← 保萨尼亚斯

希腊志

§3.8.1-3.8.10

阿吉斯二世的远征与阿格西劳斯的王位继承

讲述斯巴达国王阿吉斯二世的军事功绩(如因奥林匹克竞技而对厄利斯进行的远征),以及在他死后,阿格西劳斯与阿吉斯之子莱奥提基德斯因后者出身合法性产生的王位继承争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8.1

Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος1 παῖδας Ἆγίς τε πρεσβύτερος ἦν ἡλικίᾳ καὶ παρέλαβεν ἀντὶ Ἀγησιλάου τὴν ἀρχήν. ἐγένετο δὲ Ἀρχιδάμῳ καὶ θυγάτηρ, ὄνομα μὲν Κυνίσκα, φιλοτιμότατα δὲ ἐς τὸν ἀγῶνα ἔσχε τὸν Ὀλυμπικόν καὶ πρώτη τε ἱπποτρόφησε γυναικῶν καὶ νίκην ἀνείλετο Ὀλυμπικὴν πρώτη. Κυνίσκας δὲ ὕστερον γυναιξὶ καὶ ἄλλαις καὶ μάλιστα ταῖς ἐκ Λακεδαίμονος γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ὧν ἐπιφανεστέρα ἐς τὰς νίκας οὐδεμία ἐστὶν αὐτῆς.

当阿尔基达莫斯去世并留下子嗣时,阿吉斯因年龄较长,代替阿格西劳斯继承了王位。阿尔基达莫斯还有一个女儿,名叫库尼丝卡,她对奥林匹克竞技怀有极大的抱负,是女性中第一个饲养马匹并第一个获得奥林匹克胜利的人。在库尼丝卡之后,其他女性,特别是来自拉刻代蒙的女性,也获得了奥林匹克的胜利,但就其胜利而言,没有人的名声能超过她。

§3.8.2

δοκοῦσι δὲ οἱ Σπαρτιᾶταί μοι ποίησιν καὶ ἔπαινον τὸν ἀπʼ αὐτῆς ἥκιστα ἀνθρώπων θαυμάσαι· ὅτι γὰρ μὴ τῇ Κυνίσκᾳ τὸ ἐπίγραμμα ἐποίησεν ὅστις δή, καὶ ἔτι πρότερον Παυσανίᾳ τὸ ἐπὶ τῷ τρίποδι Σιμωνίδης τῷ ἀνατεθέντι ἐς Δελφούς, ἄλλο γε παρὰ ἀνδρὸς ποιητοῦ Λακεδαιμονίων τοῖς βασιλεῦσιν οὐδέν ἐστιν ἐς μνήμην.

但在我看来,斯巴达人对诗歌及由此产生的赞美,在所有人中最不重视。因为除了不知何人特地为库尼丝卡创作的铭文,以及更早之前西蒙尼德斯为帕桑尼亚斯在德尔斐奉纳的三脚锅上所作的诗之外,没有任何其他出自诗人之手的作品作为拉刻代蒙国王们的纪念存留下来。

§3.8.3

ἐπὶ δὲ Ἄγιδος τοῦ Ἀρχιδάμου βασιλεύοντος Λακεδαιμονίοις ἄλλα τε ἐγένετο ἐς Ἠλείους ἐγκλήματα καὶ τοῦ ἀγῶνος τοῦ Ὀλυμπικοῦ καὶ ἱεροῦ τοῦ Ὀλυμπίασιν ὑπʼ αὐτῶν εἰργόμενοι μάλιστα ἤχθοντο. ἀποστέλλουσιν οὖν κήρυκα ἐπίταγμα φέροντα Ἠλείοις Λεπρεάτας τε αὐτονόμους ἀφιέναι καὶ ὅσοι τῶν περιοίκων ἄλλοι σφίσιν ἦσαν ὑπήκοοι. ἀποκριναμένων δὲ Ἠλείων ὡς ἐπειδὰν τὰς περιοικίδας τῆς Σπάρτης πόλεις ἴδωσιν ἐλευθέρας, οὐδὲ αὐτοὶ μελλήσουσιν ἔτι ἀφιέναι τὰς ἑαυτῶν, οὕτω Λακεδαιμόνιοι καὶ ὁ βασιλεὺς Ἆγις ἐσβάλλουσιν ἐς τὴν Ἠλείαν.

