- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.12.1-3.12.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
保萨尼亚斯叙述了斯巴达阿斐泰斯街沿线的“波欧内塔”及各类神庙、历史纪念碑的名称由来和神话背景。此外,他还介绍了位于广场另一出口处的集会场所“斯基亚斯”及旁边的圆形建筑。
ἰόντι1 δὲ ἐκ τῆς ἀγορᾶς κατὰ τὴν ὁδὸν ἣν Ἀφεταΐδα ὀνομάζουσι, τὰ καλούμενα Βοώνητά ἐστι· καί με ὁ λόγος ἀπαιτεῖ πρότερα εἰπεῖν τὰ ἐς τὴν ἐπίκλησιν τῆς ὁδοῦ. τοῖς μνηστῆρσιν Ἰκάριον τῆς Πηνελόπης φασὶν ἀγῶνα προθεῖναι δρόμου· καὶ ὅτι μὲν Ὀδυσσεὺς ἐκράτει, δῆλά ἐστιν, ἀφεθῆναι δὲ αὐτοὺς λέγουσιν ἐς τὸν δρόμον διὰ τῆς ὁδοῦ τῆς Ἀφεταΐδος.
从广场出发,沿着人们称为阿斐泰斯的街道走去,有被称为波欧内塔(意为“牛购之所”)的地方;我的叙述要求我先说明关于这条街名称的由来。人们说,伊卡里乌斯为珀涅罗珀的求婚者们设立了一场赛跑比赛;奥德修斯获胜是显而易见的,但他们说,求婚者们正是通过阿斐泰斯街被放行出发去赛跑的。
δοκεῖν δʼ ἐμοὶ2 δρόμου Ἰκάριος τὸ ἀγώνισμα ἐποίησε μιμούμενος Δαναόν. Δαναῷ γὰρ τοῦτο ἐπὶ ταῖς θυγατράσιν εὑρέθη, καὶ ὡς γυναῖκα οὐδεὶς ἤθελεν ἐξ αὐτῶν διὰ τὸ μίασμα ἀγαγέσθαι, διέπεμπε δὴ ὁ Δαναὸς ἕδνων ἄνευ δώσειν ᾗ ἂν ἕκαστος κατὰ κάλλος ἀρέσκηται· ἀφικομένοις δὲ ἀνδράσιν οὐ πολλοῖς ἀγῶνα δρόμου κατέστησε, καὶ πρώτῳ τε ἐλθόντι ἐγένετο ἑλέσθαι πρώτῳ τῶν ἄλλων καὶ μετʼ ἐκεῖνον τῷ δευτέρῳ καὶ ἤδη κατὰ τὰ αὐτὰ ἄχρι τοῦ τελευταίου· τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει3 καὶ ἀγῶνα ἄλλον δρόμου.
依我之见,伊卡里乌斯是模仿达那俄斯而设立赛跑比赛的。因为达那俄斯为了他的女儿们想出了这个办法;由于谋杀丈夫的污名,没有人愿意娶她们中的任何人为妻,于是达那俄斯传出话去,无需聘礼,各自根据美貌挑选自己中意的女儿送给他们。当到来的男子不多时,他设立了赛跑比赛,首先到达的人可以领先于其他人优先挑选,在他之后的第二人,以此类推,直到最后一人;而剩下的女儿们则必须等待下一批求婚者的到来和另一场赛跑比赛。
Λακεδαιμονίοις δὲ κατὰ τὴν ὁδὸν ταύτην ἐστίν, ὡς ἤδη λέλεκταί μοι, τὰ ὀνομαζόμενα Βοώνητα, Πολυδώρου ποτὲ οἰκία τοῦ βασιλέως· ἀποθανόντος δὲ παρὰ τοῦ Πολυδώρου τῆς γυναικὸς ἐπρίαντο ἀντιδόντες βοῦς. ἀργύρου γὰρ οὐκ ἦν πω τότε οὐδὲ χρυσοῦ νόμισμα, κατὰ τρόπον δὲ ἔτι τὸν ἀρχαῖον ἀντεδίδοσαν βοῦς καὶ ἀνδράποδα καὶ ἀργὸν τὸν ἄργυρον καὶ χρυσόν·
在拉刻代蒙人这条街旁,正如我已经说过的,有被称为波欧内塔的地方,这里曾是国王波吕多洛斯的住宅;他死后,人们向波吕多洛斯的妻子付出了牛作为交换,买下了这栋房子。因为当时还没有银币或金币,按照古老的方式,他们仍然用牛、奴隶以及未经铸造的银和金作为交换。
οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντες φορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲ οὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι. τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν· Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸ ἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳ νικήσας. ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπʼ ἀλλήλων.
而航行到印度的人说,印度人用其他商品交换希腊的货物,却不知道货币,而且这还是在他们拥有充足的金和铜的情况下。在毕迪亚伊人官署的对面是雅典娜神庙;据说奥德修斯在赛跑中击败了珀涅罗珀的求婚者后,建立了这尊神像并将其命名为凯琉塞亚(意为“道路女神”)。他共建立了三处凯琉塞亚神庙,彼此分离。
προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους· τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι· καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος —Ταινάριον δὲ ἐπονομάζουσιν—
沿着阿斐泰斯街继续前行,有伊奥波斯的英雄庙(此人被认为生活在勒勒克斯或迈莱斯的时代)和奥伊克勒斯之子安菲阿拉俄斯的英雄庙;人们认为这是廷达瑞俄斯的孩子们为安菲阿拉俄斯建造的,因为他是他们的表兄弟。还有勒勒克斯本人的英雄庙,离这些不远的地方有一处波塞冬的圣地——他们称之为泰纳里乌斯圣地。
οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, ὃ τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθέντας ἀναθεῖναι λέγουσι. τὸ δὲ χωρίον, ὃ καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶν Ἑλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο4 ἀμυνούμενοι, κατὰ τοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν. ὁ δὲ ἕτερος τῶν λόγων τοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπως ἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένης ἁρπαγῆς.
