- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.19.7-3.19.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
本文叙述了通往塞拉普涅道路上的各式神殿及其由来,探讨了阿瑞斯·塞里塔斯别名的起源,并详述了关于海伦在罗得斯岛流亡与遇害的异说,以及莱奥尼穆斯访问阿喀琉斯的莱乌克岛并带回海伦让斯特西科罗斯写下《悔歌》以恢复视力的神示。
κατὰ δὲ τὴν ὁδὸν Ἀθηνᾶς ξόανόν ἐστιν Ἀλέας. πρὶν δὲ ἢ διαβῆναι τὸν Εὐρώταν, ὀλίγον ὑπὲρ τῆς ὄχθης ἱερὸν δείκνυται Διὸς Πλουσίου. διαβᾶσι1 δὲ Κοτυλέως ἐστὶν Ἀσκληπιοῦ ναός, ὃν ἐποίησεν Ἡρακλῆς· καὶ Ἀσκληπιὸν Κοτυλέα ὠνόμασεν ἀκεσθεὶς τὸ τραῦμα τὸ ἐς τὴν κοτύλην οἱ γενόμενον ἐν τῇ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας προτέρᾳ μάχῃ. ὁπόσα δὲ πεποίηται κατὰ τὴν ὁδὸν ταύτην, ἐστὶν ἀρχαιότατον αὐτῶν Ἄρεως ἱερόν. τοῦτό ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, καὶ τὸ ἄγαλμα τοὺς Διοσκούρους φασὶ κομίσαι ἐκ Κόλχων·
在道路旁,有一尊阿莱亚的雅典娜木雕像。在渡过欧罗塔斯河之前,在河岸稍上方,有一座富裕的宙斯神殿。对渡过河的人来说,有一座股关节的阿斯克勒庇俄斯神殿,是赫拉克勒斯建造的;由于他在先前与希波科翁及其子们的战斗中股关节受的伤得到了治愈,他便将阿斯克勒庇俄斯命名为“股关节的”。在这条道路旁建造的所有建筑物中,最古老的是阿瑞斯的神殿。这在道路的左侧,据说其神像是狄奥斯库洛伊从科尔基斯运来的。
Θηρίταν δὲ ἐπονομάζουσιν ἀπὸ Θηροῦς, ταύτην γὰρ τροφὸν εἶναι τοῦ Ἄρεως λέγουσι. τάχα δʼ ἂν ἀκηκοότες παρὰ Κόλχων Θηρίταν λέγοιεν, ἐπεὶ Ἔλληνές γε οὐκ ἴσασιν Ἄρεως τροφὸν Θηρώ· δοκεῖν δέ μοι2 Θηρίτας οὐ διὰ τὴν τροφὸν ἡ ἐπωνυμία τῷ Ἄρει γέγονεν, ὅτι δὲ3 ἀνδρὶ χρὴ πολεμίῳ καταστάντα ἐς μάχην οὐδὲν ἔτι ἔχειν ἤπιον, καθὰ δὴ καὶ Ὁμήρῳ περὶ Ἀχιλλέως πεποίηται "λέων δʼ ὣς ἄγρια οἶδεν. "
他们因塞罗而称他为塞里塔斯,因为据说她是阿瑞斯的乳母。或许他们是从科尔基斯人那里听说才称他为塞里塔斯,因为至少希腊人并不知道塞罗是阿瑞斯的乳母。但依我之见,塞里塔斯这个别名并非因为乳母而给阿瑞斯的,而是因为当一个人与敌手展开战斗时,便绝不能再有任何温情,正如荷马在描写阿喀琉斯时所写的那样: “他如同狮子,只知凶残之事。 ”
Θεράπνη δὲ ὄνομα μὲν τῷ χωρίῳ γέγονεν ἀπὸ τῆς Λέλεγος θυγατρός, Μενελάου δέ ἐστιν ἐν αὐτῇ ναός, καὶ Μενέλαον καὶ Ἑλένην ἐνταῦθα ταφῆναι λέγουσιν. Ῥόδιοι δὲ οὐχ ὁμολογοῦντες Λακεδαιμονίοις φασὶν Ἑλένην Μενελάου τελευτήσαντος, Ὀρέστου δὲ ἔτι πλανωμένου, τηνικαῦτα ὑπὸ Νικοστράτου καὶ Μεγαπένθους διωχθεῖσαν ἐς Ῥόδον ἀφικέσθαι Πολυξοῖ τῇ Τληπολέμου γυναικὶ ἔχουσαν ἐπιτηδείως·4