在阿尔基达莫斯之子阿吉斯统治时期,拉刻代蒙人对厄利斯人产生了一些其他的不满,尤其是因为被他们排除在奥林匹克竞技及奥林匹亚神殿之外,这让他们感到极其愤慨。因此,他们派遣传令官向厄利斯人送去命令,要求他们让莱普里安人自治,并释放其他属于他们臣属的周边居民。但当厄利斯人回答说,一旦他们看到斯巴达周边的城邦获得自由,他们自己也绝不会再迟疑释放自己的臣属,于是拉刻代蒙人和阿吉斯国王便入侵了厄利斯。

§3.8.4

τότε μὲν δὴ τοῦ θεοῦ σείσαντος ὀπίσω τὸ στράτευμα ἀπεχώρησεν ἄχρι Ὀλυμπίας καὶ τοῦ Ἀλφειοῦ προελθόντες·2 τῷ δὲ ἐφεξῆς ἔτει τήν τε χώραν ἐδῄωσεν ὁ Ἆγις καὶ ἤλασε τῆς λείας τὴν πολλήν. Ξενίας δὲ ἀνὴρ Ἠλεῖος Ἄγιδί τε ἰδίᾳ ξένος καὶ Λακεδαιμονίων τοῦ κοινοῦ πρόξενος ἐπανέστη τῷ δήμῳ σὺν τοῖς τὰ χρήματα ἔχουσι· πρὶν δὲ Ἆγιν καὶ τὸν στρατὸν ἀφῖχθαί σφισιν ἀμύνοντας, Θρασυδαῖος προεστηκὼς τότε τοῦ Ἠλείων δήμου μάχῃ Ξενίαν καὶ τοὺς σὺν αὐτῷ κρατήσας ἐξέβαλεν ἐκ τῆς πόλεως.

当时,由于神明降下地震,军队在推进到奥林匹亚和阿尔菲奥斯河之后便撤回了。但在第二年,阿吉斯蹂躏了该地区,并掠夺了大部分战利品。克塞尼亚斯,一个厄利斯人,他个人是阿吉斯的客友,也是拉刻代蒙城邦的招待官,与那些富有的人一起起义反抗民众;但在阿吉斯和军队抵达援助他们之前,当时领导厄利斯民主派的特拉西代乌斯在战斗中击败了克塞尼亚斯及其同伙,并将他们赶出了城。

§3.8.5

Ἆγις δὲ ὡς ἀπήγαγεν ὀπίσω τὴν στρατιάν, Λυσίστρατον Σπαρτιάτην καὶ μοῖράν τε τῆς δυνάμεως καὶ Ἠλείων καταλείπει τοὺς φυγάδας, κακουργεῖν σφᾶς ὁμοῦ Λεπρεάταις τὴν χώραν. τρίτῳ δὲ ἔτει τοῦ πολέμου Λακεδαιμόνιοι μὲν καὶ Ἆγις παρεσκευάζοντο ὡς ἐς τὴν Ἠλείαν καὶ τότε ἐσβαλοῦντες· οἱ δὲ Ἠλεῖοι καὶ Θρασυδαῖος—κεκακωμένοι γὰρ ἐς τὸ ἔσχατον ἦσαν— συγχωροῦσι μήτε τῶν περιοίκων ἔτι ἄρχειν καὶ τοῦ ἄστεως κατερεῖψαι τὸ τεῖχος, Λακεδαιμονίους τε ἐν Ὀλυμπίᾳ καὶ θύειν τῷ θεῷ καὶ τὸν ἀγῶνα ἐξεῖναί σφισιν ἀγωνίζεσθαι.

