← 保萨尼亚斯

希腊志

§2.17.1-2.17.7

迈锡尼附近的赫拉神庙与波留克列特斯的神像

巴萨尼亚斯详细描述了迈锡尼附近的赫拉神庙的地势、神话起源以及包括波留克列特斯所作的宏伟赫拉神像在内的诸多雕像,并记录了前一座神庙因女祭司克吕塞伊斯的疏忽而毁于火灾的历史。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17.1

Μυκηνῶν δὲ ἐν ἀριστερᾷ πέντε ἀπέχει καὶ δέκα στάδια τὸ Ἡραῖον. ῥεῖ δὲ κατὰ τὴν ὁδὸν ὕδωρ Ἐλευθέριον καλούμενον· χρῶνται δὲ αὐτῷ πρὸς καθάρσια αἱ περὶ τὸ ἱερὸν καὶ τῶν θυσιῶν ἐς τὰς ἀπορρήτους.1 αὐτὸ δὲ τὸ ἱερόν ἐστιν ἐν χθαμαλωτέρῳ τῆς Εὐβοίας· τὸ γὰρ δὴ ὄρος τοῦτο ὀνομάζουσιν Εὔβοιαν, λέγοντες Ἀστερίωνι γενέσθαι τῷ ποταμῷ θυγατέρας2 Εὔβοιαν καὶ Πρόσυμναν καὶ Ἀκραίαν, εἶναι δὲ σφᾶς τροφοὺς τῆς Ἥρας·

从迈锡尼向左,相距十五斯塔迪翁,便是赫拉神庙。沿路流淌着被称为埃勒乌特里翁的水。神庙周围的女侍们将其用于洁净礼,以及祭祀中那些秘仪的部分。神庙本身坐落在埃维亚山较低的地方。因为人们称这座山为埃维亚,传说河流阿斯泰里翁生了三个女儿,即埃维亚、普罗叙姆纳和阿克赖亚,而她们是赫拉的抚养者。

§2.17.2

καὶ ἀπὸ μὲν Ἀκραίας τὸ ὄρος καλοῦσι τὸ ἀπαντικρὺ τοῦ Ἡραίου, ἀπὸ δὲ Εὐβοίας ὅσον περὶ τὸ ἱερόν, Πρόσυμναν δὲ τὴν ὑπὸ τὸ Ἡραῖον χώραν. ὁ δὲ Ἀστερίων οὗτος ῥέων ὑπὲρ τὸ Ἡραῖον ἐς φάραγγα ἐσπίπτων ἀφανίζεται. φύεται δὲ αὐτοῦ πόα πρὸς ταῖς ὄχθαις· ἀστερίωνα ὀνομάζουσι καὶ τὴν πόαν· ταύτην τῇ Ἥρᾳ καὶ αὐτὴν φέρουσι καὶ ἀπὸ τῶν φύλλων αὐτῆς στεφάνους πλέκουσιν.

他们以阿克赖亚命名赫拉神庙对面的山,以埃维亚命名神庙周围的区域,以普罗叙姆纳命名赫拉神庙下方的土地。这条阿斯泰里翁河在赫拉神庙上方流动,落入溪谷中便消失不见。河岸上长着一种草,人们也称这种草为阿斯泰里翁;他们把这草奉献给赫拉,并用它的叶子编织花冠。

§2.17.3

ἀρχιτέκτονα μὲν δὴ γενέσθαι τοῦ ναοῦ λέγουσιν Εὐπόλεμον Ἀργεῖον· ὁπόσα δὲ ὑπὲρ τοὺς κίονάς ἐστιν εἰργασμένα, τὰ μὲν ἐς τὴν Διὸς γένεσιν καὶ θεῶν καὶ γιγάντων μάχην ἔχει, τὰ δὲ ἐς τὸν πρὸς Τροίαν πόλεμον καὶ Ἰλίου τὴν ἅλωσιν. ἀνδριάντες τε ἑστήκασι πρὸ τῆς ἐσόδου καὶ γυναικῶν, αἳ γεγόνασιν ἱέρειαι τῆς Ἥρας, καὶ ἡρώων ἄλλων τε καὶ Ὀρέστου· τὸν γὰρ ἐπίγραμμα ἔχοντα, ὡς εἴη βασιλεὺς Αὔγουστος,3 Ὀρέστην εἶναι λέγουσιν. ἐν δὲ τῷ προνάῳ τῇ μὲν Χάριτες ἀγάλματά ἐστιν ἀρχαῖα, ἐν δεξιᾷ δὲ κλίνη τῆς Ἥρας καὶ ἀνάθημα ἀσπὶς ἣν Μενέλαός ποτε ἀφείλετο Εὔφορβον ἐν Ἰλίῳ.