塞拉普涅这个地方的名字源于莱莱克斯的女儿。其中有墨涅拉俄斯的神殿,人们说墨涅拉俄斯和海伦便葬在这里。但罗得斯人不同意拉刻代蒙人的说法,他们说在墨涅拉俄斯去世、奥雷斯特斯尚在流浪之时,海伦当时被尼科斯特拉托斯和梅加彭忒斯驱逐,来到了罗得斯岛,因为她与特勒波勒摩斯的妻子波吕克索关系亲密。
εἶναι γὰρ καὶ Πολυξὼ τὸ γένος Ἀργείαν, Τληπολέμῳ δὲ ἔτι πρότερον συνοικοῦσαν φυγῆς μετασχεῖν τῆς ἐς Ῥόδον καὶ τῆς νήσου τηνικαῦτα ἄρχειν ὑπολειπομένην ἐπὶ ὀρφανῷ παιδί. ταύτην τὴν Πολυξώ φασιν ἐπιθυμοῦσαν Ἑλένην τιμωρήσασθαι τελευτῆς τῆς Τληπολέμου τότε, ὡς ἔλαβεν αὐτὴν ὑποχείριον, ἐπιπέμψαι οἱ λουμένῃ θεραπαίνας Ἐρινύσιν ἴσα ἐσκευασμένας· καὶ αὗται διαλαβοῦσαι δὴ τὴν Ἑλένην αἱ γυναῖκες ἀπάγχουσιν ἐπὶ δένδρου, καὶ ἐπὶ τούτῳ Ῥοδίοις Ἑλένης ἱερόν ἐστι Δενδρίτιδος.
因为波吕克索本身也是阿尔戈斯人,在更早之前就嫁给了特勒波勒摩斯,并与他一同逃亡到罗得斯岛,当时她带着一个孤儿留在岛上担当统治者。据说这个波吕克索当时渴望为特勒波勒摩斯之死向海伦复仇,一当她将海伦控制在手中,便趁她沐浴时,派去了一些打扮得像厄里倪厄斯一样的女仆;这些女人确实抓住了海伦并把她吊死在树上,因此罗得斯人建有“树木的”海伦神殿。
ὃν δὲ οἶδα λέγοντας Κροτωνιάτας περὶ Ἑλένης λόγον, ὁμολογοῦντας δέ σφισι καὶ Ἱμεραίους, ἐπιμνησθήσομαι καὶ τοῦδε. ἔστιν ἐν τῷ Εὐξείνῳ νῆσος κατὰ τοῦ Ἴστρου τὰς ἐκβολὰς Ἀχιλλέως ἱερά· ὄνομα μὲν τῇ νήσῳ Λευκή, περίπλους δὲ αὐτῇ σταδίων εἴκοσι, δασεῖα δὲ ὕλῃ πᾶσα καὶ πλήρης ζῴων ἀγρίων καὶ ἡμέρων, καὶ ναὸς Ἀχιλλέως καὶ ἄγαλμα ἐν αὐτῇ.
至于我所知道的克罗托内人关于海伦所说的话,以及希梅拉人也同意他们的说法,我对此也将予以提及。在攸克辛海中,靠近伊斯特罗河的出口处,有一座献给阿喀琉斯的岛屿。这座岛的名字叫莱乌克,其周长为二十斯塔迪翁,全岛草木茂密,充满着野生和驯养的野兽,岛上有一座阿喀琉斯的神殿和神像。
ἐς ταύτην πρῶτος ἐσπλεῦσαι λέγεται Κροτωνιάτης Λεώνυμος. πολέμου γὰρ Κροτωνιάταις συνεστηκότος πρὸς τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, τῶν Λοκρῶν κατὰ οἰκειότητα πρὸς Ὀπουντίους Αἴαντα τὸν Ὀιλέως ἐς τὰς μάχας ἐπικαλουμένων, ὁ Λεώνυμος Κροτωνιάταις στρατηγῶν ἐπῄει τοῖς ἐναντίοις κατὰ τοῦτο ᾗ προτετάχθαι σφίσι τὸν Αἴαντα ἤκουε.5 τιτρώσκεται δὴ τὸ στέρνον καὶ— ἔκαμνε γὰρ ὑπὸ τοῦ τραύματος—ἀφίκετο ἐς Δελφούς. ἐλθόντα δὲ ἡ Πυθία Λεώνυμον ἀπέστελλεν ἐς νῆσον τὴν Λευκήν, ἐνταῦθα εἰποῦσα αὐτῷ φανήσεσθαι τὸν Αἴαντα καὶ ἀκέσεσθαι τὸ τραῦμα.
