- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.13.1-10.13.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
本段叙述了派奥尼亚国王献纳的野牛青铜头像及野牛的捕猎方法,随后介绍了德尔斐圣域中来自希腊各地的各种献纳物,包括神像、雕像群、宝库及普拉提亚的三脚鼎。
βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντος ἔπεμψεν ἐς Δελφοὺς βασιλεὺς Παιόνων. οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαι1 ζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ὡς ἀντισχεῖν τῇ ἐμβολῇ. θηρεύονται δὲ οὗτοι τρόπον τοιόνδε. ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐς κοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντες καὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν· ἢν δὲ τύχωσιν ἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰ ποιεῖται.
派奥尼亚国王莱翁之子德罗皮翁,将一尊派奥尼亚公牛——野牛的青铜制头部送到了德尔斐。这些野牛是野兽中最难生擒的,网也不可能坚固到能抵挡住它们的冲击。它们的捕猎方式如下。当捕猎者发现一处向低洼处延伸的斜坡时,首先用坚固的栅栏将其四周加固,其次在斜坡以及坡底尽头的平地上铺满刚剥下的生兽皮;如果恰好缺少生皮,他们就会用油将干燥的皮革也弄得十分光滑。
τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸ εἰρημένον χωρίον τοὺς βίσωνας· οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντες κατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν. ἐρριμμένοι δὲ ἐνταῦθα ἠμέληνται κατʼ ἀρχάς· τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦ θυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς2 τέχνη τιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκ τῶν ἐλαχίστων ἐλύτρων· ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία· τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι.
此后,最擅长骑马的人将野牛驱赶到上述地点;而野牛一踩上最前面的皮革就会立刻滑倒,沿着斜坡滚落下去,直到滚到平地上。它们倒在那里,起初无人理会;但到了大约第四或第五天,饥饿和疲惫已经消磨了它们的大部分野性,于是那些拥有驯服技术的人便趁它们还躺着时,向它们喂食人工种植的松树果实,这些果实是事先从最细小的松塔壳中挑选出来的。起初这些野兽绝不肯碰其他的食物;最后,人们用绳索将它们捆绑并带走。
καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον, τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακά τε ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι· Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσιν Ἀνδρέα εἶναι τὸν οἰκιστήν. τό τε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶς τε καὶ Ἀρτέμιδος Φωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρων τε—πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱ Ἐπικνημίδιοι διείργουσι—καὶ ἀεὶ πολεμίων ὄντων.
人们便是用上述方法捕获它们的。在野牛青铜头部的正对面,有一尊身着胸甲、胸甲外披着长外衣的雕像;德尔斐人说这是安德罗斯人的献纳物,是他们的奠基人安德鲁斯。阿波罗、雅典娜和阿耳忒弥斯的雕像是福基斯人的献纳物,是用从萨萨利亚人那里夺得的战利品制作的,萨萨利亚人是他们的邻居——除了有埃皮克奈米狄安洛克里人将他们隔开之外——并且他们一直是敌人。
ἀνέθεσαν δὲ καὶ οἱ ἐν Φαρσάλῳ Θεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοί τε τοῦ Ἑλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος, Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲ Ἀχιλλέα τε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖ οἱ τῷ ἵππῳ. Κορίνθιοι δὲ οἱ Δωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι· καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτο ἐνταῦθα. τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσιν ἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον. εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέων ἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας. Φλιάσιοι δὲ ἐκόμισαν ἐς Δελφοὺς Δία τε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης. ἐκ δὲ Μαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα· οὗτος οὐ πόρρω τοῦ Κορινθίων ἐστὶ θησαυροῦ.
