← 保萨尼亚斯

希腊志

§10.22.7-10.22.13

奥伊特山迂回与进军德尔斐

在对加拉太人展开复仇的同时,布伦诺斯通过向导引导沿奥伊特山小径合围希腊军,但雅典舰队成功撤走希腊军,各城邦联军随即集结以保卫德尔斐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.22.7

Καλλιεῦσι δὲ καίπερ δεινὰ οὕτω παθοῦσιν ὡς μηδὲ τὰ ὑπὸ Ὁμήρου πεποιημένα ἔς τε Λαιστρυγόνας καὶ ἐς Κύκλωπα ἐκτὸς εἶναι δοκεῖν ἀληθείας, ὅμως κατὰ τὴν ἀξίαν ἐγίνετο ἡ ὑπὲρ αὐτῶν δίκη· ἀπὸ γὰρ τεσσάρων μυριάδων προσόντων σφίσιν ὀκτακοσίων ἐλάσσονες ἡμίσεων1 ἐς τὸ στρατόπεδον οἱ βάρβαροι τὸ πρὸς Θερμοπύλαις ἀπεσώθησαν.

尽管卡利埃阿斯的人民遭受了如此可怕的灾难,以至于荷马笔下关于莱斯特律戈内斯和独眼巨人的诗作也显得不失真实,然而,为他们进行的复仇却是极其相称的。因为在蛮族四万零八百人的军队中,只有不到一半的人逃回了温泉关的营地。

§10.22.8

περὶ δὲ τοὺς Ἕλληνας ἐν τῷ αὐτῷ χρόνῳ τοὺς ἐν Θερμοπύλαις συνέβαινεν ἄλλα τοιαῦτα. ἀτραπός ἐστι διὰ τοῦ ὄρους τῆς Οἴτης, μία μὲν ἡ ὑπὲρ Τραχῖνος ἀπότομός τε τὰ πλείω καὶ ὄρθιος δεινῶς, ἑτέρα δὲ ἡ διὰ τῆς Αἰνιάνων ὁδεῦσαι στρατῷ ῥᾴων, διʼ ἧς καὶ Ὑδάρνης ποτὲ Μῆδος κατὰ νώτου τοῖς περὶ Λεωνίδην ἐπέθετο Ἕλλησι.

与此同时,在温泉关的希腊人身边也发生了类似的事情。有一条穿过奥伊特山的小径:一条在特拉克斯上方,大半陡峭且异常险峻;另一条穿过艾尼亚内斯人的领地,更易于军队通行,当年波斯人秀达尔奈斯正是沿着这条路,从背后袭击了列奥尼达率领的希腊人。

§10.22.9

κατὰ ταύτην τὴν ὁδὸν ἐπηγγέλλοντο ἄξειν Βρέννον οἱ Ἡρακλεῶται καὶ οἱ Αἰνιᾶνες, οὐ κακονοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν, τοὺς δὲ Κελτοὺς ἐκ τῆς χώρας σφίσιν ἀπελθεῖν μηδὲ ἐγκαθημένους φθείρειν περὶ πολλοῦ ποιούμενοι.2 καί μοι φαίνεται Πίνδαρος ἀληθῆ καὶ ἐν τῷδε εἰπεῖν, ὃς πάντα τινὰ ὑπὸ κακῶν οἰκείων ἔφη πιέζεσθαι, ἐπὶ δὲ ἀλλοτρίοις κήδεσιν ἀπήμαντον εἶναι.

赫拉克莱亚人和艾尼亚内斯人承诺将沿着这条路引导布伦诺斯,这并非出于对希腊事业的恶意,而是因为他们极其重视让凯尔特人离开他们的土地,不让他们停留并破坏它。在这一点上,品达在我看来也说出了真理,他说每个人都因自身的灾祸而感到压抑,而对旁人的悲伤则无动于衷。

§10.22.10

τότε δὲ ἡ τῶν Αἰνιάνων καὶ τῶν Ἡρακλεωτῶν ὑπόσχεσις ἐπήγειρε τὸν Βρέννον· καὶ Ἀκιχώριον μὲν κατέλιπεν ἐπὶ τῇ στρατιᾷ, προειπών, ἐπειδὰν περιλάβωσιν αὐτοὶ τὸ Ἑλληνικόν, τηνικαῦτα καὶ ἐκείνοις ἐφόδου καιρὸν εἶναι· ἀπολέξας δὲ αὐτὸς μυριάδας τοῦ στρατοῦ τέσσαρας ἐποιεῖτο τὴν ὁδὸν διὰ τῆς ἀτραποῦ.

当时,艾尼亚内斯人和赫拉克莱亚人的承诺激起了布伦诺斯的斗志;他将阿基科里奥斯留在军队中主持大局,并预先吩咐,一旦他们自己包围了希腊军队,那时便是他们发起进攻的时机。他自己从军中挑选了四万人,沿着小径进军。

§10.22.11

καί πως ἐπʼ ἐκείνης συνέβαινε τῆς ἡμέρας τήν τε ὁμίχλην κατὰ τοῦ ὄρους καταχεῖσθαι πολλὴν καὶ ἀμαυρὸν ὑπʼ αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶν Φωκέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρβαροι παρέσχοντο αἴσθησιν πρὶν ἢ πλησίον ἐγεγόνεσαν. ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱ δὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐβιάσθησαν καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ· καταδραμόντες μέντοι παρὰ τοὺς συμμάχους καὶ ἀπαγγείλαντες τὰ παρόντα ἔφθησαν πρὶν ἢ ἀκριβῆ καὶ πανταχόθεν τελέαν γενέσθαι3 τοῦ Ἑλληνικοῦ τὴν κύκλωσιν.

