- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.22.1-4.22.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
阿卡迪亚人在得知美塞尼亚人幸存后热情接纳了他们,阿里斯托梅内斯则密谋突袭斯巴达进行报复。然而,阿卡迪亚国王阿利斯托克拉特斯的背叛行径败露,愤怒的阿卡迪亚人将其乱石砸死。
οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸν Ἀριστοκράτην ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους. ὁ δὲ ἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκεν οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον.1
阿卡迪亚人一听说埃拉陷落,便立即命令阿利斯托克拉特斯带领他们,要么去拯救美塞尼亚人,要么与他们一同毁灭。但他由于已经收受了来自拉刻代蒙的贿赂,既不想带兵前往,又声称已经没有剩下任何可以让他们去援助的美塞尼亚人了。
τότε δὲ ὡς σαφέστερον ᾐσθάνοντο περιόντας καὶ ἐκλείπειν τὴν Εἶραν βεβιασμένους, αὐτοὶ μὲν περὶ τὸ ὄρος σφᾶς τὸ Λύκαιον ἔμελλον ὑποδέξεσθαι, προετοιμασάμενοι καὶ ἐσθῆτα καὶ σιτία, ἄνδρας δὲ τῶν ἐν τέλει πέμπουσι παραμυθεῖσθαί τε τοὺς Μεσσηνίους καὶ ἡγεμόνας ἅμα τῆς πορείας γενέσθαι. καὶ τοὺς μέν, ὡς ἐς τὸ Λύκαιον ἀνεσώθησαν, ἐξένιζον καὶ τὰ ἄλλα εὐνοϊκῶς περιεῖπον οἱ Ἀρκάδες, κατανέμειν τε ἐς τὰς πόλεις ἤθελον καὶ ἀναδάσασθαι διʼ ἐκείνους τὴν γῆν·
但后来,当他们更清楚地得知美塞尼亚人依然幸存、且被迫撤离埃拉时,他们自己便准备在吕凯翁山一带接纳他们,并预先准备了衣服和食物,同时派遣官僚中的显贵前去慰问美塞尼亚人,并担任他们行程的向导。而当美塞尼亚人安全撤退到吕凯翁山时,阿卡迪亚人款待了他们,并在其他方面悉心照料,甚至希望将他们安置在各个城市中,并为了他们而重新分配土地。
Ἀριστομένει δὲ ὅ τε οἶκτος διαρπαζομένης τῆς Εἴρας καὶ τὸ μῖσος τὸ ἐς τοὺς Λακεδαιμονίους βούλευμα παρίστησι τοιόνδε. πεντακοσίους τῶν Μεσσηνίων, οὓς μάλιστα ἠπίστατο αὑτῶν ἀφειδῶς ἔχοντας, ἀποκρίνας ἀπὸ τοῦ πλήθους, ἤρετο σφᾶς ἐν ἐπηκόῳ τῶν τε ἄλλων Ἀρκάδων καὶ Ἀριστοκράτους, ἅτε ὄντα προδότην οὐκ εἰδώς2—ἀνανδρίᾳ γὰρ καὶ ὑπὸ δειλίας φυγεῖν τότε ἤδη τῆς μάχης καὶ οὐ διὰ κακίαν οὐδεμίαν ἐδόξαζεν αὐτόν, ὥστε ἐναντίον καὶ τούτου τοὺς πεντακοσίους ἤρετο—, εἰ τιμωροῦντες τῇ πατρίδι ἀποθνήσκειν σὺν αὑτῷ ἐθελήσουσι.
另一方面,对于阿里斯托梅内斯而言,对埃拉惨遭劫掠的怜悯以及对拉刻代蒙人的仇恨,使他产生了如下的计划。他从众人中挑选出五百名他深知最不惜身命的美塞尼亚人,在其他阿卡迪亚人和阿利斯托克拉特斯听得见的地方询问他们——因为他不知道此人是个叛徒;他以为此人当时从战场逃跑只是由于不武和胆怯,而非出于任何恶念,因此甚至在这个人面前,他也询问了这五百人——是否愿意与他一同受死以报效祖国。
φαμένων δὲ ἐθέλειν3 ἀπεγύμνου τὸ πᾶν, ὡς πάντως τῆς ἐπιούσης ἑσπέρας ἐπὶ τὴν Σπάρτην ἄγειν μέλλοι· Λακεδαιμονίων γὰρ τότε δὴ μάλιστα ἐς τὴν Εἶραν ἀπῆσαν οἱ πολλοί, καὶ ἄλλοι τε ἐπεφοίτων φέροντες καὶ ἄγοντες τὰ Μεσσηνίων. “καὶ ἢν μὲν ἑλεῖν τὴν Σπάρτην καὶ κατασχεῖν δυνηθῶμεν”, ἔφασκεν ὁ Ἀριστομένης, “ἔστιν ἡμῖν ἀποδόντας Λακεδαιμονίοις τὰ ἐκείνων κομίσασθαι τὰ οἰκεῖα· ἁμαρτάνοντες δὲ ὁμοῦ ἀποθανούμεθά γε μνήμης καὶ τοῖς ἔπειτα ἄξια ἐργασάμενοι.”
