- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.15.1-3.15.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
作者介绍了库尼丝卡及希波科翁诸子的英雄冢、阿尔克曼的纪念碑、海伦及武装赫拉克勒斯的圣所等遗迹,并阐述了赫拉克勒斯对希波科翁一家的敌意起因,以及他建立阿克西奥波伊诺斯雅典娜圣所的缘由。
πρὸς δὲ τῷ Πλατανιστᾷ καὶ Κυνίσκας ἐστὶν ἡρῷον, θυγατρὸς Ἀρχιδάμου βασιλεύοντος Σπαρτιατῶν· πρώτη δὲ ἱπποτρόφησε γυναικῶν καὶ Ὀλυμπίασι πρώτη νίκην ἀνείλετο ἅρματι. ἔστι δὲ τῆς στοᾶς, ἣ παρὰ τὸν Πλατανιστᾶν πεποίηται, ταύτης ὄπισθεν ἡρῷα, τὸ μὲν Ἀλκίμου, τὸ δὲ Ἐναρσφόρου καὶ ἀφεστηκὸς οὐ πολὺ Δορκέως, τὸ δὲ ἐπὶ τούτῳ Σεβροῦ· παῖδας δὲ Ἱπποκόωντος εἶναι λέγουσιν.
在普拉塔尼斯塔斯附近,还有一座库尼丝卡的英雄冢,她是斯巴达国王阿尔基达莫斯的女儿;她是女性中第一个饲养战马的人,也是第一个在奥林匹亚用战车赢得胜利的人。在建于普拉塔尼斯塔斯旁的柱廊后面,有一些英雄冢:一座是阿尔基莫斯的,一座是埃纳尔斯福罗斯的(离多尔凯乌斯的英雄冢不远),而在其后的是塞布罗斯的;据说他们都是希波科翁的儿子。
ἀπὸ δὲ τοῦ Δορκέως κρήνην τὴν πλησίον τοῦ ἡρῴου Δορκείαν, τὸ δὲ χωρίον τὸ Σέβριον καλοῦσιν ἀπὸ τοῦ Σεβροῦ. τοῦ Σεβρίου δέ ἐστιν ἐν δεξιᾷ μνῆμα Ἀλκμᾶνος, ᾧ ποιήσαντι ᾄσματα1 οὐδὲν ἐς ἡδονὴν αὐτῶν ἐλυμήνατο τῶν Λακώνων ἡ γλῶσσα, ἥκιστα παρεχομένη τὸ εὔφωνον.
人们因多尔凯乌斯而将英雄冢附近的泉水称为多尔凯亚,因塞布罗斯而将该地称为塞布里翁。在塞布里翁的右侧是阿尔克曼的纪念碑,在阿尔克曼创作诗歌时,拉科尼亚人的方言完全没有损害其乐歌的愉悦性,尽管这种方言最不具备悦耳的声音。
Ἑλένης δὲ ἱερὰ καὶ Ἡρακλέους, τῆς μὲν πλησίον τοῦ τάφου τοῦ Ἀλκμᾶνος, τῷ δὲ ἐγγυτάτω τοῦ τείχους, ἐν αὐτῷ δὲ ἄγαλμα Ἡρακλέους ἐστὶν ὡπλισμένον· τὸ δὲ σχῆμα τοῦ ἀγάλματος διὰ τὴν πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας μάχην γενέσθαι λέγουσι. τὸ δὲ ἔχθος Ἡρακλεῖ φασιν ἐς οἶκον ὑπάρξαι τὸν Ἱπποκόωντος, ὅτι μετὰ τὸν Ἰφίτου θάνατον καθαρσίων ἕνεκα ἐλθόντα αὐτὸν ἐν Σπάρτῃ ἀπηξίωσαν καθῆραι· προσεγένετο δὲ ἐς τοῦ πολέμου τὴν ἀρχὴν καὶ ἄλλο τοιόνδε. Οἰωνὸς ἡλικίαν μὲν μειράκιον, ἀνεψιὸς δὲ Ἡρακλεῖ—Λικυμνίου γὰρ παῖς ἦν τοῦ ἀδελφοῦ τοῦ Ἀλκμήνης—ἀφίκετο ἐς Σπάρτην ἅμα Ἡρακλεῖ· περιιόντι δὲ καὶ θεωμένῳ τὴν πόλιν, ὡς ἐγίνετο κατὰ τοῦ Ἱπποκόωντος τὴν οἰκίαν, ἐνταῦθά οἱ κύων ἐπεφέρετο οἰκουρός. ὁ δὲ τυγχάνει τε ἀφεὶς λίθον ὁ Οἰωνὸς καὶ καταβάλλει τὴν κύνα· ἐπεκθέουσιν οὖν τοῦ Ἱπποκόωντος οἱ παῖδες καὶ ῥοπάλοις τύπτοντες κατεργάζονται τὸν Οἰωνόν.
