- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.37.1-10.37.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-04
作者描述了安蒂基拉附近的阿耳忒弥斯圣殿及邻近布利斯的地理,接着叙述了德尔斐的港口基拉的历史,特别是梭伦利用药草攻陷该城的策略。
τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι1 ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος· ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ· μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
在城市的右侧,从那里前行大约两斯塔德,有一块高耸的岩石——这块岩石是山的一部分——在它上面建有一座阿耳忒弥斯的圣殿。这座阿耳忒弥斯像是普拉克西特列斯的作品,右手拿着火炬,肩上背着箭袋,在她身旁的左侧有一只狗;神像的大小超过了最高大的女人。
τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι. λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν. ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων διʼ ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν2 οὐκ οἶδα· οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύρας τέ ἐστι καὶ Βούλιδος· ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλιστα εἰκάζομεν.
与福基斯土地相邻的是那座以带领殖民的男子布隆命名的城市,它是从古代多里斯的城市中联合建立起来的。据说布利斯人加入了菲洛梅洛斯和福基斯人的共同会议。从波奥蒂亚的蒂斯贝到布利斯有八十斯塔德的路程;但从福基斯人的安蒂基拉走陆路,究竟有没有这条路我并不清楚;因为安蒂基拉与布利斯之间的山脉是如此艰难且险峻。从安蒂基拉到港口是一百斯塔德,而从港口到布利斯的步行路程,我们估计大约是七斯塔德。
κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοι ὀνομάζουσιν Ἡράκλειον. κεῖται δὲ ἐπὶ ὑψηλοῦ τε ἡ Βοῦλις καὶ ἐν παράπλῳ περαιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων· οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθα πλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς. κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδι οὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου· τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοί τε ἐγενόμεθα συμβαλέσθαι. θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις. καὶ πηγὴ Βουλίοις ἐστὶ καλουμένη Σαύνιον.
在这里,还有一条被当地人称为赫拉克利翁的急流河川流入大海。布利斯坐落于高地之上,位于从安蒂基拉渡海前往科林斯人的莱开翁的航线上。这里的居民大半以上是采集用于紫色染料的贝类渔民。布利斯的其他建筑并无太多奇特之处,神殿有阿耳忒弥斯的,还有一座是狄奥尼索斯的。这些神像是用木头雕刻而成的,但作者是谁我们无法推断。布利斯人最崇敬的神,他们称之为“梅吉斯托斯”,而在我们看来,这是宙斯的一个别称。布利斯人还有一口被称为萨乌尼翁的泉水。
ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν· καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν. τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι,3 ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος· οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπʼ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.
从德尔斐到德尔斐的港口基拉有六十斯塔德的路程。下到平原有一处赛马场,他们在那里举行皮提亚竞技会的马术比赛。关于奥林匹亚的“塔拉克西波斯”的事情,已在我的记述中关于埃利斯人的部分说明了。而阿波罗的赛马场似乎其本身也可能会让某些骑手感到痛苦,因为神明在每种活动中,同样会向人类分配好运和坏运;然而,这个赛马场本身并无导致马匹混乱的特性,无论是由于英雄的原因,还是由于任何其他的借口。
τὸ δὲ πεδίον τὸ ἀπὸ τῆς Κίρρας ψιλόν ἐστιν ἅπαν, καὶ φυτεύειν δένδρα οὐκ ἐθέλουσιν ἢ ἔκ τινος ἀρᾶς ἢ ἀχρεῖον τὴν γῆν ἐς δένδρων τροφὴν εἰδότες. λέγεται δὲ ἐς τὴν Κίρραν καὶ ἀπὸ τῆς Κίρρας τὸ ὄνομα τὸ ἐφʼ ἡμῶν τεθῆναι τῷ χωρίῳ φασίν.4 Ὅμηρος μέντοι Κρῖσαν ἔν τε Ἰλιάδι ὁμοίως καὶ ὕμνῳ τῷ ἐς Ἀπόλλωνα ὀνόματι τῷ ἐξ ἀρχῆς καλεῖ τὴν πόλιν. χρόνῳ δὲ ὕστερον οἱ ἐν τῇ Κίρρᾳ ἄλλα τε ἠσέβησαν ἐς τὸν Ἀπόλλωνα καὶ ἀπέτεμνον τοῦ θεοῦ τῆς χώρας.
