← 保萨尼亚斯

希腊志

§2.31.1-2.31.5

特罗伊曾的广场与诸神殿

本段记述了特罗伊曾广场上的救主阿耳忒弥斯神殿、匹特乌斯之墓、吕刻亚阿耳忒弥斯神殿以及周边的各种祭坛和纪念遗迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31.1

ἐν τῇ ἀγορᾷ Τροιζηνίων ναὸς καὶ ἀγάλματα Ἀρτέμιδός ἐστι Σωτείρας· Θησέα δὲ ἐλέγετο ἱδρύσασθαι καὶ ὀνομάσαι Σώτειραν, ἡνίκα Ἀστερίωνα τὸν Μίνω καταγωνισάμενος ἀνέστρεψεν ἐκ τῆς Κρήτης. ἀξιολογώτατον δὲ εἶναι τοῦτο ἔδοξέν οἱ τῶν κατειργασμένων, οὐ τοσοῦτον ἐμοὶ δοκεῖν1 ὅτι ἀνδρείᾳ τοὺς ἀποθανόντας ὑπὸ Θησέως ὑπερέβαλεν ὁ Ἀστερίων, ἀλλὰ τό τε τοῦ λαβυρίνθου δυσέξοδον καὶ τὸ λαθόντα ἀποδρᾶναι μετὰ τὸ ἔργον ἐποίησεν εἰκότα τὸν λόγον ὡς προνοίᾳ θείᾳ καὶ αὐτὸς ἀνασωθείη Θησεὺς καὶ οἱ σὺν αὐτῷ.

在特罗伊曾人的广场上,有一座救主阿耳忒弥斯的神殿和雕像;据说,当忒修斯击败米诺斯之子阿斯特里翁并从克里特岛返回时,他建立并命名其为“救主”。在他看来,这是他所取得的所有功绩中最值得称道的一项,但在我看来,倒并非因为阿斯特里翁在勇气上超过了被忒修斯杀死的其他人,而是因为走出迷宫的困难,以及他在成事后悄然逃脱的事实,使得忒修斯本人和与他同行的人是在神圣的庇佑下获救的传说变得合乎情理。

§2.31.2

ἐν τούτῳ δέ εἰσι τῷ ναῷ βωμοὶ θεῶν τῶν λεγομένων ὑπὸ γῆν ἄρχειν, καί φασιν ἐξ Ἅιδου Σεμέλην τε ὑπὸ Διονύσου κομισθῆναι ταύτῃ καὶ ὡς Ἡρακλῆς ἀναγάγοι τὸν κύνα τοῦ Ἅιδου· ἐγὼ δὲ Σεμέλην μὲν οὐδὲ ἀποθανεῖν ἀρχὴν2 πείθομαι Διός γε οὖσαν γυναῖκα, τὰ δὲ ἐς τὸν ὀνομαζόμενον Ἅιδου κύνα ἑτέρωθι ἔσται μοι δῆλα ὁποῖα εἶναί μοι δοκεῖ.

在这座神殿里,有被称为统治地下神灵的祭坛,人们说塞墨勒被狄奥尼索斯从哈得斯处带到了这里,还说赫拉克勒斯带走了哈得斯的犬。然而,我深信塞墨勒根本就没有死,因为她是宙斯的妻子,而关于那只被称为哈得斯之犬的事物,我将在别处阐明我认为它的真实面貌。

§2.31.3

ὄπισθεν δὲ τοῦ ναοῦ Πιτθέως μνῆμά ἐστι, τρεῖς δὲ ἐπʼ αὐτῷ θρόνοι κεῖνται λίθου λευκοῦ· δικάζειν δὲ Πιτθέα καὶ ἄνδρας δύο σὺν αὐτῷ λέγουσιν ἐπὶ τῶν θρόνων. οὐ πόρρω δὲ ἱερὸν Μουσῶν ἐστι, ποιῆσαι δὲ ἔλεγον αὐτὸ Ἄρδαλον παῖδα Ἡφαίστου· καὶ αὐλόν τε εὑρεῖν νομίζουσι τὸν Ἄρδαλον τοῦτον καὶ τὰς Μούσας ἀπʼ αὐτοῦ καλοῦσιν Ἀρδαλίδας. ἐνταῦθα Πιτθέα διδάξαι λόγων τέχνην φασί, καί τι βιβλίον Πιτθέως δὴ σύγγραμμα ὑπὸ ἀνδρὸς ἐκδοθὲν Ἐπιδαυρίου καὶ αὐτὸς ἐπελεξάμην. τοῦ Μουσείου δὲ οὐ πόρρω βωμός ἐστιν ἀρχαῖος, Ἀρδάλου καὶ τοῦτον ὥς φασιν ἀναθέντος· ἐπὶ δὲ αὐτῷ Μούσαις καὶ Ὕπνῳ θύουσι, λέγοντες τὸν Ὕπνον θεὸν μάλιστα εἶναι φίλον ταῖς Μούσαις.

