← 保萨尼亚斯

希腊志

§3.14.1-3.14.5

剧场、列奥尼达斯纪念碑与阿吉斯王族陵墓

帕萨尼阿斯描述了从斯巴达广场向西的路线,包括布拉西达斯、保萨尼亚斯和列奥尼达斯的纪念碑、白石剧场、阿吉斯家族国王的陵墓,以及忒提斯和地府德墨忒尔圣所的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14.1

ἐκ δὲ τῆς ἀγορᾶς πρὸς ἥλιον ἰόντι1 δυόμενον τάφος κενὸς Βρασίδᾳ τῷ Τέλλιδος πεποίηται· ἀπέχει δὲ οὐ πολὺ τοῦ τάφου τὸ θέατρον, λίθου λευκοῦ, θέας ἄξιον. τοῦ θεάτρου δὲ ἀπαντικρὺ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου μνῆμά ἐστι, τὸ δὲ ἕτερον Λεωνίδου— καὶ λόγους κατὰ ἔτος ἕκαστον ἐπʼ αὐτοῖς λέγουσι καὶ τιθέασιν ἀγῶνα, ἐν ᾧ πλὴν Σπαρτιατῶν ἄλλῳ γε οὐκ ἔστιν ἀγωνίζεσθαι—, τὰ ὀστᾶ τοῦ Λεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦ Παυσανίου.2 κεῖται δὲ καὶ στήλη πατρόθεν τὰ ὀνόματα ἔχουσα οἳ πρὸς Μήδους τὸν ἐν Θερμοπύλαις ἀγῶνα ὑπέμειναν.

从广场向落日方向(西面)走去,建有特里斯之子布拉西达斯的衣冠冢。离坟墓不远处有一座白石建成的剧场,值得一看。剧场的对面是曾在普拉提亚统帅军队的保萨尼亚斯的纪念碑,另一座是列奥尼达斯的纪念碑。人们每年都会对他们发表悼词并举行竞技会,在会上除斯巴达人外,任何其他人不得参赛。列奥尼达斯的遗骨是保萨尼亚斯在四十年后从温泉关运回的。这里还立有一块石碑,上面刻有在温泉关抵抗波斯人(麦底亚人)的战士名字及其父名。

§3.14.2

καλεῖται δὲ ἐν τῇ Σπάρτῃ Θεομηλίδα χωρίον· κατὰ τοῦτο τῆς πόλεως τάφοι τῶν Ἀγιαδῶν βασιλέων εἰσὶ καὶ πλησίον ὀνομαζομένη λέσχη Κροτανῶν· εἰσὶ δὲ οἱ Κροτανοὶ Πιτανατῶν μοῖρα. Ἀσκληπιοῦ δὲ οὐ πόρρω τῆς λέσχης ἐστὶν ἱερὸν, ἐν Ἀγιαδῶν καλούμενον. προελθοῦσι δὲ Ταινάρου μνῆμά ἐστι, καὶ τὴν ἄκραν τὴν ἐς θάλασσαν ἐσέχουσαν ἀπὸ τούτου φασὶν ὀνομασθῆναι· θεῶν δὲ ἱερὰ Ποσειδῶνός ἐστιν Ἱπποκουρίου καὶ Ἀρτέμιδος Αἰγιναίας. ἐπανελθοῦσι δὲ ὀπίσω πρὸς τὴν λέσχην ἐστὶν Ἀρτέμιδος Ἰσσωρίας ἱερόν· ἐπονομάζουσι δὲ αὐτὴν καὶ Λιμναίαν, οὖσαν οὐκ Ἄρτεμιν, Βριτόμαρτιν δὲ τὴν Κρητῶν· τὰ δὲ ἐς αὐτὴν ὁ Αἰγιναῖος ἔχει μοι λόγος.

在斯巴达,有一处被称为特奥梅里达的地方;在城市的这一部分有阿吉斯家族国王们的陵墓,附近有被称为克罗塔诺伊的会所;而克罗塔诺伊是皮塔纳人的一支。离会所不远处有一座阿斯克勒庇俄斯的圣所,被称为阿吉斯家族领地内的圣所。对继续前行的人来说,有泰纳罗斯的纪念碑,据说伸入海中的岬角就是以他命名的;神明的圣所有波塞冬·希波库里乌斯和阿耳忒弥斯·埃吉奈亚的圣所。对于返回会所方向的人来说,有阿耳忒弥斯·伊索里亚的圣所;人们也称她为林奈亚,但她不是阿耳忒弥斯,而是克里特人的布里托马耳提斯;关于她的事迹,我的埃吉纳篇中已有所记述。

§3.14.3

ἐγγυτάτω δὲ τῶν μνημάτων ἃ τοῖς Ἀγιάδαις πεποίηται στήλην ὄψει, γεγραμμέναι δέ εἰσιν ἃς Χίονις ἀνὴρ Λακεδαιμόνιος δρόμου νίκας ἀνείλετο ἄλλας τε καὶ Ὀλυμπίασιν· ἐνταῦθα δὲ ἑπτὰ ἐγένοντό οἱ νῖκαι, τέσσαρες μὲν σταδίου, διαύλου δὲ αἱ λοιπαί· τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω.3 Χίονιν δὲ καὶ τοῦ στόλου μετασχεῖν τῷ Θηραίῳ Βάττῳ καὶ Κυρήνην οἰκίσαι σὺν ἐκείνῳ καὶ Λιβύων καταστρέψασθαι τοὺς προσχώρους λέγουσιν.

