- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.35.1-2.35.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
作者介绍了赫米奥内市内的狄奥尼索斯、阿耳忒弥斯、阿波罗和命运女神的圣所以及两口泉水,随后阐述了普隆山上最著名的克托尼亚德墨忒尔圣所的创建神话,并描绘了每年夏天连同儿童也参与其中的庄严的克托尼亚节日。
πλησίον δὲ αὐτοῦ Διονύσου ναὸς Μελαναίγιδος· τούτῳ μουσικῆς ἀγῶνα κατὰ ἔτος ἕκαστον ἄγουσι, καὶ ἁμίλλης κολύμβου καὶ πλοίων τιθέασιν ἆθλα· καὶ Ἀρτέμιδος ἐπίκλησιν Ἰφιγενείας ἐστὶν ἱερὸν καὶ Ποσειδῶν χαλκοῦς τὸν ἕτερον πόδα ἔχων ἐπὶ δελφῖνος. παρελθοῦσι1 δὲ ἐς τὸ τῆς Ἑστίας, ἄγαλμα μέν ἐστιν οὐδέν, βωμὸς δέ· καὶ ἐπʼ αὐτοῦ θύουσιν Ἑστίᾳ. Ἀπόλλωνος δέ εἰσι ναοὶ τρεῖς καὶ ἀγάλματα τρία· καὶ τῷ μὲν οὐκ ἔστιν ἐπίκλησις, τὸν δὲ Πυθαέα ὀνομάζουσι, καὶ Ὅριον τὸν τρίτον. τὸ μὲν δὴ τοῦ Πυθαέως ὄνομα μεμαθήκασι παρὰ Ἀργείων· τούτοις γὰρ Ἑλλήνων πρώτοις ἀφικέσθαι Τελέσιλλά φησι τὸν Πυθαέα ἐς τὴν χώραν Ἀπόλλωνος παῖδα ὄντα· τὸν δὲ Ὅριον ἐφʼ ὅτῳ καλοῦσιν, σαφῶς μὲν οὐκ ἂν ἔχοιμι εἰπεῖν, τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι.2
在它附近有一座被称为梅拉奈吉斯(黑山羊皮)的狄奥尼索斯神殿。为了纪念他,他们每年举办音乐竞赛,并为潜水和赛船设立奖品。还有一座被称为伊菲革涅亚的阿耳忒弥斯圣所,以及一尊青铜波塞冬像,它的一只脚踏在海豚上。对于进入赫斯提亚圣所的人来说,里面没有任何雕像,只有一座祭坛,他们就在其上向赫斯提亚献祭。阿波罗有三座神殿和三尊雕像;其中一座没有异名,而他们把第二座称为皮塔埃乌斯,第三座称为霍里奥斯。皮塔埃乌斯这个名字是他们从阿耳戈斯人那里学来的;因为特勒西拉说,作为阿波罗之子的皮塔埃乌斯,是希腊人中第一个来到他们国家的人。至于他们为什么称第三座为霍里奥斯,我无法确切地说明,但我推测,由于他们在关于土地边界的战争或诉讼中获得了胜利,因此为了这个原因而向霍里奥斯阿波罗献上荣誉。
τὸ δὲ ἱερὸν τῆς Τύχης νεώτατον μὲν λέγουσιν Ἑρμιονεῖς τῶν παρά σφισιν εἶναι, λίθου δὲ Παρίου κολοσσὸς ἕστηκεν. κρήνας δὲ τὴν μὲν σφόδρα ἔχουσιν ἀρχαίαν, ἐς δὲ αὐτὴν οὐ φανερῶς τὸ ὕδωρ κάτεισιν, ἐπιλείποι δὲ οὐκ ἄν ποτε, οὐδʼ εἰ πάντες καταβάντες ὑδρεύοιντο3 ἐξ αὐτῆς· τὴν δὲ ἐφʼ ἡμῶν πεποιήκασιν, ὄνομα δέ ἐστιν τῷ χωρίῳ Λειμών, ὅθεν ῥεῖ τὸ ὕδωρ ἐς αὐτήν.
至于命运女神(堤刻)的圣所,赫米奥内人说它是他们那里最新的建筑,里面立着一尊帕罗斯大理石制成的巨像。至于他们的泉水,他们有一口非常古老,水是从不显眼的地方流下去的,而且水绝不会枯竭,即使所有人一起下去从里面打水也是如此;另一口泉水是他们在我们这个时代建造的,水流入其中的地方名叫雷蒙,水就是从那里流向该泉的。
τὸ δὲ λόγου μάλιστα ἄξιον ἱερὸν Δήμητρός ἐστιν ἐπὶ τοῦ Πρωνός. τοῦτο τὸ ἱερὸν Ἑρμιονεῖς μὲν Κλύμενον Φορωνέως παῖδα καὶ ἀδελφὴν Κλυμένου Χθονίαν τοὺς ἱδρυσαμένους φασὶν εἶναι. Ἀργεῖοι δέ, ὅτε ἐς τὴν Ἀργολίδα ἦλθε Δημήτηρ, τότε Ἀθέραν μὲν λέγουσι καὶ Μύσιον ὡς ξενίαν παράσχοιεν τῇ θεῷ, Κολόνταν δὲ οὔτε οἴκῳ δέξασθαι τὴν θεὸν οὔτε ἀπονεῖμαί τι ἄλλο ἐς τιμήν· ταῦτα δὲ οὐ κατὰ γνώμην Χθονίᾳ τῇ θυγατρὶ4 ποιεῖν αὐτόν. Κολόνταν μὲν οὖν φασιν ἀντὶ τούτων συγκαταπρησθῆναι τῇ οἰκίᾳ, Χθονίαν δὲ κομισθεῖσαν ἐς Ἑρμιόνα ὑπὸ Δήμητρος Ἑρμιονεῦσι ποιῆσαι τὸ ἱερόν.