神殿后面是匹特乌斯的坟墓,墓上有三张白色大理石座椅;人们说,匹特乌斯和另外两个人在这些座椅上进行审判。不远处有一座缪斯神殿,据说是由赫斐斯托斯之子阿达洛斯建造的;人们认为正是这位阿达洛斯发明了笛子,并因他而称缪斯为“阿达利德斯”。据说,匹特乌斯曾在此教授雄辩术,我本人也读过一本由埃皮达鲁斯人出版的、据信确为匹特乌斯所著的书。离缪斯神殿不远有一座古老的祭坛,人们说这也是阿达洛斯奉献的;他们在其上向缪斯和睡神(许普诺斯)献祭,并说睡神是缪斯们最喜爱的神。

§2.31.4

πλησίον δὲ τοῦ θεάτρου Λυκείας ναὸν Ἀρτέμιδος ἐποίησεν Ἱππόλυτος· ἐς δὲ τὴν ἐπίκλησιν οὐδὲν εἶχον πυθέσθαι3 παρὰ τῶν ἐξηγητῶν, ἀλλὰ ἢ λύκους ἐφαίνετό μοι τὴν Τροιζηνίαν λυμαινομένους ἐξελεῖν ὁ Ἱππόλυτος ἢ Ἀμαζόσι, παρʼ ὧν τὰ πρὸς μητρὸς ἦν, ἐπίκλησις τῆς Ἀρτέμιδός ἐστιν αὕτη· εἴη δʼ ἂν ἔτι καὶ ἄλλο οὐ γινωσκόμενον ὑπὸ ἐμοῦ. τὸν δὲ ἔμπροσθεν τοῦ ναοῦ λίθον, καλούμενον δὲ ἱερόν, εἶναι λέγουσιν ἐφʼ οὗ ποτε ἄνδρες Τροιζηνίων ἐννέα Ὀρέστην ἐκάθηραν ἐπὶ τῷ φόνῳ τῆς μητρός.

剧场附近有希波吕托斯建造的吕刻亚阿耳忒弥斯神殿;至于这个称号,我无法从向导那里打听到任何消息,但在我看来,要么是希波吕托斯消灭了蹂躏特罗伊曾土地的狼群,要么这是阿耳忒弥斯在亚马逊人中的称号,因为他的母系祖先正是亚马逊人;当然,也可能还有其他我不了解的原因。神殿前被称为“神圣”的石头,据说曾有九位特罗伊曾人在其上为奥瑞斯忒斯洗清杀母之罪。

§2.31.5

εἰσὶ δὲ οὐ μακρὰν τῆς Λυκείας Ἀρτέμιδος βωμοὶ διεστηκότες οὐ πολὺ ἀπʼ ἀλλήλων· ὁ μὲν πρῶτός ἐστιν αὐτῶν Διονύσου κατὰ δή τι μάντευμα ἐπίκλησιν Σαώτου, δεύτερος δὲ Θεμίδων ὀνομαζόμενος· Πιτθεὺς τοῦτον ἀνέθηκεν, ὡς λέγουσιν. Ἡλίου δὲ Ἐλευθερίου καὶ σφόδρα εἰκότι λόγῳ δοκοῦσί μοι ποιῆσαι βωμόν, ἐκφυγόντες δουλείαν ἀπὸ Ξέρξου τε καὶ Περσῶν.

离吕刻亚阿耳忒弥斯不远处,有几个相距不远的祭坛;其中第一个祭坛属于狄奥尼索斯,根据某条神谕,他被称为萨奥特斯(救主),第二个祭坛被称为忒弥斯(法律女神)祭坛;据说这是匹特乌斯所奉献。而在我看来,他们为一个极具说服力的原因建造了自由太阳(赫利俄斯·埃勒乌特里奥斯)的祭坛,因为他们逃过了薛西斯和波斯人的奴役。

语法注3 条
  1. 2.31.1δοκεῖν

    不定词 δοκεῖν 在此作插入语(绝对不定词),表示“在我看来”或“依我之见”。

  2. 2.31.2ἀρχήν

    名词 ἀρχή 的宾格形式 ἀρχήν 在此用作副词,意为“根本”、“起初”(常与否定连用,强调她根本就没有死)。

  3. 2.31.4εἶχον πυθέσθαι

    未完成过去时 εἶχον 后接不定词 πυθέσθαι,表示能力或可能(ἔχω + 不定词),意为“能够得知”或“得以探听”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.31.1-2.31.5