在他们表示愿意之后,他便公开了全部计划,即他打算在次日傍晚务必率军直扑斯巴达;因为就在那时,拉刻代蒙人的大部分人都在埃拉而不在家,还有些人正往返于该地,抢夺并运走美塞尼亚人的财物。“如果我们能攻占并守住斯巴达,”阿里斯托梅内斯说,“我们就可以通过把拉刻代蒙人的财产还给他们,来收回我们自己的家园;但如果我们失败了,我们也至少会一同死去,并且做出了值得后世铭记的丰功伟绩。”
ταῦτα εἰπόντος τῶν Ἀρκάδων ὅσον τριακόσιοι μετέχειν καὶ αὐτοὶ τοῦ τολμήματος ἤθελον. καὶ τότε μὲν ἐπεῖχον τῆς ἐξόδου, τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς οὐ κατὰ γνώμην, τῇ δὲ ἐπιούσῃ τό τε ἀπόρρητον ἔγνωσαν σφῶν τοὺς Λακεδαιμονίους προπεπυσμένους καὶ αὐτοὶ δεύτερον ὑπὸ Ἀριστοκράτους προδεδομένοι· τὰ γὰρ τοῦ Ἀριστομένους βουλεύματα αὐτίκα ὁ Ἀριστοκράτης ἐγγράψας βιβλίῳ, καὶ τὸ βιβλίον ἐπιθεὶς τῶν οἰκετῶν ὃν ἠπίστατο ὄντα εὐνούστατον, παρὰ Ἀνάξανδρον ἀπέστελλεν ἐς Σπάρτην.
他刚说完这些,大约有三百名阿卡迪亚人也希望亲自参与这一冒险行动。当时他们暂缓了出发,因为祭祀的预兆不合他们的心意;但在第二天,他们便得知自己的秘密已被拉刻代蒙人预先获悉,而且他们自己也第二次被阿利斯托克拉特斯出卖了;因为阿利斯托克拉特斯立刻将阿里斯托梅内斯的计划写在信里,并将信交给仆人中他深知最忠诚的一个,派往斯巴达送给阿纳克桑德罗斯。
ἐπανιόντα δὲ τὸν οἰκέτην λοχῶσιν ἄνδρες τῶν Ἀρκάδων διάφοροι καὶ πρότερον τῷ Ἀριστοκράτει, σχόντες δέ τι καὶ ὕποπτον τότε ἐς αὐτόν. λοχήσαντες δὲ τὸν οἰκέτην ἐπανάγουσιν ἐς τοὺς Ἀρκάδας καὶ ἐπεδείκνυον ἐς τὸν δῆμον τὰ ἀντεπεσταλμένα ἐκ Λακεδαίμονος· ἐπέστελλε δὲ ὁ Ἀνάξανδρος, φυγήν τε αὐτῷ τὴν πρότερον ἀπὸ τῆς Μεγάλης τάφρου φάμενος οὐκ ἀνόνητον ἐκ Λακεδαιμονίων γενέσθαι, προσέσεσθαι δέ οἱ χάριν καὶ τῶν ἐν τῷ παρόντι μηνυμάτων.
然而,在这个仆人返回的路上,几个此前就与阿利斯托克拉特斯有不和、且当时也对他怀有某种怀疑的阿卡迪亚人设下埋伏。他们伏击了仆人并将其带回阿卡迪亚人面前,向民众展示了拉刻代蒙发回的复信;阿纳克桑德罗斯在信中说,他先前从“大壕沟”的逃跑对于拉刻代蒙人来说并非没有回报,而且对于这次的告密,他们也将对他追加恩赏。
ὡς δὲ ἀπηγγέλθη ταῦτα ἐς ἅπαντας, αὐτοί τε τὸν Ἀριστοκράτην ἔβαλλον οἱ Ἀρκάδες καὶ τοῖς Μεσσηνίοις διεκελεύοντο· οἱ δὲ ἐς τὸν Ἀριστομένην ἀπέβλεπον. καὶ ὁ μὲν ἐς τὴν γῆν ἀφορῶν ἔκλαιεν· τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρων ἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίου λέγουσαν πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, "εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην4 ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον. χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν."
当这些事情向所有人宣布后,阿卡迪亚人自己便开始向阿利斯托克拉特斯投掷石头,并怂恿美塞尼亚人也这样做;但美塞尼亚人却望向阿里斯托梅内斯。而阿里斯托梅内斯则凝视着地面,默默流泪;阿卡迪亚人则用石头砸死了阿利斯托克拉特斯,将他暴尸荒野、丢弃在国境之外,并在吕凯翁山的圣所里立起了一块石碑,上面写道: “时间终究为不义之王寻回了正义, 并与宙斯一同,轻易地 揪出了美塞内的叛徒。背誓之人难逃神明之眼。 万岁,王君宙斯,并保佑阿卡迪亚。”
- 4.22.1οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον
不定式 εἰδέναι 的宾语为单数阳性宾格 οὐδένα,分词 ὄντα(与 ὑπόλοιπον 搭配)与其保持一致。关系代名词 ὅτῳ 为与格(因为动词 ἀμύνω “援助、并肩作战”支配与格),并引导带有将来时动词 ἀμυνοῦσιν 的关系从句,表示目的或可能性(“他们将要去援助的”)。
- 4.22.3ἅτε ὄντα προδότην οὐκ εἰδώς
与主语(阿里斯托梅内斯)一致的单数阳性主格分词 εἰδώς(带否定词 οὐκ)与 ἅτε 连用,表示客观原因。ὄντα 是说明宾语(省略的阿利斯托克拉特斯)状态的表语分词,意为“因为他不知道[他]是个叛徒”。
- 4.22.4φαμένων δὲ ἐθέλειν
使用现在分词 φαμένων 的属格独立结构。其逻辑主语是前一句中被询问的“五百名美塞尼亚人(τοὺς πεντακοσίους)”。
- 4.22.7εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην
诗句的一部分。属格 Μεσσήνης 应被理解为修饰 τὸν προδότην(“叛徒”)的宾格性属格(“对美塞内的叛徒”)。σὺν Διί(“与宙斯一同”)表明时间(χρόνος)的作用与神圣意志相协同。
