撒。因此,城里的美塞尼亚人竭尽全力向马其顿人冲去,而防守要塞的人则从高处俯攻他们。
ὡσαύτως δὲ καὶ οἱ Μακεδόνες ὑπό τε ἀρετῆς καὶ ἐμπειρίας τὸ κατʼ ἀρχὰς ἠμύνοντο ἐρρωμένως· ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότες καὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοις βαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ. καὶ τὸ μὲν πολὺ αὐτῶν ἀπώλετο ὠθούμενοι κατὰ τῶν κρημνῶν, ἀπότομος γὰρ δὴ ταύτῃ μάλιστά ἐστιν ἡ Ἰθώμη· ὀλίγοι δέ τινες καὶ ῥίψαντες τὰ ὅπλα ἀπεσώθησαν.
同样,马其顿人也凭借其骁勇与经验,起初进行了有力的抵抗;但由于他们已被长途跋涉折磨得精疲力竭,加之男人们对他们步步紧逼,女人又用瓦片和石块投掷他们,他们便毫无秩序地狼狈逃窜。他们中的大多数人因被推下悬崖而丧命,因为伊托梅山在这一带确实最为险峻;只有少数人扔掉武器,保全了性命。
ἐς δὲ τὸ συνέδριον οἱ Μεσσήνιοι τὸ Ἀχαιῶν ἐπὶ τῷδε4 οὔ μοι δοκοῦσιν ἐσελθεῖν κατʼ ἀρχάς. Λακεδαιμονίοις αὐτεπάγγελτοι βοηθήσοντες ἀφίκοντο ὑπὸ Πύρρου τοῦ Αἰακίδου πολεμουμένοις, καί σφισιν ἀπὸ τῆς εὐεργεσίας ταύτης ἤδη τὰ ἐκ τῆς Σπάρτης εἰρηνικώτερα ὑπῆρχεν. οὔκουν ἀνακινῆσαι τὸ ἔχθος ἐβούλοντο ἐς τὸ συνέδριον συγχωρήσαντες, οἳ Λακεδαιμονίων μάλιστα πολέμιοι ἐκ τοῦ φανεροῦ καθεστήκεσαν.
在我看来,美塞尼亚人起初没有加入阿开亚人的同盟会议,乃是出于以下原因。在拉刻代蒙人受到埃阿喀得斯之子皮鲁斯的攻击时,他们曾主动前去援助,由于这一恩惠,斯巴达方面对他们的态度已经变得较为温和。因此,他们不愿通过同意加入同盟会议来重新激起敌意,因为他们曾是拉刻代蒙人最公然的死敌。
- 4.29.2προτάξας δὲ ὅσον ἦν τῶν τε ὅπλων τῇ σκευῇ κοῦφον καὶ τῆς ἐς τὴν Ἰθώμην εἶχεν ὁδοῦ οὐκ ἀπείρως
由关系词 ὅσον 引导的从句表示“所有装备轻便的士兵”,并与后面的形容词短语(或从句)“对前往伊托梅的道路并非不熟悉的人”并列,共同作为分词 προτάξας 的宾语。
- 4.29.3λογιζομένοις
现在分词与格,与前方的代词 σφίσι(“他们[产生了极大恐惧]”)在性、数、格上一致,用以说明他们产生恐惧的原因或背景。
- 4.29.4οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰ τοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον
从句中出现了不定式 ὑπάρξαι 及其宾格主语 τὴν κάθοδον(宾格加不定式结构)。该结构承接前文的 παρίστατο αὐτοῖς ἐλπίζειν,用作间接引语以表达他们心中的想法和信念。
- 4.29.6ἐπὶ τῷδε
指示代词 ὅδε 的与格形式。在语境中,它既可以指代前文在美塞内发生的事件,也可以作为前向指代(指“出于以下原因”)。鉴于后文详细展开了具体原因,将其理解为后者(后向指代)更为自然。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
