← 保萨尼亚斯

希腊志

§10.35.1-10.35.10

阿拜、希安波利斯与斯蒂里斯的古迹

记述了阿拜和希安波利斯的起源及阿波罗与阿耳忒弥斯的神殿,以及斯蒂里斯的历史、在多石高地上获取水源的困难,和德墨忒尔的圣殿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.35.1

ἐς Ἄβας δὲ ἀφικέσθαι καὶ ἐς Ὑάμπολιν ἔστι μὲν καὶ ἐξ Ἐλατείας ὀρεινὴν ὁδὸν ἐν δεξιᾷ τοῦ Ἐλατέων ἄστεως, ἡ δὲ ἐπὶ Ὀποῦντα λεωφόρος ἡ ἐξ Ὀρχομενοῦ καὶ ἐς ταύτας φέρει τὰς πόλεις. ἰόντι1 οὖν ἐς Ὀποῦντα ἐξ Ὀρχομενοῦ καὶ ἐκτραπέντι οὐ πολὺ ἐπʼ ἀριστερὰν ὁδός ἐστιν ἡ ἐς Ἄβας. οἱ δὲ ἐν ταῖς Ἄβαις ἐς γῆν τὴν Φωκίδα ἀφικέσθαι λέγουσιν ἐξ Ἄργους καὶ τὸ ὄνομα ἀπὸ Ἄβαντος τοῦ οἰκιστοῦ λαβεῖν τὴν πόλιν, τὸν δὲ Λυγκέως τε καὶ Ὑπερμήστρας τῆς Δαναοῦ παῖδα εἶναι. Ἀπόλλωνος δὲ ἱερὰς νενομίκασιν εἶναι τὰς Ἄβας ἐκ παλαιοῦ, καὶ χρηστήριον καὶ αὐτόθι ἦν Ἀπόλλωνος.

从埃拉泰亚也可以通过埃拉泰亚城区右侧的山路到达阿拜和希安波利斯,但从奥尔霍迈诺斯通往奥普斯的公路也通向这些城市。因此,对于从奥尔霍迈诺斯前往奥普斯并向左侧稍微拐弯的人来说,有一条通往阿拜的路。阿拜的人们说,他们是从阿哥斯来到福基斯土地上的,而城市的名称源于其创建者阿巴斯,他是林叩斯与达那俄斯之女许珀耳涅斯特拉的儿子。他们自古以来就认为阿拜是阿波罗的圣地,那里也曾有阿波罗的神谕所。

§10.35.2

θεῷ δὲ τῷ ἐν Ἄβαις οὐχ ὁμοίως Ῥωμαῖοί τε ἀπένειμαν τὰ ἐς τιμὴν καὶ ὁ Πέρσης· ἀλλὰ Ῥωμαῖοι μὲν εὐσεβείᾳ τῇ ἐς τὸν Ἀπόλλωνα Ἀβαίοις δεδώκασιν αὐτονόμους σφᾶς εἶναι, στρατιὰ δὲ ἡ μετὰ Ξέρξου κατέπρησε καὶ τὸ ἐν Ἄβαις ἱερόν. Ἑλλήνων δὲ τοῖς ἀντιστᾶσι τῷ βαρβάρῳ τὰ κατακαυθέντα ἱερὰ μὴ ἀνιστάναι σφίσιν ἔδοξεν, ἀλλὰ ἐς τὸν πάντα ὑπολείπεσθαι χρόνον τοῦ ἔχθους ὑπομνήματα· καὶ τοῦδε ἕνεκα οἵ τε ἐν τῇ Ἁλιαρτίᾳ ναοὶ καὶ Ἀθηναίοις τῆς Ἥρας ἐπὶ ὁδῷ τῇ Φαληρικῇ καὶ ὁ ἐπὶ Φαληρῷ τῆς Δήμητρος καὶ κατʼ ἐμὲ ἔτι ἡμίκαυτοι μένουσι.