据说这座神庙的建筑师是阿尔戈斯人欧波勒莫斯。至于柱子上方所作的雕刻,一部分表现了宙斯的诞生以及神魔之战,另一部分则表现了对特洛伊的战争和伊利翁的陷落。入口前立着一些雕像,包括曾任赫拉女祭司的妇女们,以及其他英雄,还有俄瑞斯忒斯。因为人们说,那个刻有“奥古斯都皇帝”铭文的雕像,其实是俄瑞斯忒斯。在前殿里,一边是美惠三女神的古老雕像,右边是赫拉的卧榻,以及一件献纳品——梅涅劳斯当年在伊利翁从欧福尔波斯那里夺来的盾牌。

§2.17.4

τὸ δὲ ἄγαλμα τῆς Ἥρας ἐπὶ θρόνου κάθηται μεγέθει μέγα, χρυσοῦ μὲν καὶ ἐλέφαντος, Πολυκλείτου δὲ ἔργον· ἔπεστι δέ οἱ στέφανος Χάριτας ἔχων καὶ Ὥρας ἐπειργασμένας, καὶ τῶν χειρῶν τῇ μὲν καρπὸν φέρει ῥοιᾶς, τῇ δὲ σκῆπτρον. τὰ μὲν οὖν ἐς τὴν ῥοιὰν—ἀπορρητότερος γάρ ἐστιν ὁ λόγος—ἀφείσθω μοι·4 κόκκυγα δὲ ἐπὶ τῷ σκήπτρῳ καθῆσθαί φασι λέγοντες τὸν Δία, ὅτε ἤρα παρθένου τῆς Ἥρας, ἐς τοῦτον τὸν ὄρνιθα ἀλλαγῆναι, τὴν δὲ ἅτε παίγνιον θηρᾶσαι. τοῦτον τὸν λόγον καὶ ὅσα ἐοικότα εἴρηται περὶ θεῶν οὐκ ἀποδεχόμενος γράφω, γράφω δὲ οὐδὲν ἧσσον.

赫拉的雕像坐在宝座上,体积巨大,由黄金和象牙制成,是波留克列特斯的作品。她的头上戴着一顶刻有美惠女神和时序女神的花冠,一只手拿着石榴果,另一只手拿着权杖。至于关于石榴的事——因为这说法属于隐秘之谈——就请容我略去不提。而人们说权杖上停着一只杜鹃,传说当宙斯爱上还是少女的赫拉时,化身为这种鸟,而赫拉把它当作玩物捉住了。虽然我不相信这个传说以及其他关于神明的类似说法,但我依然将它们记录下来。

§2.17.5

λέγεται δὲ παρεστηκέναι τῇ Ἥρᾳ τέχνη Ναυκύδους ἄγαλμα Ἥβης, ἐλέφαντος καὶ τοῦτο καὶ χρυσοῦ· παρὰ δὲ αὐτήν ἐστιν ἐπὶ κίονος ἄγαλμα Ἥρας ἀρχαῖον. τὸ δὲ ἀρχαιότατον πεποίηται μὲν ἐξ ἀχράδος, ἀνετέθη δὲ ἐς Τίρυνθα ὑπὸ Πειράσου τοῦ Ἄργου, Τίρυνθα δὲ ἀνελόντες Ἀργεῖοι κομίζουσιν ἐς τὸ Ἡραῖον· ὃ δὴ καὶ αὐτὸς εἶδον, καθήμενον ἄγαλμα οὐ μέγα.

