- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.18.1-3.18.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
作者阐述了帕萨尼亚斯纪念像旁的阿佛洛狄忒和睡眠等神像,以及眼睛守护者阿典娜与阿蒙圣所的起源,并对克纳吉亚·阿典娜的传说进行了批判。随后他介绍了阿米克莱的蒂亚萨河、五项全能运动员的碑石,以及巴堤克勒斯制作的著名的阿波罗王座。
τῶν δὲ ἀνδριάντων τοῦ Παυσανίου πλησίον ἐστὶν Ἀμβολογήρας Ἀφροδίτης ἄγαλμα ἱδρυμένον κατὰ μαντείαν, ἄλλα δὲ Ὕπνου καὶ Θανάτου· καὶ σφᾶς ἀδελφοὺς εἶναι κατὰ τὰ ἔπη τὰ ἐν Ἰλιάδι ἥγηνται.1
在帕萨尼亚斯塑像的附近,立有一尊根据神谕建造的阿佛洛狄忒·安博罗格拉(延缓衰老者阿佛洛狄忒)的神像,还有其他关于许普诺斯与塔纳托斯的神像;人们根据《伊利亚特》中的诗句,认为他们是兄弟。
ἰόντι2 δὲ ὡς ἐπὶ τὸ Ἀλπίον καλούμενον ναός ἐστιν Ἀθηνᾶς Ὀφθαλμίτιδος· ἀναθεῖναι δὲ Λυκοῦργον λέγουσιν ἐκκοπέντα τῶν ὀφθαλμῶν τὸν ἕτερον ὑπὸ Ἀλκάνδρου, διότι οὓς ἔθηκε νόμους οὐκ ἀρεστοὺς συνέβαινεν εἶναι τῷ Ἀλκάνδρῳ. διαφυγὼν δὲ ἐς τοῦτο τὸ χωρίον Λακεδαιμονίων ἀμυνάντων μὴ προσαπολέσθαι οἱ καὶ τὸν λειπόμενον ὀφθαλμόν, οὕτω ναὸν Ὀφθαλμίτιδος Ἀθηνᾶς ἐποίησε.
在走向被称为阿尔皮翁的地方时,有一座阿典娜·奥普塔尔米蒂斯(眼睛的守护者阿典娜)的神殿;人们说,这是吕库古在被阿尔坎德罗斯击瞎了一只眼睛后奉纳的,因为吕库古所制定的法律碰巧不合阿尔坎德罗斯的心意。吕库古逃到这个地方,在斯巴达人的保护下,使他不致连剩下的一只眼睛也一同失去,于是他便建造了阿典娜·奥普塔尔米蒂斯的神殿。
προελθόντι δὲ ἐντεῦθεν ἱερόν ἐστιν Ἄμμωνος· φαίνονται δὲ ἀπʼ ἀρχῆς Λακεδαιμόνιοι μάλιστα Ἑλλήνων χρώμενοι τῷ ἐν Λιβύῃ μαντείῳ. λέγεται δὲ καὶ Λυσάνδρῳ πολιορκοῦντι Ἄφυτιν τὴν ἐν τῇ Παλλήνῃ νύκτωρ ἐπιφανέντα Ἄμμωνα προαγορεύειν ὡς ἄμεινον ἐκείνῳ τε ἔσοιτο καὶ τῇ Λακεδαίμονι πολέμου πρὸς Ἀφυταίους παυσαμένοις· καὶ οὕτω τὴν πολιορκίαν διέλυσεν ὁ Λύσανδρος καὶ Λακεδαιμονίους τὸν θεὸν σέβειν προήγαγεν ἐς πλέον, Ἀφυταῖοι δὲ τιμῶσιν Ἄμμωνα οὐδὲν ἧσσον ἢ οἱ Ἀμμώνιοι Λιβύων.