罗马人和波斯人对待阿拜神明的方式并不相同。罗马人因对阿波罗的虔诚,允许阿拜人自治,而薛西斯麾下的军队也烧毁了阿拜的圣殿。在抵抗蛮族的希腊人中,他们决定不重建那些被烧毁的神殿,而是将它们永久留作仇恨的纪念碑。正因如此,哈利亚图斯的那些神殿、对雅典人而言在法勒鲁姆路上的赫拉神殿,以及在法勒鲁姆的德墨忒尔神殿,直到我的时代仍然保持着半烧毁的状态。

§10.35.3

τοιαύτην θέαν καὶ τοῦ ἐν Ἄβαις ἱεροῦ τότε γε εἶναι δοκῶ,2 ἐς ὃ ἐν τῷ πολέμῳ τῷ Φωκικῷ βιασθέντας μάχῃ Φωκέων ἄνδρας καὶ ἐς Ἄβας ἐκπεφευγότας αὐτούς τε οἱ Θηβαῖοι τοὺς ἱκέτας καὶ τὸ ἱερόν, δεύτερον δὴ οὗτοι μετὰ Μήδους, ἔδοσαν πυρί· εἱστήκει δʼ οὖν καὶ ἐς ἐμὲ ἔτι οἰκοδομημάτων ἀσθενέστατον ὁπόσα δὴ ἡ φλὸξ ἐλυμήνατο, ἅτε ἐπὶ τῷ Μηδικῷ προλωβησαμένῳ πυρὶ αὖθις ὑπὸ τοῦ Βοιωτίου πυρὸς κατειργασμένον.

我认为,当时阿拜的圣殿也是处于那样的状态,直到在福基斯战争中,在战斗中被迫退却并逃往阿拜的福基斯男子们,底比斯人将他们这些寻求庇护者和圣殿一并付之一炬,底比斯人是继波斯人之后第二个这样做的。无论如何,直到我的时代,还立着那些被火焰损毁、极其脆弱的建筑遗迹,因为它们在曾遭受波斯人火焰蹂躏之后,又再次被波伊俄提亚人的火焰摧毁。

§10.35.4

παρὰ δὲ τὸν ναὸν τὸν μέγαν ἐστὶν ἄλλος ναός, ἀποδέων ἐκείνου μέγεθος· βασιλεὺς δὲ Ἀδριανὸς ἐποίησε τῷ Ἀπόλλωνι· τὰ δὲ ἀγάλματα ἀρχαιότερα καὶ αὐτῶν ἐστιν Ἀβαίων ἀνάθημα, χαλκοῦ δὲ εἴργασται καὶ ὁμοίως ἐστὶν ὀρθά, Ἀπόλλων καὶ Λητώ τε καὶ Ἄρτεμις. Ἀβαίοις δὲ ἔστι μὲν θέατρον, ἔστι δὲ καὶ ἀγορά σφισι, κατασκευῆς ἀμφότερα ἀρχαίας.

在大神殿旁还有另一座神殿,其规模较小;哈德良皇帝为阿波罗建造了它。神像更为古老,是阿拜人自己的奉献物,由青铜制成,同样呈直立之姿,分别是阿波罗、勒托和阿耳忒弥斯。阿拜人有剧场,也有广场,两者皆为古老构造。

§10.35.5

ἐπανελθόντα3 δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σε ἐκδέξεται. τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξ ἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν· Ὕαντες γὰρ οἱ ἐκ Θηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα. τὰ μὲν δὴ ἀρχαιότερα ὑπὸ τῶν προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησεν ὀνομασθῆναι.

回到通往奥普斯的直路,随后希安波利斯将迎接你。至于那里的居民,其名字本身就说明了他们最初是谁,以及他们是从哪里迁徙到这片土地上的。因为从底比斯逃离卡德摩斯及其军队的许安特斯人来到了这里。在更古老的时代,他们被邻近居民称为“许安特斯人之城”,但随着时间的推移,这里最终被定名为希安波利斯。

§10.35.6

ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθις Φιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶς τε ἀρχαίας κατασκευὴ καὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν. Ἀδριανὸς δὲ βασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί. φρέαρ δέ σφισίν ἐστιν ἕν· ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπʼ ἄλλου δὲ ἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ.

尽管薛西斯皇帝烧毁了这座城市,后来腓力又将其彻底摧毁,但遗留下的仍有古老构造的广场、议事厅(一座不大的建筑)以及离城门不远的剧场。哈德良皇帝建造了一座柱廊,这栋柱廊以奉献它的皇帝的名字命名。他们只有一口井;他们仅靠这口井饮水和洗浴,除了冬天的雨水外,他们没有其他水源。

§10.35.7

σέβονται δὲ μάλιστα Ἄρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς· τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα· δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν. ὁπόσα δʼ ἂν τῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερα τῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν.