在为阿吉斯家族建造的纪念碑极近处,你会看到一块石碑,上面记录了斯巴达人希奥尼斯赢得的赛跑胜利,特别是在奥林匹亚的胜利;在这里他获得了七次胜利,其中四次是短跑(雅里),其余是双程跑(迪奥罗斯);但带盾牌的赛跑(武装赛跑)在当时比赛结束时还没有出现。人们说,希奥尼斯还参与了泰拉人巴图斯的远征,并与他一起建立了库雷内,并征服了邻近的利比亚人。

§3.14.4

τὸ δὲ ἱερὸν τῆς Θέτιδος κατασκευασθῆναί φασιν ἐπʼ αἰτίᾳ τοιαύτῃ· πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας,4 τὸν δὲ βασιλέα σφῶν Ἀνάξανδρον ἐσβαλόντα ἐς τὴν Μεσσηνίαν λαβεῖν αἰχμαλώτους γυναῖκας, ἐν δὲ αὐταῖς εἶναι Κλεώ, Θέτιδος δὲ αὐτὴν ἱέρειαν εἶναι. ταύτην ἡ τοῦ Ἀναξάνδρου γυνὴ τὴν Κλεὼ παρὰ τοῦ Ἀναξάνδρου αἰτεῖ, καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν καὶ ναὸν μετʼ αὐτῆς ἱδρύσατο τῇ θεῷ·5 ἐποίει δὲ ταῦτα ἡ Λεανδρὶς κατὰ ὄψιν ὀνείρατος.

据说,忒提斯的圣所是由于以下原因建造的:当他们与起义的梅塞尼亚人作战时,他们的国王阿纳克桑德进军梅塞尼亚并抓获了女俘虏,其中有克勒俄,她是忒提斯的女祭司。阿纳克桑德的妻子向阿纳克桑德请求要走这个克勒俄,并在发现她持有忒提斯的木雕神像后,与她一起为女神建立了一座神庙;而勒安德里斯是根据梦中的景象做这些事的。

§3.14.5

τὸ μὲν δὴ ξόανον τῆς Θέτιδος ἐν ἀπορρήτῳ φυλάσσουσι· Δήμητρα δὲ Χθονίαν Λακεδαιμόνιοι μὲν σέβειν φασὶ παραδόντος σφίσιν Ὀρφέως, δόξῃ δὲ ἐμῇ διὰ τὸ ἱερὸν τὸ ἐν Ἑρμιόνῃ κατέστη καὶ τούτοις Χθονίαν νομίζειν Δήμητρα. ἔστι δὲ καὶ Σαράπιδος νεώτατον τοῦτο Σπαρτιάταις ἱερὸν καὶ Διὸς ἐπίκλησιν Ὀλυμπίου.

忒提斯的木制神像他们确实秘密保管着;拉刻代蒙人说,由于俄耳甫斯向他们传授,他们才崇拜地府德墨忒尔(大地德墨忒尔),但依我之见,由于赫尔米奥内的圣所,他们也确立了将德墨忒尔视为地府女神的信仰。这也是斯巴达人最新的一座塞拉皮斯圣所,还有一座被称为奥林匹亚的宙斯圣所。

语法注5 条
  1. 3.14.1ἰόντι

    与格分词。这里作为方向或路径的与格(dative of reference),表示“若有人前行”,这是地理志写作中表示方向和位置变化的常用句式。

  2. 3.14.1τὰ ὀστᾶ τοῦ Λεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦ Παυσανίου

    属格绝对结构(ἀνελομένου ... τοῦ Παυσανίου)。分词的主语是保萨尼亚斯(指后来的同名国王),该从句补充说明了列奥尼达斯的遗骨在温泉关战役四十年后被收回的事实。

  3. 3.14.3τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω

    短语 ἐπὶ ἀγῶνι λήγοντι(字面意思为“在比赛结束时”)指希奥尼斯运动员生涯的晚期,意为即使到他参赛的最后时期,带盾牌的武装赛跑也尚未设立。συνέβαινεν εἶναι 为非人称表达,表示“当时尚未存在此情况”。

  4. 3.14.4πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας

    受主句 φασίν 支配的对格不定词结构。不定词 πολεμεῖν 用于交代背景状况(“在他们与…作战时”),其逻辑主语(斯巴达人)在文中被省略。

  5. 3.14.4καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν ¦0¦ καὶ ναὸν μετʼ αὐτῆς ἱδρύσατο τῇ θεῷ

    ἔχουσαν 是修饰 τὴν Κλεώ(克勒俄)的单数阴性宾格分词,作为 ἀνεῦρεν 的宾语补足语。μετʼ αὐτῆς(与她一起)中的代词 αὐτῆς 同样指代克勒俄。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.14.1-3.14.5