据说第一个航行到这座岛上的是克罗托内人莱奥尼穆斯。因为在克罗托内人与意大利的洛克里人之间发生战争时,洛克里人因与奥朋提亚人的亲戚关系,在战斗中召唤了俄琉斯之子埃阿斯,而指挥克罗托内人的莱奥尼穆斯,便朝着他听说埃阿斯被部署在他们前方的那个位置向敌人发起进攻。他的胸部受了伤,而且——因为他正因伤口而痛苦——他便前往德尔斐。当他到来时,皮提亚派遣莱奥尼穆斯前往莱乌克岛,并对他说在那里埃阿斯会向他显现并治愈他的伤口。
χρόνῳ δὲ ὡς ὑγιάνας ἐπανῆλθεν ἐκ τῆς Λευκῆς, ἰδεῖν μὲν ἔφασκεν Ἀχιλλέα, ἰδεῖν δὲ τὸν Ὀιλέως καὶ τὸν Τελαμῶνος Αἴαντα, συνεῖναι δὲ καὶ Πάτροκλόν σφισι καὶ Ἀντίλοχον· Ἑλένην δὲ Ἀχιλλεῖ μὲν συνοικεῖν, προστάξαι δέ οἱ πλεύσαντι ἐς Ἱμέραν πρὸς Στησίχορον ἀγγέλλειν ὡς ἡ διαφθορὰ τῶν ὀφθαλμῶν ἐξ Ἑλένης γένοιτο αὐτῷ μηνίματος. Στησίχορος μὲν ἐπὶ τούτῳ τὴν παλινῳδίαν ἐποίησεν·
后来当他痊愈并从莱乌克岛返回时,他说自己见到了阿喀琉斯,也见到了俄琉斯之子和忒拉蒙之子埃阿斯,而且帕特罗克洛斯和安提洛科斯也与他们在一起;海伦与阿喀琉斯生活在一起,并命令他航行到希梅拉,向斯特西科罗斯传话说,他双目失明是由于海伦的愤怒所致。斯特西科罗斯因此作了《悔歌》。
- 3.19.7διαβᾶσι
阳性复数不定过去时主动分词与格。在此处用作关系与格(“对于渡河的人来说”)或时间/条件与格(“渡河之后”)。
- 3.19.8δοκεῖν δέ μοι
不定式的绝对用法(插入语不定式),起插入短语的作用,意为“依我之见”或“在我看来”。
- 3.19.8ὅτι δὲ
由 ὅτι 引导的原因从句,与前面的否定从句 οὐ διὰ τὴν τροφὸν... 形成对比。前句中的谓语 ἡ ἐπωνυμία γέγονεν(别名由此产生)在此处被省略。此外,宾格分词 καταστάντα 与不定式 ἔχειν 所暗示的一般性主语保持一致。
- 3.19.9ἔχουσαν ἐπιτηδείως
副词 ἐπιτηδείως(亲密地、友好地)与 ἔχω 的分词连用,表示“处于亲密的状态”。阴性单数宾格现在分词 ἔχουσαν 修饰不定式 ἀφικέσθαι 的逻辑主语 Ἑλένην。
- 3.19.12κατὰ τοῦτο ᾗ προτετάχθαι σφίσι τὸν Αἴαντα ἤκουε
结构分析。关系副词 ᾗ 修饰 κατὰ τοῦτο(在该处)。在关系从句中,动词 ἤκουε 支配一个宾格加不定式结构(προτετάχθαι ... τὸν Αἴαντα)。σφίσι(对他们而言)是用作指代洛克里人(敌军)的与格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