而那天刚好山中大雾弥漫,太阳因此变得昏暗,以至于在小径上把守的福基斯人,直到蛮族逼近时才发觉他们的到来。在此,一方发起战斗,另一方则顽强抵抗,但最终福基斯人被击退,从小径上撤离。然而,他们奔下山通知了盟军并报告了眼前的局势,因而在希腊军队被完全且彻底包围之前抢先做好了准备。

§10.22.12

ἔνθα δὴ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι φθάνουσιν ὑπεξαγαγόντες ἐκ τῶν Θερμοπυλῶν τὸ Ἑλληνικόν· καὶ οἱ μὲν κατὰ τὰς πατρίδας ἕκαστοι τὰς αὑτῶν ἐσκεδάσθησαν, ὁ δὲ Βρέννος οὐδένα ἔτι ἐπισχὼν χρόνον, πρὶν ἢ τοὺς ἀπὸ τοῦ στρατοπέδου τοῦ σὺν τῷ Ἀκιχωρίῳ παραγενέσθαι, τὴν ὁδὸν ἐποιεῖτο ἐπὶ τοὺς Δελφούς. οἱ δὲ καταφεύγουσιν ὑπὸ δείματος ἐπὶ τὸ χρηστήριον· καὶ ὁ θεὸς σφᾶς οὐκ εἴα φοβεῖσθαι, φυλάξειν δὲ αὐτὸς ἐπηγγέλλετο τὰ ἑαυτοῦ.

于是,三列桨座战船上的雅典人抢先将希腊军队从温泉关撤走。希腊人各自散去,回到自己的祖国,而布伦诺斯不再等待与阿基科里奥斯同行的人马从营地赶来,便径直向德尔斐进军。居民们因恐惧而逃往神谕所,但神不许他们害怕,并亲自承诺他将守护属于自己的财产。

§10.22.13

οἱ δὲ ἀφικόμενοι τιμωρεῖν τῷ θεῷ τοσοίδε ἐγένοντο Ἑλλήνων· Φωκεῖς μὲν ἀπὸ τῶν πόλεων πασῶν, ἐκ δὲ Ἀμφίσσης ὁπλῖται τετρακόσιοι, παρὰ δὲ Αἰτωλῶν ὀλίγοι μέν τινες αὐτίκα, ὅτε ἐπύθοντο ἐς τὸ πρόσω χωροῦντας τοὺς βαρβάρους, διακοσίους δὲ καὶ χιλίους Φιλόμηλος ἤγαγεν ὕστερον. τὸ δὲ μάλιστα ἐν ἀκμῇ4 τῶν Αἰτωλῶν ἐτράπετο ἐπὶ τὴν μετὰ τοῦ Ἀκιχωρίου στρατιάν, καὶ μάχης μὲν οὐκ ἦρχον, ὁδευόντων δὲ ἐπέκειντο ἀεὶ τοῖς ἐσχάτοις ἁρπάζοντές τε τὰ τῶν σκευαγωγούντων καὶ αὐτοὺς τοὺς ἄνδρας φονεύοντες· καὶ ἡ πορεία κατὰ ταύτην μάλιστα ἐγίνετό σφισι βραδεῖα τὴν αἰτίαν. κατέλιπε δὲ καὶ περὶ τὴν Ἡράκλειαν ὁ Ἀκιχώριος μοῖραν, οἳ ἔμελλον φρουρήσειν τὰ ἐπὶ τοῦ στρατοπέδου χρήματα.

前来援助神明的人数如下:来自所有城市的福基斯人,来自安菲萨的四百名重装步兵,以及当听闻蛮族向前推进时便立即赶到的少数艾托利亚人,后来菲洛梅洛斯又带来了千二百人。但艾托利亚人中最精锐的部分则转向对付阿基科里奥斯的军队,他们并不发起正面交战,而是在敌军行军时不断袭击其殿后部队,抢夺行李搬运者的财物并杀死他们;由于这个原因,他们的行军变得极其缓慢。阿基科里奥斯还在赫拉克莱亚周围留下了一支部队,用以看守营地中的财物。

语法注4 条
  1. 10.22.7ἐλάσσονες ἡμίσεων

    意为“少于一半”。ἡμίσεων 是 ἥμισυ(一半)的复数属格形式,在此作为比较级 ἐλάσσονες 引导的比较属格。

  2. 10.22.9περὶ πολλοῦ ποιούμενοι

    意为“极其重视……”的分词结构。后接对格加不定式短语(τοὺς Κελτοὺς ... ἀπελθεῖν μηδὲ ... φθείρειν)作为宾语,阐明了主语(赫拉克莱亚人和艾尼亚内斯人)的动机。

  3. 10.22.11ἔφθησαν πρὶν ἢ ... γενέσθαι

    意为“在……发生之前抢先行动”的句式。在此作自动词使用(或在上下文里省略了“警告”等动作),表明福基斯人在希腊军队被包围之前抢先向盟军通报了情况。

  4. 10.22.13τὸ δὲ μάλιστα ἐν ἀκμῇ

    意为“最精壮的部分”,受属格 τῶν Αἰτωλῶν(艾托利亚人的)修饰。该中性短语在此充当句子的主语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.22.7-10.22.13