从这里继续前行,有一座阿蒙的圣所;斯巴达人似乎从一开始就是希腊人中最常求问利比亚神谕的。据说,当吕山德罗斯围攻帕勒涅的阿菲蒂斯时,阿蒙在夜间向他显现,并预言说,如果他们停止对阿菲蒂斯人的战争,对他本人和斯巴达都会更好;吕山德罗斯因此解除了围攻,并引导斯巴达人更加虔诚地崇拜这位神明,而阿菲蒂斯人对阿蒙的尊崇,丝毫不亚于利比亚的阿蒙人。
τὰ δὲ ἐς τὴν Κναγίαν Ἄρτεμίν ἐστιν οὕτω λεγόμενα· Κναγέα ἄνδρα ἐπιχώριον στρατεῦσαί φασιν ἐς Ἄφιδναν ὁμοῦ τοῖς Διοσκούροις, ληφθέντα δὲ αἰχμάλωτον ἐν τῇ μάχῃ καὶ πραθέντα ἐς Κρήτην δουλεύειν ἔνθα ἦν Ἀρτέμιδος τοῖς Κρησὶν ἱερόν, ἀνὰ χρόνον δὲ αὐτόν τε ἀποδρᾶναι καὶ παρθένον τὴν ἱερωμένην ἔχοντα οἴχεσθαι τὸ ἄγαλμα ἀγομένην. ἐπὶ τούτῳ δὲ λέγουσιν ὀνομάζειν Κναγίαν Ἄρτεμιν·
关于克纳吉亚·阿尔忒弥斯的说法如下:他们说,克纳格乌斯这位当地人与迪奥斯库洛伊一同远征阿菲德奈,他在战斗中被俘,并被卖到克里特岛为奴,那里有克里特人的阿尔忒弥斯圣所;随着时间推移,他逃了出去,带走了担任女祭司的处女,并在他们离去时带走了那尊神像。他们说,因此该神像被称为克纳吉亚·阿尔忒弥斯。
ἐμοὶ δὲ οὗτος ὁ Κναγεὺς ἄλλως ἀφικέσθαι πως ἐς Κρήτην φαίνεται καὶ οὐχ ὡς οἱ Λακεδαιμόνιοί φασιν, ἐπεὶ μηδὲ γενέσθαι δοκῶ3 πρὸς Ἀφίδνῃ μάχην Θησέως τε ἐν Θεσπρώτοις ἐχομένου καὶ Ἀθηναίων οὐχ ὁμονοούντων ἀλλὰ ἐς Μενεσθέα ῥεπόντων μᾶλλον ταῖς εὐνοίαις. οὐ μὴν οὐδὲ ἀγῶνος συμβάντος πείθοιτο ἄν τις αἰχμαλώτους ληφθῆναι παρὰ τῶν κρατησάντων, ἄλλως τε καὶ παρὰ πολὺ γενομένης τῆς νίκης, ὥστε ἁλῶναι καὶ αὐτὴν Ἄφιδναν.
但在我看来,这位克纳格乌斯似乎是以某种其他方式到达克里特的,而不是像斯巴达人所说的那样,因为我认为,在阿菲德奈根本没有发生过战斗,当时忒修斯正被囚禁在塞斯普罗蒂斯,而雅典人内部并不和睦,反而更倾向于支持梅涅斯修斯。况且,即使发生了战斗,人们也不会相信胜者一方会有人被俘,特别是由于这场胜利优势巨大,以至于阿菲德奈本身都被攻陷了。
τάδε μὲν ἐς τοσοῦτον ἐξητάσθω· ἐς Ἀμύκλας δὲ κατιοῦσιν ἐκ Σπάρτης ποταμός ἐστι Τίασα· θυγατέρα δὲ νομίζουσιν εἶναι τοῦ Εὐρώτα τὴν Τίασαν, καὶ πρὸς αὐτῇ Χαρίτων ἐστὶν ἱερὸν Φαέννας καὶ Κλητᾶς, καθὰ δὴ καὶ Ἀλκμὰν ἐποίησεν. ἱδρύσασθαι δὲ Λακεδαίμονα4 Χάρισιν ἐνταῦθα τὸ ἱερὸν καὶ θέσθαι τὰ ὀνόματα ἥγηνται.
关于这些事情就探究到这里。从斯巴达下到阿米克莱,有一条名叫蒂亚萨的河流;人们认为蒂亚萨是欧罗塔斯之女;在河旁有一座美惠女神中法恩娜与克莱塔的圣所,正如阿尔克曼在其诗中所写的那样。人们认为,是拉栖代梦在此为美惠女神建立了圣所,并为她们命名了这些名字。
τὰ δὲ ἐν Ἀμύκλαις θέας ἄξια ἀνὴρ πένταθλός ἐστιν ἐπὶ στήλης ὄνομα Αἴνητος· τούτῳ νικήσαντι Ὀλυμπίασι καὶ ἔτι στεφανουμένῳ γενέσθαι τοῦ βίου τὴν τελευτὴν λέγουσι. τούτου τε οὖν ἐστιν εἰκὼν καὶ τρίποδες χαλκοῖ· τοὺς δὲ ἀρχαιοτέρους δεκάτην τοῦ πρὸς Μεσσηνίους πολέμου φασὶν εἶναι.