法萨卢斯的萨萨利亚人、居住在皮埃里亚山下的迪翁城的马其顿人,以及利比亚的希腊裔库瑞涅人也都献纳了物品:库瑞涅人献纳了战车以及车上的阿蒙像,迪翁的马其顿人献纳了抓住雌鹿的阿波罗像,法萨卢斯人则献纳了骑马的阿基琉斯,以及在马旁并肩奔跑的帕特罗克洛斯。多利安裔的科林斯人也同样建造了一座宝库;来自吕底亚人的黄金便存放于此。赫拉克勒斯的雕像是底比斯人在所谓的“神圣战争”中与福基斯人作战时献纳的。还有福基斯人献纳的青铜像,那是他们在第二次交锋中击退萨萨利亚骑兵时所献。弗利亚西人向德尔斐运送了一尊青铜宙斯像,以及与宙斯在一起的埃癸娜雕像。来自阿卡迪亚曼提奈亚的青铜阿波罗像也是献纳物;它距离科林斯人的宝库不远。
Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται· Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ. Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος. τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος· Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
赫拉克勒斯和阿波罗正争夺着三脚鼎,并为此展开决斗;勒托和阿耳忒弥斯按住阿波罗,雅典娜则按住赫拉克勒斯以平息他的怒火。这同样是福基斯人的献纳物,当时厄利斯人特利亚斯率领他们对抗萨萨利亚人。其他的雕像是迪乌洛斯和阿缪克莱乌斯共同制作的,而雅典娜和阿耳忒弥斯像则是由希奥尼斯雕刻的;据说他们都是科林斯人。
λέγεται δὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντιν Ξενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον· τὸν δὲ ἀράμενον τὸν τρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖν τε δὴ τὴν πρόμαντιν· "ἄλλος ἄρʼ Ἡρακλέης3 Τιρύνθιος, οὐχὶ Κανωβεύς·" πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς. τότε δὲ ὁ Ἀμφιτρύωνος τόν τε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτο ἐδιδάχθη. παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωνα ὑπὲρ τρίποδος ᾄδουσιν.
德尔斐人说,当安菲特律翁之子赫拉克勒斯来到神谕所时,女祭司克塞诺克莱亚因他杀害了伊菲托斯而拒绝为他传达神谕;于是他抬起三脚鼎,将其搬出神庙,这时女祭司便说道: “果然是另一个提林斯的赫拉克勒斯,而不是卡诺布斯的那个; “ 因为在此之前,埃及的赫拉克勒斯曾来到过德尔斐。当时,安菲特律翁之子将三脚鼎还给阿波罗,并从克塞诺克莱亚那里得到了他所需要的一切指引。诗人采纳了这一传说,歌颂赫拉克勒斯与阿波罗争夺三脚鼎的战斗。
ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδα δράκοντι ἐπικείμενον χαλκῷ. ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲ ἔτι ἦν· οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες.
希腊人利用普拉提亚战役的战利品,共同献纳了一尊置于青铜巨蛇之上的黄金三脚鼎。献纳物中青铜的部分,直到我的时代依然完好无损;然而,福基斯人的领袖们并没有把黄金也同样保存下来。
Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν· τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος. οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς· πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν.
塔兰托人也将从蛮族佩乌凯提亚人那里获得的另一份什一税送往德尔斐;这些献纳物是埃癸娜的奥纳塔斯和阿耳戈斯的阿格拉达斯的作品,包括步兵和骑兵的雕像,以及作为佩乌凯提亚人盟友而来的雅皮吉亚国王奥皮斯。他被刻画为在战斗中阵亡的样子,而站在倒下的他身旁的,是英雄塔拉斯和来自拉刻代蒙的法兰托斯,在法兰托斯不远处还有一只海豚;因为据说在法兰托斯到达意大利之前,他在克里萨海湾遭遇海难,被一只海豚救上了岸。
- 10.13.1ἁλίσκεσθαι
修饰最高级形容词 χαλεπώτατοι 的“限定(方面)不定式”,意为“最难生擒”。主语 οὗτοι οἱ βίσωνες 是该被动不定式的动作承受者(宾语),而非施事者。
- 10.13.2οἱ δέ σφισιν, οἷς
关系从句 οἷς τέχνη τιθασεύειν 紧跟在主语 οἱ δέ(驯兽者)之后插入,导致主语与主句动词 προσφέρουσιν(见10.13.3)之间出现分离。σφισιν 是与格(间接宾语),指代主句动作的对象“野牛”。
- 10.13.8ἄλλος ἄρʼ Ἡρακλέης
小词 ἄρα(此处作 ἄρʼ)表示说话者突然意识到新事实时的发现或惊奇,表现了女祭司的恍然大悟:“原来是另一个(而非之前来的那个)赫拉克勒斯!”
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