阿吉斯撤回军队后,留下了斯巴达人利西斯特拉托斯和一部分兵力,以及厄利斯流亡者,让他们与莱普里安人一起骚扰该地区。战争的第三年,拉acedaemon人和阿吉斯准备在此时也入侵厄利斯。然而,厄利斯人和特拉西代乌斯——因为他们已经被逼入了绝境——同意不再统治他们的周边居民,并拆除城市的城壁,允许拉acedaemon人在奥林匹亚向神献祭并参加竞技。

§3.8.6

ἐνέβαλλε δὲ καὶ ἐς τὴν Ἀττικὴν συνεχῶς ὁ Ἆγις στρατιᾷ καὶ ἐπετείχισε φρούριον Ἀθηναίοις τὸ ἐν Δεκελείᾳ· καταλυθέντος δὲ ἐν Αἰγὸς ποταμοῖς τοῦ Ἀθηναίων ναυτικοῦ Λύσανδρος ὁ Ἀριστοκρίτου καὶ Ἆγις ὅρκους μὲν θεῶν ὑπερέβησαν, οὓς ὤμοσαν Ἀθηναίοις ἐν κοινῷ Λακεδαιμόνιοι, κατὰ σφᾶς δὲ αὐτοὶ καὶ οὐ μετὰ Σπαρτιατῶν τοῦ κοινοῦ τὸ βούλευμα ἐς τοὺς συμμάχους ἐξήνεγκαν ἐκκόψαι προρρίζους τὰς Ἀθήνας.

阿吉斯还不断率军侵入阿提卡,并在德凯莱亚为防御雅典人而修筑了要塞。当雅典海军在羊角河全军覆没时,阿里斯托克里托斯之子赖桑德和阿吉斯违背了拉acedaemon人共同对雅典人所立的神圣誓言,他们仅凭自己,而在没有通过斯巴达人国家大会的情况下,向同盟国提出将雅典连根拔起的提议。

§3.8.7

τὰ μὲν οὖν ἐς πόλεμον μάλιστα ἐπίσημα τοιαῦτα ὑπῆρχε τῷ Ἄγιδι· προπέτειαν δὲ τὴν Ἀρίστωνος ἐς Δημάρατον καὶ Ἆγις ἐς τὸν παῖδα ἔσχε Λεωτυχίδην, καί οἱ κατά τινα οὐκ ἀγαθὸν δαίμονα ἐσῆλθεν ἐς ἐπήκοον τῶν ἐφόρων εἰπεῖν3 ὡς οὐχ αὑτοῦ νομίζοι Λεωτυχίδην. ἐπέλαβε μέντοι καὶ Ἆγιν μετάνοια ὕστερον, καὶ—ἔφερον γὰρ τηνικαῦτα οἴκαδε ἐξ Ἀρκαδίας αὐτὸν νοσοῦντα—ὡς ἐγίνετο ἐν Ἡραίᾳ, καὶ τὸ πλῆθος μάρτυρας ἐποιεῖτο ἦ μὴν Λεωτυχίδην ἑαυτοῦ παῖδα ἡγεῖσθαι καί σφισι σὺν ἱκεσίᾳ τε καὶ δακρύοις ἐπέσκηπτε πρὸς Λακεδαιμονίους ταῦτα ἀπαγγέλλειν.

关于阿吉斯在战争中最显著的事迹便是这些。然而,阿吉斯在对待其子莱奥提基德斯时,也犯了与阿里斯顿对待德马拉托斯同样的轻率错误。因为在某种不吉利的恶魔作用下,他居然在监督官们能听到的地方说出自己不认为莱奥提基德斯是自己的儿子。然而,阿吉斯后来也感到后悔。当时他因病正被从阿卡迪亚送回家中,当他到达赫莱亚时,他让民众作证,声明自己确实视莱奥提基德斯为自己的儿子,并带着恳求和眼泪吩咐他们向拉acedaemon人转达这些话。

§3.8.8

μετὰ δὲ Ἆγιν ἀποθανόντα ἀπήλαυνεν Ἀγησίλαος τῆς βασιλείας Λεωτυχίδην, ἐς μνήμην ἄγων Λακεδαιμονίοις τὰ ὑπὸ Ἄγιδός ποτε λεχθέντα ἐς τὸν Λεωτυχίδην. ἀφίκοντο δὲ καὶ οἱ ἐξ Ἡραίας Ἀρκάδες καὶ ἦσαν τῷ Λεωτυχίδῃ μάρτυρες ὁπόσα Ἄγιδος τελευτῶντος ἤκουσαν.