据说赫拉身旁立着一尊青春女神赫柏的雕像,是瑙基德斯的作品,这尊也是用象牙和黄金制成的。在她旁边的一根柱子上,有一尊古老的赫拉雕像。最古老的这尊是用野梨木制成的,由阿尔戈斯之子佩拉斯斯献纳给蒂林斯,而当阿尔戈斯人毁灭蒂林斯时,便将它运到了赫拉神庙。这尊雕像我也曾亲眼目睹,是一尊坐像,并不大。

§2.17.6

ἀναθήματα δὲ τὰ ἄξια λόγου βωμὸς ἔχων ἐπειργασμένον τὸν λεγόμενον Ἥβης καὶ Ἡρακλέους γάμον· οὗτος μὲν ἀργύρου, χρυσοῦ δὲ καὶ λίθων λαμπόντων Ἀδριανὸς βασιλεὺς ταὼν ἀνέθηκεν· ἀνέθηκε δέ, ὅτι τὴν ὄρνιθα ἱερὰν τῆς Ἥρας νομίζουσι. κεῖται δὲ καὶ στέφανος χρυσοῦς καὶ πέπλος πορφύρας, Νέρωνος ταῦτα ἀναθήματα.

值得提及的献纳品中,有一座刻着所谓的赫柏与赫拉克勒斯婚礼的祭坛;这座祭坛是银制的,另外,哈德良皇帝献纳了一只由黄金和闪耀宝石制成的孔雀;他献纳此物,是因为人们认为这种鸟是赫拉的圣鸟。那里还放着一顶金冠和一件紫色长袍,这些是尼禄的献纳品。

§2.17.7

ἔστι δὲ ὑπὲρ τὸν ναὸν τοῦτον τοῦ προτέρου ναοῦ θεμέλιά τε καὶ εἰ δή τι ἄλλο ὑπελίπετο ἡ φλόξ. κατεκαύθη δὲ τὴν ἱέρειαν τῆς Ἥρας Χρυσηίδα ὕπνου καταλαβόντος,5 ὅτε ὁ λύχνος πρὸ τῶν στεφανωμάτων ἥπτετο. καὶ Χρυσηὶς μὲν ἀπελθοῦσα ἐς Τεγέαν τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευεν· Ἀργεῖοι δὲ καίπερ κακοῦ τηλικούτου παρόντος σφίσι τὴν εἰκόνα οὐ καθεῖλον τῆς Χρυσηίδος, ἀνάκειται δὲ καὶ ἐς τόδε τοῦ ναοῦ τοῦ κατακαυθέντος ἔμπροσθεν.

在这座神庙上方,有前一座神庙的基石,以及火焰所遗留下来的其他任何东西。那座神庙是在花冠前的灯盏燃着时,由于赫拉的女祭司克吕塞伊斯入睡而被烧毁的。克吕塞伊斯随后逃往特革亚,向雅典娜·阿莱亚寻求庇护。然而,阿尔戈斯人尽管遭遇了如此重大的灾难,却没有拆毁克吕塞伊斯的塑像,它至今依然伫立在被烧毁的神庙前。

语法注5 条
  1. 2.17.1τῶν θυσιῶν ἐς τὰς ἀπορρήτους

    属格名词短语 τῶν θυσιῶν 起部分属格的作用,与介词短语 ἐς τὰς ἀπορρήτους(“至隐秘者”)相结合,表示“用于祭祀中属于秘仪的那部分”。

  2. 2.17.1Ἀστερίωνι γενέσθαι τῷ ποταμῷ θυγατέρας

    Ἀστερίωνι τῷ ποταμῷ 是表示领有的与格,与间接引语中不定式 γενέσθαι 的宾格主语 θυγατέρας(对格)连用,意为“河流阿斯泰里翁有了(生了)女儿们”。

  3. 2.17.3ὡς εἴη βασιλεὺς Αὔγουστος

    接在连词 ὡς 之后的 εἴη 是希求语气(optative),用于间接引语中,表示隶属于主句动词 λέγουσιν 的传闻或主观说明。

  4. 2.17.4ἀφείσθω μοι

    由动词 ἀφίημι 的单数第三人称完成时被动命令式 ἀφείσθω 与表示行为者或利害关系的与格 μοι 组成的惯用语,意为“让它被我略过(不提)”。

  5. 2.17.7ὕπνου καταλαβόντος

    这是一个属格绝对(genitive absolute)结构,由名词 ὕπνου 和分词 καταλαβόντος 组成,并以对格的 τὴν ἱέρειαν 作为其语义上的宾语,意为“当睡意袭来,女祭司入睡时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.17.1-2.17.7