他们最崇拜阿耳忒弥斯,并拥有一座阿耳忒弥斯的神殿。但我没有透露神像是什么样子的,因为他们有在每年只开放两次神殿、不再多开的习俗。凡是他们命名为属于阿耳忒弥斯的家畜,据说它们在没有疾病的情况下成长,且比其他的更为肥壮。

§10.35.8

ἐσβολὴ δὲ ἐκ Χαιρωνείας ἐς γῆν τὴν Φωκίδα οὐ μόνον ἡ εὐθεῖά ἐστιν ἐς Δελφοὺς ἡ διά τε Πανοπέως καὶ παρὰ τὴν Δαυλίδα καὶ ὁδὸν τὴν Σχιστήν· φέρει δὲ ἐκ Χαιρωνείας καὶ ἑτέρα τραχεῖά τε ὁδὸς καὶ ὀρεινὴ τὰ πλέονα ἐς πόλιν Φωκέων Στῖριν· μῆκος δὲ εἴκοσι στάδιοι τῆς ὁδοῦ καὶ ἑκατόν. οἱ δὲ ἐνταῦθά φασιν οὐ Φωκεῖς, Ἀθηναῖοι δὲ εἶναι τὰ ἄνωθεν, καὶ ἐκ τῆς Ἀττικῆς ὁμοῦ Πετεῷ τῷ Ὀρνέως ἀφικέσθαι διωχθέντι ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν· ὅτι4 δὲ τῷ Πετεῷ τὸ πολὺ ἐκ τοῦ δήμου τοῦ Στιρέων ἠκολούθησεν, ἐπὶ τούτῳ κληθῆναι τὴν πόλιν Στῖριν.

从喀罗尼亚进入福基斯土地的通道,不仅有经过帕诺佩乌斯并绕过达乌利斯和斯喀斯特路的通往德尔斐的直路;还有另一条崎岖且大部分是山路的路,从喀罗尼亚通往福基斯的城市斯蒂里斯,路程长一百二十斯塔德。这里的居民说他们不是福基斯人,而是从古以来就是雅典人,并且是在佩特奥斯(奥尔纽斯之子)被埃勾斯逐出雅典时,与他一同从阿提卡来到这里的。因为斯蒂里亚区的大多数人跟随了佩特奥斯,为此该城市被命名为斯蒂里斯。

§10.35.9

Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡ οἴκησις· σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ· φρέατα γὰρ αὐτόθι οὔτε πολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. ταῦτα μὲν δὴ λουτρά σφισι καὶ ὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαρα ὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς· ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶ ἀρύονται κατιόντες ἐς τὴν πηγήν.

斯蒂里斯人的住所建在高耸且多石的地方;因此,他们在夏季缺乏水,因为那里的井既不多,提供的水也不合适。这些水供他们洗浴和牲畜饮用,而供人们饮用的水,他们需要向下走大约四斯塔德,从泉水中获取。这口泉是在岩石中开凿出来的,人们走下去取水。

§10.35.10

Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστιν ἐν Στῖρι· πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡ θεὸς ἔχουσα. παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλο ὁπόσα Δήμητρος ἐς τιμήν.

在斯蒂里斯有一座被称为斯蒂里蒂斯的德墨忒尔圣殿。圣殿是由泥砖建造的,神像则是由彭特利库斯石制成,女神手持火炬。在她身旁还有另一尊用带子缠绕的古老神像,也是为了向德墨忒尔致敬而设。

语法注4 条
  1. 10.35.1ἰόντι

    现在分词单数阳性与格。在地理描述中作为“判断者与格”(dativus iudicantis)起作用,指示出行者的视角(“对于前往……的人而言”)。

  2. 10.35.3δοκῶ

    此处用作以作者本人为主语的人称结构(“我认为”),而非无人称的“似乎”(δοκεῖ)。不定式 εἶναι 的主语应补出为宾格的 τὴν θέαν,而非属格的 τοῦ ἐν Ἄβαις ἱεροῦ。

  3. 10.35.5ἐπανελθόντα

    不定过去时主动分词单数阳性宾格,修饰主句动词 ἐκδέξεται(“将迎接”)的直接宾语人称代词 σε(“你”)。表示时间上的先后关系(“在你返回……之后”)。

  4. 10.35.8ὅτι

    表示原因的连词(“因为”)。与后文的 ἐπὶ τούτῳ(“为此”)形成呼应关系,强调因果:“因为斯蒂利斯居民的大部分人跟随了佩特奥斯,为此该城市被命名为斯蒂利斯”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.35.1-10.35.10