这里有海伦和赫拉克勒斯的圣所,前者在阿尔克曼墓的附近,后者最靠近城墙,圣所里有一尊武装的赫拉克勒斯神像;人们说,神像的这一形象是因为他与希波科翁及其儿子们的战斗而做成这样的。据说,赫拉克勒斯对希波科翁一家的仇恨之所以产生,是因为在伊菲托斯死后,他为了寻求净化而来到斯巴达时,他们不屑于净化他;此外,在战争的起因中还加入了以下另一件事。俄奥诺斯在年龄上只是个少年,是赫拉克勒斯的堂兄弟(因为他是阿尔克墨涅的兄弟里库姆尼乌斯的儿子),他与赫拉克勒斯一同来到斯巴达;当他在城里四处走动观光、走到希波科翁的住宅附近时,那里有一只看门狗朝他扑来。俄奥诺斯恰好扔出一块石头砸倒了那只狗;于是希波科翁的儿子们冲出来,用木棍殴打俄奥诺斯,致其于死地。
τοῦτο Ἡρακλέα μάλιστα ἐξηγρίωσεν ἐς Ἱπποκόωντα καὶ τοὺς παῖδας· αὐτίκα δὲ ὡς ὀργῆς εἶχε2 χωρεῖ σφισιν ἐς μάχην. τότε μὲν δὴ τιτρώσκεται καὶ λαθὼν ἀπεχώρησεν· ὕστερον δὲ ἐξεγένετό οἱ στρατεύσαντι ἐς Σπάρτην τιμωρήσασθαι μὲν Ἱπποκόωντα, τιμωρήσασθαι δὲ καὶ τοὺς παῖδας τοῦ Οἰωνοῦ φόνου. τὸ δὲ μνῆμα τῷ Οἰωνῷ πεποίηται παρὰ τὸ Ἡρακλεῖον.
这件事使赫拉克勒斯对希波科翁及其儿子们极其愤怒;他立即带着怒火冲向他们并展开战斗。当时他受了伤,便悄悄撤退;但后来,他通过出兵斯巴达,得以向希波科翁报仇,并为俄奥诺斯被杀一事向他的儿子们复仇。俄奥诺斯的纪念碑建在赫拉克勒斯圣所的旁边。
ἰόντι δὲ ἐκ τοῦ Δρόμου3 πρὸς ἀνίσχοντα ἥλιον ἀτραπός ἐστιν ἐν δεξιᾷ καὶ Ἀθηνᾶς Ἀξιοποίνου καλουμένης ἱερόν. ὡς γὰρ δὴ ἀμυνόμενος Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς παῖδας μετῆλθε κατʼ ἀξίαν ὧν προυπῆρξεν, ἱερὸν Ἀθηνᾶς ἱδρύεται, Ἀξιοποίνου δὲ ἐπίκλησιν, ὅτι τὰς τιμωρίας οἱ παλαιοὶ τῶν ἀνθρώπων ὠνόμαζον ποινάς. ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς ἰόντι ἑτέραν ὁδὸν ἀπὸ τοῦ Δρόμου· Θήραν δὲ ἀναθεῖναι τὸν Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου φασίν, ἡνίκα ἀποικίαν ἔστελλεν ἐπὶ τὴν νῆσον ἣ νῦν ἀπὸ Θήρα τούτου τὸ ὄνομα ἔσχηκε, τὸ δὲ ἀρχαῖον ἐκαλεῖτο Καλλίστη.
从德罗莫斯向太阳升起的方向走去,右手边有一条小路,那里有一座被称为阿克西奥波伊诺斯的雅典娜圣所。因为当赫拉克勒斯在自卫中追讨希波科翁及其儿子们、对他们之前的恶行施以应有的惩罚时,他建立了雅典娜的圣所,并冠以阿克西奥波伊诺斯的别称,因为古人将惩罚称为“波伊奈”。从德罗莫斯走另一条路,还有另一座雅典娜的圣所;据说这是塞拉斯(奥特西翁之子、蒂萨梅诺斯之孙、塞耳桑得罗斯之曾孙)在率领殖民者前往那座如今以这个塞拉斯命名的岛屿(古时被称为卡利斯忒)时奉献的。
- 3.15.2ᾧ ποιήσαντι ᾄσματα
与格关系代词 ᾧ(先行词为 Ἀλκμᾶνος)由与格不定过去时分词 ποιήσαντι 修饰。此与格在句中充当关系与格或关涉与格,表示“在他创作诗歌时”这一时间或背景状况。
- 3.15.5ὡς ὀργῆς εἶχε
连接词 ὡς 结合属格名词与不及物动词 ἔχω 构成了表示主语所处状态的惯用句式。字面意思是“正处于愤怒的状态”,即“带着满腔怒火”。
- 3.15.6ἰόντι δὲ ἐκ τοῦ Δρόμου
现在分词与格 ἰόντι(对于走着的人)是关系与格(dative of reference),在地理与空间路线指引中常用于提示观察视角。意思是“对于从德罗莫斯走去的人来说”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
