- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.9.1-1.9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
叙述了托勒密·菲洛墨托尔、其母克娄巴特拉以及其弟亚历山大之间残酷的王位争夺,以及托勒密对底比斯起义的血腥镇压和雅典人对其的立像表彰。随后过渡到腓力、亚历山大大帝和利西马科斯的雕像,并详细叙述了利西马科斯伏狮的传奇故事及其对色雷斯的统治。
ὁ δὲ Φιλομήτωρ καλούμενος ὄγδοος μέν ἐστιν ἀπόγονος Πτολεμαίου τοῦ Λάγου, τὴν δὲ ἐπίκλησιν ἔσχεν ἐπὶ χλευασμῷ. οὐ γάρ τινα τῶν βασιλέων μισηθέντα ἴσμεν ἐς τοσόνδε ὑπὸ μητρός, ὃν1 πρεσβύτατον ὄντα τῶν παίδων ἡ μήτηρ οὐκ εἴα καλεῖν ἐπὶ τὴν ἀρχήν, πρότερον δὲ ἐς Κύπρον ὑπὸ τοῦ πατρὸς πεμφθῆναι πράξασα· τῆς δὲ ἐς τὸν παῖδα τῇ Κλεοπάτρᾳ δυσνοίας λέγουσιν ἄλλας τε αἰτίας καὶ ὅτι Ἀλέξανδρον τὸν νεώτερον τῶν παίδων κατήκοον ἔσεσθαι μᾶλλον ἤλπιζε. καὶ διὰ τοῦτο ἑλέσθαι βασιλέα Ἀλέξανδρον ἔπειθεν Αἰγυπτίους·
被称为“爱母者”(菲洛墨托尔)的人是拉戈斯之子托勒密的第八代子孙,但他获得这个别称乃是出于嘲弄。因为在众国王中,我们还不知道有谁像他那样被母亲憎恨,尽管他是孩子们中的长子,他的母亲却不准他被召去继承统治权,并且在此之前,还设法让他的父亲将他送往塞浦路斯。关于克娄巴特拉对儿子的敌意,人们说了其他原因,也说是因为她希望孩子们中较年轻的亚历山大能更加听话。也是因为这个原因,她劝说埃及人选择亚历山大为国王。
ἐναντιουμένου δέ οἱ τοῦ πλήθους, δεύτερα2 ἐς τὴν Κύπρον ἔστειλεν Ἀλέξανδρον, στρατηγὸν μὲν τῷ λόγῳ, τῷ δὲ ἔργῳ διʼ αὐτοῦ Πτολεμαίῳ θέλουσα εἶναι φοβερωτέρα, τέλος δὲ κατατρώσασα οὓς μάλιστα τῶν εὐνούχων ἐνόμιζεν εὔνους, ἐπήγετο σφᾶς ἐς τὸ πλῆθος ὡς αὐτή τε ἐπιβουλευθεῖσα ὑπὸ Πτολεμαίου καὶ τοὺς εὐνούχους τοιαῦτα ὑπʼ ἐκείνου παθόντας.3 οἱ δὲ Ἀλεξανδρεῖς ὥρμησαν μὲν ὡς ἀποκτενοῦντες τὸν Πτολεμαῖον, ὡς δὲ σφᾶς ἔφθασεν ἐπιβὰς νεώς, Ἀλέξανδρον ἥκοντα ἐκ Κύπρου ποιοῦνται βασιλέα.