从基拉开始的平野完全是光秃秃的,他们不愿种植树木,要么是因为某种诅咒,要么是因为他们知道这块土地不适合树木的生长。据说,在我们这个时代赋予该地方的名字是得自基拉。然而,荷马在《意里亚特》中以及在《阿波罗颂歌》中,都同样用它最初的名字克里萨来称呼这座城市。后来,基拉的人们对阿波罗犯下了各种亵渎罪行,并割占了神明的土地。
πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξεν Ἀμφικτύοσι, καὶ Κλεισθένην τε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναι καὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν· χρωμένοις δέ σφισιν ὑπὲρ νίκης ἀνεῖπεν ἡ Πυθία· "οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον." ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλασσα.
于是近邻同盟决定对基拉人开战,他们推举西库翁的僭主克莱斯提尼为领袖,并从雅典请来梭伦提供建议。当他们为胜利而请求神谕时,皮提亚宣告说:“在深青色眼睛的安菲特里忒的波涛,在酒红色的海上咆哮着冲刷我的圣所之前,你们无法攻占并摧毁这座城市的塔楼。”于是梭伦说服他们将基拉的土地奉献给神明,好让大海成为阿波罗圣所的邻居。
εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους· τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες· ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον,5 ἀπέστρεψεν αὖθις ἐς τὸν ὀχετόν. καὶ—ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος— οἱ μὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν, Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων, καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα. παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ναόν τε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς. ἡ δὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσα ἀγαλμάτων ἐστίν.
梭伦还对基拉人想出了另一个计谋:普莱斯托斯河的水原本通过水道流入他们的城市,梭伦将它转向了别处。而那些被围困的人通过饮用井水和神赐予的雨水,依然对抗着包围者。然而梭伦将嚏根草的根投入普莱斯托斯河中,当他察觉到水中已含有足够的药量时,便将其重新引入水道。由于基拉人毫无节制地饮用了这些水,因为不停的腹泻,城墙上的守卫们放弃了防守,近邻同盟在占领该城市后,替神明对基拉人进行了报复,而基拉成为了德尔斐的港口。这里还展现了阿波罗、阿耳忒弥斯和勒托的神殿,以及体量庞大且具有雅典工艺的神像。阿德剌斯忒亚也与他们合祀在同一个地方,但在大小上她逊于其他的神像。
- 10.37.1προελθόντι
与格分词,常见于地理方位或路线指引的表达。省略了不定代词(如 τινί)或第一人称复数代词,表示“(当人/我们)前行时”这一条件或时间。
- 10.37.2καὶ εἰ ἀρχήν ἐστιν
引导间接疑问句的连词 εἰ(是否)与用作副词(表示“根本”、“起初”)的宾格 ἀρχήν 连用,表示“陆路究竟是否存在”。
- 10.37.4τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι
不定过去时主动不定式 ἀνιᾶσαι 附属于前句的引导动词 ἔοικε(似乎、易于),作为其补充性不定式,其主语为 ὁ δὲ ἱππόδρομος。
- 10.37.5λέγεται δὲ ... φασίν
这是一种冗余(赘言)句式,在同一个句子中同时使用了表示传闻的被动动词 λέγεται(据说)和主动动词 φασίν(人们说)。
- 10.37.7ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον
动词 ᾔσθετο(感官动词 αἰσθάνομαι 的不定过去时)的主语是梭伦。它以对格 τὸ ὕδωρ 为直接宾语,并带有补充性分词 ἔχον(支配属格 τοῦ φαρμάκου),意为“当他发觉水中已含有足够的药量时”。
