← 保萨尼亚斯

希腊志

§2.25.6-2.25.10

奥尔内埃与通往埃皮达夫里亚道旁的古迹

保萨尼亚斯讲述了奥尔内埃的名称由来及其神殿,接着描述了从阿尔戈斯到埃皮达夫里亚沿途的古迹,包括普洛伊托斯与阿克里西乌斯交战的棱锥形纪念碑、蒂林斯的独眼巨人城墙、米底亚遗迹、莱萨村以及阿拉克奈翁山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25.6

ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως· τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν. ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν· ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις. ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος. τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.

他们(奥尔内埃人)因埃雷克修斯之子奥尔内乌斯而得名;而这个奥尔内乌斯之子是佩特奥斯,佩特奥斯之子是梅内斯修斯,他曾与雅典人一同帮助阿伽门农摧毁了普里阿摩斯的帝国。城市确实因他而得名,但后来阿尔戈斯人驱逐了奥尔内埃人;被驱逐后,他们与阿尔戈斯人合并同住。在奥尔内埃有一座阿耳忒弥斯的神殿和一座直立的木雕像,以及另一座共同奉献给所有神明的神殿。奥尔内埃以外的地方则是西库昂和普里乌斯的领土。

§2.25.7

ἐρχομένοις1 δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον, ἔχει δὲ ἀσπίδας σχῆμα2 Ἀργολικὰς ἐπειργασμένας. ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται, καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον, ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο· συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους. τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων— πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν—ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ.

对于从阿尔戈斯前往埃皮达夫里亚的人来说,在右侧有一座非常像金字塔的建筑,上面刻有阿尔戈斯式的盾牌浮雕。在这里,普洛伊托斯与阿克里西乌斯为争夺王权发生了一场战斗,据说战斗以平局告终,双方此后达成了和解,因为谁也无法稳操胜券;据说,他们自己和军队都装备了盾牌并首次用其交战,就是在那个时候。而为双方阵亡的人——因为他们既是同胞又是亲属——在这里建造了一座共同的墓碑。

§2.25.8

προϊοῦσι δὲ ἐντεῦθεν καὶ ἐκτραπεῖσιν ἐς δεξιὰν Τίρυνθός ἐστιν ἐρείπια. ἀνέστησαν δὲ καὶ Τιρυνθίους Ἀργεῖοι, συνοίκους προσλαβεῖν καὶ τὸ Ἄργος ἐπαυξῆσαι θελήσαντες. Τίρυνθα δὲ ἥρωα, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, παῖδα Ἄργου τοῦ Διὸς εἶναι λέγουσι. τὸ δὲ τεῖχος, ὃ δὴ μόνον τῶν ἐρειπίων λείπεται, Κυκλώπων μέν ἐστιν ἔργον, πεποίηται δὲ ἀργῶν λίθων, μέγεθος ἔχων ἕκαστος λίθος ὡς ἀπʼ αὐτῶν μηδʼ ἂν ἀρχὴν κινηθῆναι3 τὸν μικρότατον ὑπὸ ζεύγους ἡμιόνων· λιθία δὲ ἐνήρμοσται πάλαι, ὡς μάλιστα αὐτῶν ἕκαστον ἁρμονίαν τοῖς μεγάλοις λίθοις εἶναι.

从该处前行并向右折的人,会看到蒂林斯的废墟。阿尔戈斯人也驱逐了蒂林斯人,因为他们希望接纳其为共同居民并扩张阿尔戈斯。据说,作为该城市名字来源的英雄蒂林斯,是宙斯之子阿尔戈斯的儿子。而在废墟中唯一遗留下来的城墙,是库克罗普斯的杰作,它由未经雕琢的石块建成,每块石头的体积都如此巨大,以至于其中最小的一块也根本无法用一对骡子来移动;古时便在其中嵌合了小石块,使得它们中的每一块都能极好地作为大石块之间的接合介质。

§2.25.9

καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν· ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις. βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης· ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο.

对于向海边走下去的人来说,那里有普洛伊托斯女儿们的闺房;而对于回到大道上的人,向左走便会到达米底亚。据说,阿尔克墨涅的父亲埃勒克特律翁曾在米底亚称王;但在我的时代,除了地基之外,米底亚已无其他遗存。

§2.25.10

κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ. ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ †σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει. βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν4 ὄμβρου σφίσιν ἐνταῦθα θύουσι.

在通往埃皮达夫里亚的直路上有一个名为莱萨的村庄,村里有一座雅典娜的神殿,神殿里有一尊与拉里萨卫城上的那尊毫无二致的木雕像。在莱萨上方是阿拉克奈翁山,古时在伊纳科斯时期,它曾得名 †萨皮塞拉顿†。山上建有宙斯和赫拉的祭坛;当他们需要降雨时,便在这里举行祭祀。

语法注4 条
  1. 2.25.7ἐρχομένοις

    旅行记中常见的“旅程与格(判断者与格)”分词用法。以与格形式呈现移动的主体(“对于从阿尔戈斯前往埃皮达夫里亚的人来说”),以此视角引出主语中可见的事物(ἐστὶν οἰκοδόμημα)。

  2. 2.25.7σχῆμα

    关系宾格(观点宾格),与紧随其后的形容词 Ἀργολικάς 一起修饰 ἀσπίδας,意为“在形状上为阿尔戈斯式的(盾牌)”。也可以理解为修饰分词 ἐπειργασμένας 的副词性宾格。

  3. 2.25.8μηδʼ ἂν ἀρχὴν κινηθῆναι

    由 ὡς 引导的表示程度或结果的从句。不定式 κινηθῆναι(动词 κινέω 的不定过去时被动不定式)伴随表示潜在可能的 ἂν,并与否定词 μηδέ 及用作副词以加强否定语气的宾格 ἀρχήν(意为“根本、压根”)相结合,表示“(即使是最小的一块也)根本无法被移动”。

  4. 2.25.10δεῆσαν

    非人称动词 δεῖ(需要)的无人称不定过去时分词中性单数宾格。此为“宾格绝对(accusative absolute)”用法,用作表示时间或条件的副词性从句,意为“当需要(降雨)时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.25.6-2.25.10