- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.25.1-10.25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
保萨尼亚斯参观了由克尼多斯人奉献的会所(莱斯赫),开始详细描述波吕格诺托斯关于特洛伊陷落和希腊人启航的著名画作。他描绘了梅内劳斯准备启航的场景,并列举了画中的各位希腊战士、女性及随从,同时考察了这些名字与荷马史诗传统的差异。
ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲν Κνιδίων, καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τά τε σπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη· τοιαῦτʼ εἶναι πολλὰ1 ἀνὰ πᾶσαν τὴν Ἑλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν· "οὐδʼ ἐθέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις."
在卡索提斯泉上方有一座建筑,里面藏有波吕格诺托斯的画作,是克尼多斯人的奉献物,德尔斐人称其为“莱斯赫”(会所),因为古时人们聚集于此,讨论严肃的事情和各种传说;荷马在梅兰托辱骂奥德修斯的地方表明,整个希腊都有很多这样的地方: “你既不想去铜匠铺,也不想去哪个会所睡觉,却在这里喋喋不休。”
ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα2 τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷ τῆς γραφῆς Ἴλιός τέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων. Μενελάῳ δὲ τὰ ἐς τὴν ἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶ ἀναμὶξ παῖδες, ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων. Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλα τε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦ Φρόντιδος· πατρὸς μὲν Ὀνήτορος,3 Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴν τέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών· καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵνα μνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν.
因此,对于进入这座建筑的人来说,画作右侧的整体是陷落的伊利奥斯(特洛伊)和希腊人的启航。人们正在为梅内劳斯准备启航的事宜,画中有一艘船,船员中有成年男子,也夹杂着少年,船中央是手持两根船篙的舵手弗龙蒂斯。荷马让内斯特在与忒勒玛科斯交谈时提到其他事情以及关于弗龙蒂斯的事:他是奥内托之子,是梅内劳斯的舵手,在手艺上最受赞赏,以及当他正驶过阿提卡的苏尼翁岬时,死期便降临到他身上;而在此之前一直与内斯特一同航行的梅内劳斯,当时正是由于这个原因被留了下来,以便为弗龙蒂斯建造坟墓,并用对死者所应做的一切其他事情来优待他。
οὗτός τε οὖν ἐν τοῦ Πολυγνώτου τῇ γραφῇ καὶ ὑπʼ αὐτὸν Ἰθαιμένης τέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰ τῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν. καταλύουσι δὲ καὶ τοῦ Μενελάου τὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιός τε καὶ Ἄλφιος. καὶ ἄλλην διαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς· ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι. καὶ μόνου τούτου τὸ ὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν4 τὰ ὀνόματα συνέθηκεν αὐτὸς ὁ Πολύγνωτος.
因此,在波吕格诺托斯的画作中便有这个人,在他下方是一个带着衣服的名叫伊泰梅内斯的人,和正走下跳板、提着青铜水罐的埃霍亚克斯。波利特斯、斯特罗菲奥斯和阿尔菲奥斯正在拆卸离船不远的梅内劳斯的帐篷。而正在拆卸另一个帐篷的是安菲亚罗斯,在安菲亚罗斯脚边坐着一个男孩;这个男孩没有铭文,而只有弗龙蒂斯一人留着胡须。而且,波吕格诺托斯仅从关于奥德修斯的诗作中得知了这一个人的名字,至于其他人的名字,在我看来,是波吕格诺托斯自己虚构的。
Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδη τε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασιν ἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος. κάθηται δὲ αὐτή τε ἡ Ἑλένη καὶ Εὐρυβάτης πλησίον· τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια. θεράπαινα δὲ Ἠλέκτρα5 καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα· διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι, ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν.
站立着的布里塞伊斯,在她上方的迪奥墨德,以及在她们两人前方的伊菲斯,似乎都在凝视着海伦的美貌。海伦本人坐着,欧律巴特斯就在附近;我们推测他是奥德修斯的使者,但他当时还没有胡须。侍女是埃勒克特拉和潘塔利斯,其中一人站在海伦身旁,而另一人,即埃勒克特拉,正在给女主人穿鞋。这些名字也与荷马在《意利亚特》中给出的名字不同,在那里,荷马描写了海伦以及与海伦一同走向城墙的女奴们。
κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστα κατηφής· Ἕλενον εἶναι τεκμήραιο ἂν6 τὸν Πριάμου καὶ πρὶν ἢ τὸ ἐπίγραμμα ἐπιλέξασθαι. πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί· τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε· τρωθῆναι δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου.
在海伦上方坐着一个身穿紫色斗篷、神情极为沮丧的男子;甚至在阅读铭文之前,你就能推测出他是普里阿摩斯之子赫勒诺斯。在赫勒诺斯附近是梅格斯;梅格斯的胳膊受了伤,这正是皮拉人、埃斯库里诺斯之子莱斯赫斯在《伊利奥斯的陷落》中所描写的:他说这名男子是在特洛伊人夜间进行的那场战斗中,被奥革阿斯之子阿德墨托斯所伤。
- 10.25.1τοιαῦτʼ εἶναι πολλὰ
τοιαῦτʼ(即τοιαῦτα)是“对格加不定式”结构中不定式εἶναι的主语(中性复数),引导作为主动词ἐδήλωσεν宾语的间接引语从句。πολλά是其表语形容词。
- 10.25.2ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα
分词ἐσελθόντι(第一不定过去时主动因格单数阳性)用作关系与格(判断与格),表示读者(观察者)的视角:“对于进入(这座建筑)的人来说”。
- 10.25.2πατρὸς μὲν Ὀνήτορος
属格名词πατρός(父亲)是表示起源或来源的属格,宽松地依赖于下一句的ἦν或省略的存在动词,表示“以奥内托为父”或“奥内托之子”。
- 10.25.3ἐμοὶ δοκεῖν
一种绝对不定式的惯用结构,用作插入语,意为“依我之见”或“在我看来”,起到限制句子断言的作用。
- 10.25.4ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα
带有小词的冠词ἡ μὲν和ἡ δὲ对比了前文提到的两位侍女。后者(ἡ δὲ)明确附有同位语ἡ Ἠλέκτρα,从而清晰地分配了动作:一人(潘塔利斯)守候在旁,而另一人(埃勒克特拉)穿鞋。
- 10.25.5τεκμήραιο ἂν
希求法动词τεκμήραιο(第二人称单数中动)与小词ἄν连用,构成潜在希求法,表示温和的断言或可能性:“你(读者)大概可以推测出”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