阿吉斯死后,阿格西劳斯将莱奥提基德斯排斥在王位之外,使拉acedaemon人想起阿吉斯曾经对莱奥提基德斯所说的话。来自阿卡迪亚赫莱亚的人也来到这里,为莱奥提基德斯作证,证明他们在阿吉斯临终前所听到的一切。

§3.8.9

τῷ δὲ Ἀγησιλάῳ καὶ Λεωτυχίδῃ παρέσχεν ἐς πλέον τὸ μάντευμα ἀντιλογίαν τὸ ἐκ Δελφῶν, γεγονὸς μὲν ἐκεῖ, ἔχον δὲ οὕτω· "φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι φθερσιβρότου τʼ ἐπὶ κῦμα κυκωόμενον πολέμοιο."

而来自德尔斐的神谕——它曾在那里降下,内容如下——给阿格西劳斯和莱奥提基德斯提供了进一步的争端: “好好审视吧,斯巴达,尽管你非常自豪,免得在你双足健全之时,残缺的王权却发了芽。因为在毁灭人类的战争波涛翻滚之下,长久以来意想不到的劳苦将支配着你。”

§3.8.10

τότε οὖν Λεωτυχίδης μὲν ἐς Ἀγησίλαον ταῦτα ἔφασκεν εἰρῆσθαι, τὸν γὰρ δὴ ἕτερον τῶν ποδῶν ἐπεπήρωτο ὁ Ἀγησίλαος· Ἀγησίλαος δὲ ἐς Λεωτυχίδην αὐτὰ ἔτρεπεν οὐ γνήσιον ὄντα Ἄγιδος. Λακεδαιμόνιοι δέ, καίπερ ἐπὶ σφίσιν ὄν,4 οὐκ ἐπανήγαγον τὸ ἀμφισβήτημα ἐς Δελφούς· αἴτιος δʼ ἐμοὶ δοκεῖν5 Λύσανδρος ἐγένετο ὁ Ἀριστοκρίτου Ἀγησιλάῳ συσπεύδων ἐξ ἅπαντος τὴν βασιλείαν γενέσθαι.

于是当时,莱奥提基德斯声称这是针对阿格西劳斯说的,因为阿格西劳斯确实有一只脚残疾。但阿格西劳斯则将此转而针对莱奥提基德斯,指出他并非阿吉斯的亲生儿子。拉acedaemon人尽管拥有决定权,却不曾把这一争议送回德尔斐。在我看来,其原因在于阿里斯托克里托斯之子赖桑德全力协助阿格西劳斯取得王位。

语法注5 条
  1. 3.8.1Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος

    属格绝对结构 Ἀρχιδάμου ... καταλιπόντος(阿尔基达莫斯留下了……)中嵌入了时间状语从句 ὡς ἐτελεύτα(当他去世时)。

  2. 3.8.4προελθόντες

    属于“依意一致”(constructio ad sensum)。尽管语法上的主语是单数中性名词 τὸ στράτευμα(军队),但因其指代复数概念(士兵们),故分词使用了主格、阳性、复数形式。

  3. 3.8.7ἐσῆλθεν ... εἰπεῖν

    非人称动词用法。不定式 εἰπεῖν(说)作为 ἐσῆλθεν 的实际主语,代词与格 οἱ 充当关系与格。

  4. 3.8.10καίπερ ἐπὶ σφίσιν ὄν

    宾格绝对结构。非人称短语 ἐπὶ σφίσιν ἐστί(这在他们的决定权中)的变格分词 ὄν 与 καίπερ 连用,表示让步意义,“尽管这属于他们的决定权”。

  5. 3.8.10ἐμοὶ δοκεῖν

    限制性(或绝对)不定式的习惯用法,意为“在我看来”或“依我之见”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(5 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 5 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.8.1-3.8.10