不远处是雅典娜的神像,据说这是那些向意大利和塔拉斯移民的人所奉献的。而他们称为赫勒尼翁的地方,据说是那些准备抵抗渡海进入欧洲的薛西斯的希腊人在此商议如何坚持抵抗的地方。但另一种说法是,为了梅涅拉俄斯而远征伊利翁的人在此商议,如何能够航行到特洛伊,并因海伦被绑架而向亚历山大惩罚报复。
τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι· δεικνύουσι δὲ καὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι. Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείου γῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲν ἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸς κατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος· ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐς τὴν Ἀττικὴν ὁ Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων.
在赫勒尼翁附近,他们指出了塔尔提比乌斯的陵墓;阿卡亚人的埃吉乌斯人也在他们的广场上指出了一处,他们也说那是塔尔提比乌斯的陵墓。这位塔尔提比乌斯,因大流士王派往希腊要求土地和水的传令官被杀而产生的愤怒,对拉刻代蒙人是在公社层面显现,但在雅典却私下落在一个人的家里,即基蒙之子米太亚德的家;因为米太亚德也是导致前往阿提卡的传令官被雅典人处死的原因。
Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δʼ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς· Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν· παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶ γυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς. πρὸς δὲ τοῖς Φρουρίοις καλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξ Ἤλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις.
对拉刻代蒙人来说,有一座阿克里塔斯阿波罗的祭坛,和一座被称为加塞普顿的大地圣所;在其上方供奉着马利亚特斯阿波罗。在阿斐泰斯街的尽头,已经非常靠近城壁的地方,是狄克廷娜的圣所,以及被称为欧里庞提德家族的国王墓葬;在赫勒尼翁旁是阿尔西诺伊的圣所,她是留基伯的女儿,也是波吕丢刻斯和卡斯托尔妻子的姐妹。在被称为普鲁里亚(哨所)的附近有一座阿尔特弥斯神庙,稍往前走一点,有一座为来自埃利斯的预言家们(被称为伊阿米德家族)建造的纪念碑。
καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ· Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίως μαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν. τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸν ἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴν τηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες. τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸς τιμᾶται περισσῶς δή τι. μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶ Αὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους· Τλησιμένην δὲ Παρθενοπαίου τοῦ Μελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν.
还有马伦和阿尔斐乌斯的圣所;在远征温泉关的拉刻代蒙人中,他们被认为是继列奥尼达本人之后最值得称道地战斗过的人。托罗派乌斯宙斯的神庙是多利安人在战争中击败了当时占领拉科尼亚土地的其他阿卡亚人以及阿米克莱人之后建造的。大母亲的圣所受到极高的尊崇。其后是忒修斯之子希波吕托斯,以及阿卡迪亚人奥隆(特勒西墨涅斯之子)的英雄庙;有人说特勒西墨涅斯是梅拉尼翁之子帕耳忒诺派俄斯的兄弟,也有人说是其儿子。
ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθʼ ἣν πεποίηταί σφισιν ἡ καλουμένη Σκιάς, ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι. ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπʼ αὐτοῦ πλάσαι. ἐνταῦθα ἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς.5
从广场有另一个出口,在那里为他们建造了被称为斯基亚斯(意为“日影”)的建筑,直到现在他们仍在此集会。据说这座斯基亚斯是萨摩斯人狄奥多罗斯的作品,他首先发明了熔化铁并用其铸造神像的方法。拉刻代蒙人在此挂起了米利都人提摩太的竖琴,因为他们判定他有罪,理由是在古老的七根琴弦之外,他在竖琴弹唱中又发明了四根弦。
πρὸς δὲ τῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων· τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους.
在斯基亚斯旁有一座圆形建筑,其中有被称为奥林匹亚的宙斯和阿佛洛狄忒的神像;据说这是埃庇米尼得斯建造的,他们不同意阿哥斯人关于他的传说,因为他们说他甚至没有与克诺索斯人作战过。
- 3.12.1ἰόντι
阳性单数与格现在分词,作为关系与格(dative of reference),意为“对于行进中的人来说”,这是地理游记中指示旅行者视角的典型用法。
- 3.12.2δοκεῖν δʼ ἐμοὶ
独立不定式(absolute infinitive)的惯用表达,起插入语作用,意为“依我之见”或“在我看来”。
- 3.12.2τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει
不定式 μένειν 作为无人称动词 ἔδει 的主语,τὰς δὲ ὑπολειφθείσας 作不定式的宾格主语,而 ἔφοδον 则是不定式的直接宾语。
- 3.12.6ὡς οἱ τῶν Ἑλλήνων... παρεσκευάζοντο
连接词 ὡς 引导名词性从句,补充说明被动动词 ἐστὶν εἰρημένον(据说)的内容。此处未采用传统的“对格加不定式”结构,而是直接保留了直陈式(παρεσκευάζοντο)。
- 3.12.10καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς
分词 καταγνόντες(来自 καταγιγνώσκω,意为“判决……有罪”或“谴责”)通过 ὅτι 从句引入了谴责的具体原因(“因为……”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