在阿米克莱值得一看的是一块碑石上名为艾内托斯的五项全能运动员像;据说,他在奥林匹亚赢得胜利后,还在被戴上花冠的时候,生命便走到了尽头。因而这里有他的画像,还有青铜三脚鼎;人们说,其中较古老的是对美塞尼亚人战争的什一奉献。
ὑπὸ μὲν δὴ τῷ πρώτῳ τρίποδι Ἀφροδίτης ἄγαλμα ἑστήκει, Ἄρτεμις δὲ ὑπὸ τῷ δευτέρῳ, Γιτιάδα καὶ αὐτοὶ τέχνη καὶ τὰ ἐπειργασμένα, ὁ τρίτος δέ ἐστιν Αἰγινήτου Κάλλωνος· ὑπὸ τούτῳ δὲ ἄγαλμα Κόρης τῆς Δήμητρος ἕστηκεν. Ἀρίστανδρος δὲ Πάριος καὶ Πολύκλειτος Ἀργεῖος ὁ μὲν γυναῖκα ἐποίησεν ἔχουσαν λύραν, Σπάρτην δῆθεν, Πολύκλειτος δὲ Ἀφροδίτην παρὰ Ἀμυκλαίῳ καλουμένην. οὗτοι δὲ οἱ τρίποδες μεγέθει τε ὑπὲρ τοὺς ἄλλους εἰσὶ καὶ ἀπὸ τῆς νίκης τῆς ἐν Αἰγὸς ποταμοῖς ἀνετέθησαν.
在第一个三脚鼎下立着阿佛洛狄忒的神像,在第二个下则是阿尔忒弥斯,三脚鼎本身及其上的浮雕均是吉提亚达斯的手艺;第三个则是埃吉纳人卡隆的作品,其下立着德墨忒尔之女科瑞的神像。帕罗斯人阿里斯坦德罗斯和阿哥斯人波留克列特斯中,前者制作了一个手持里拉琴的女子,代表斯巴达,波留克列特斯则制作了一尊被称为“阿米克莱翁之旁”的阿佛洛狄忒像。这些三脚鼎在尺寸上超过了其他的,并且是在羊河战役胜利后奉纳的。
Βαθυκλέους δὲ Μάγνητος, ὃς τὸν θρόνον ἐποίησε τοῦ Ἀμυκλαίου, ἀναθήματα ἐπʼ ἐξειργασμένῳ τῷ θρόνῳ Χάριτες καὶ ἄγαλμα δὲ Λευκοφρυήνης ἐστὶν Ἀρτέμιδος. ὅτου δὲ οὗτος ὁ Βαθυκλῆς μαθητὴς ἐγεγόνει καὶ τὸν θρόνον ἐφʼ ὅτου βασιλεύοντος Λακεδαιμονίων ἐποίησε, τάδε μὲν παρίημι, τὸν θρόνον δὲ εἶδόν τε καὶ τὰ ἐς αὐτὸν ὁποῖα ἦν γράψω.
制作了阿米克莱翁王座的马格内西亚人巴堤克勒斯,其奉纳物放置在完工后的王座之上,包括美惠女神们和一尊莱科夫里埃内阿尔忒弥斯的神像。至于这位巴堤克勒斯是谁的弟子,以及在斯巴达哪位国王统治期间制作了这座王座,我且略过;但我曾亲眼见过这座王座,接下来我将描述它是什么样子的。
- 3.18.1ἥγηνται
动词 ἥγηνται(ἡγέομαι 的第三人称复数完成时中动语态,此处意为“认为、相信”)的主语是泛指的复数(“人们”或“斯巴达人”)。该句采用了“对格加不定式”(Aci)结构,以 σφᾶς(指代许普诺斯与塔纳托斯)作为不定式 εἶναι 的主语对格。
- 3.18.2ἰόντι
动词 εἶμι(去)的现在分词单数阳性与格。与表示方向的 ὡς ἐπί... 连用,构成关系与格或视角与格,常见于地理描写中,意为“对于走向……的人来说”或“在走向……的路上”。
- 3.18.5δοκῶ
动词 δοκέω 的第一人称单数现在直说。此处非无人称句式 δοκεῖ(似乎),而是以作者本人为主语的个人句式(personal construction)。与否定词 μηδέ 连用,表示“我认为[某事]没有发生”(字面意为“我不觉得[自己]似乎……”)。
- 3.18.6Λακεδαίμονα
不定式 ἱδρύσασθαι(建立)和 θέσθαι(命名)的主语对格。此处并非指国家或地区拉栖代梦(斯巴达),而是指作为地名起源的神话始祖与英雄人物“拉栖代梦”个人。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(5 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 5 处