最值得提及的圣所是普隆山上的德墨忒尔圣所。关于这座圣所,赫米奥内人说是福罗纽斯之子克吕墨诺斯和克吕墨诺斯的姐妹克托尼亚创建的。但阿耳戈斯人说,当德墨忒尔来到阿耳戈利斯时,阿特拉斯和米西奥斯为女神提供了款待,但科隆塔斯既不把女神迎入家中,也不献上任何其他荣誉;而且他们说他这样做违背了女儿克托尼亚的意愿。因此,他们说科隆塔斯因这些行为作为报应与他的房子一起被烧毁,而克托尼亚则被德墨忒尔带到赫米奥内,并为赫米奥内人建造了这座圣所。
Χθονία δʼ οὖν ἡ θεός τε αὐτὴ καλεῖται καὶ Χθόνια ἑορτὴν κατὰ ἔτος ἄγουσιν ὥρᾳ θέρους, ἄγουσι δὲ οὕτως. ἡγοῦνται μὲν αὐτοῖς τῆς πομπῆς οἵ τε ἱερεῖς τῶν θεῶν καὶ ὅσοι τὰς ἐπετείους ἀρχὰς ἔχουσιν, ἕπονται δὲ καὶ γυναῖκες καὶ ἄνδρες. τοῖς δὲ καὶ παισὶν ἔτι οὖσι καθέστηκεν ἤδη τὴν θεὸν τιμᾶν τῇ πομπῇ· οὗτοι λευκὴν ἐσθῆτα καὶ ἐπὶ ταῖς κεφαλαῖς ἔχουσι στεφάνους. πλέκονται δὲ οἱ στέφανοί σφισιν ἐκ τοῦ ἄνθους ὃ καλοῦσιν οἱ ταύτῃ κοσμοσάνδαλον, ὑάκινθον ἐμοὶ δοκεῖν5 ὄντα καὶ μεγέθει καὶ χρόᾳ· ἔπεστι δέ οἱ καὶ τὰ ἐπὶ τῷ θρήνῳ γράμματα.
无论如何,这位女神自己被称为克托尼亚,他们每年夏天举行名为克托尼亚的节日,并按如下方式举行。为他们引导游行队伍的是众神的祭司和担任年度官职的人,妇女和男子也跟随其后。对于还是孩子的人,也已经规定要在游行中敬拜女神;他们穿着白衣,头上戴着花冠。他们的花冠是由当地人称为科斯莫桑达隆的花编织而成的,在我看来,无论是大小还是颜色,它都是雅金托斯,并且上面还带有表示哀悼的字母。
- 2.35.1παρελθοῦσι
与格复数不定过去时分词。这是帕劳萨尼亚斯地理描写中典型的、以“被引导的旅行者”为设想的关涉/判断与格。其功能类似于条件从句(“如果有人走进去”)。
- 2.35.2τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι
隶属于动词 τεκμαίρομαι(推测)的带对格的不定式(ACI)结构。对格代词 σφᾶς(此处指赫米奥内人)作为不定式 νεῖμαι(νέμω 的不定过去时不定式)的逻辑主语,而过去分词对格 νικήσαντας(获胜)与之保持一致。
- 2.35.3ἐπιλείποι δὲ οὐκ ἄν ποτε, οὐδʼ εἰ πάντες καταβάντες ὑδρεύοιντο
这是一个表示潜在/假设的条件句,由主句的 ἄν 连同祈愿语气 ἐπιλείποι,以及条件从句的 εἰ 连同祈愿语气 ὑδρεύοιντο 构成(“即使所有人去打水,也绝不会枯竭”)。
- 2.35.4οὐ κατὰ γνώμην Χθονίᾳ τῇ θυγατρὶ
短语 κατὰ γνώμην 接与格表示“顺从(某人)的意愿”,加上否定词 οὐ 则表示“违背女儿克托尼亚的意愿”。与格 Χθονίᾳ τῇ θυγατρὶ 隶属于该表达。
- 2.35.5ἐμοὶ δοκεῖν
不定式 δοκεῖν 构成的“绝对不定式”惯用表达,以插入语的形式表示“在我看来”或“依我之见”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