但由于民众反对她,她第二次将亚历山大派往塞浦路斯,名义上是作为将军,实际上是希望通过他使自己对托勒密更具威胁。最后,她伤害了她认为最忠诚的太监,并把他们带到民众面前,声称她自己遭到了托勒密的谋害,而太监们也受到了托勒密的如此伤害。亚历山大里亚人冲上前去想要杀死托勒密,但由于他登船逃走而占了先机,他们便立从塞浦路斯归来的亚历山大为国王。
Κλεοπάτραν δὲ περιῆλθεν ἡ δίκη τῆς Πτολεμαίου φυγῆς ἀποθανοῦσαν ὑπὸ Ἀλεξάνδρου, ὃν αὐτὴ βασιλεύειν ἔπραξεν4 Αἰγυπτίων. τοῦ δὲ ἔργου φωραθέντος καὶ Ἀλεξάνδρου φόβῳ τῶν πολιτῶν φεύγοντος, οὕτω Πτολεμαῖος κατῆλθε καὶ τὸ δεύτερον ἔσχεν Αἴγυπτον· καὶ Θηβαίοις ἐπολέμησεν ἀποστᾶσι, παραστησάμενος δὲ ἔτει τρίτῳ μετὰ τὴν ἀπόστασιν ἐκάκωσεν, ὡς μηδὲ ὑπόμνημα λειφθῆναι Θηβαίοις τῆς ποτε εὐδαιμονίας προελθούσης ἐς τοσοῦτον ὡς ὑπερβαλέσθαι πλούτῳ τοὺς Ἑλλήνων πολυχρημάτους, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς καὶ Ὀρχομενίους. Πτολεμαῖον μὲν οὖν ὀλίγῳ τούτων ὕστερον ἐπέλαβε μοῖρα ἡ καθήκουσα· Ἀθηναῖοι δὲ ὑπʼ αὐτοῦ παθόντες εὖ πολλά τε καὶ οὐκ ἄξια ἐξηγήσεως χαλκοῦν καὶ αὐτὸν καὶ Βερενίκην ἀνέθηκαν, ἣ μόνη γνησία οἱ τῶν παίδων ἦν.
然而,因放逐托勒密而应得的惩罚降临到了克娄巴特拉身上,她死于亚历山大之手,而亚历山大正是她自己设法使之统治埃及人的。当这一行径败露,亚历山大因惧怕公民而逃亡后,托勒密便如此归来并第二次占有埃及。他还与起义的底比斯人作战,并在起义后的第三年使他们屈服并惩罚了他们,以至于底比斯人甚至没有留下他们昔日繁荣的任何纪念,而那种繁荣曾达到如此程度,以至于在财富上超越了希腊最富有的地方——德尔斐的神庙和奥尔科美诺斯。在这之后不久,托勒密便寿终正寝;雅典人由于从他那里得到了许多不值一述的恩惠,便为他以及贝雷尼切塑了青铜像,贝雷尼切是他的孩子中唯一的嫡出。
μετὰ δὲ τοὺς Αἰγυπτίους Φίλιππός τε καὶ Ἀλέξανδρος ὁ Φιλίππου κεῖνται· τούτοις μείζονα ὑπῆρχέ πως ἢ ἄλλου πάρεργα εἶναι λόγου. τοῖς μὲν οὖν ἀπʼ Αἰγύπτου τιμῇ τε ἀληθεῖ καὶ εὐεργέταις οὖσι γεγόνασιν αἱ δωρεαί, Φιλίππῳ δὲ καὶ Ἀλεξάνδρῳ κολακείᾳ μᾶλλον ἐς αὐτοὺς τοῦ πλήθους, ἐπεὶ καὶ Λυσίμαχον οὐκ εὐνοίᾳ τοσοῦτον ὡς ἐς τὰ παρόντα χρήσιμον νομίζοντες ἀνέθηκαν.
在埃及国王们之后,安放着腓力和腓力之子亚历山大;对他们来说,他们的功绩未免太大,不适合作为另一段叙述的附带之笔。对于那些来自埃及的人,这些礼物是出于真正的敬意,并且因为他们是恩人而赠送的;但对于腓力和亚历山大,则更多是由于民众对他们的逢迎,因为他们设立利西马科斯的雕像,也并非出于好意,而更多是认为他在当前局势下有用。
ὁ δὲ Λυσίμαχος οὗτος γένος τε ἦν Μακεδὼν καὶ Ἀλεξάνδρου δορυφόρος, ὃν Ἀλέξανδρός ποτε ὑπʼ ὀργῆς λέοντι ὁμοῦ καθείρξας ἐς οἴκημα κεκρατηκότα εὗρε τοῦ θηρίου· τά τε οὖν ἄλλα ἤδη διετέλει θαυμάζων καὶ Μακεδόνων ὁμοίως τοῖς ἀρίστοις ἦγεν ἐν τιμῇ. τελευτήσαντος δὲ Ἀλεξάνδρου Θρᾳκῶν ἐβασίλευεν ὁ Λυσίμαχος τῶν προσοίκων Μακεδόσιν, ὅσων ἦρχεν Ἀλέξανδρος καὶ ἔτι πρότερον Φίλιππος· εἶεν δʼ ἂν οὗτοι τοῦ Θρᾳκίου μοῖρα οὐ μεγάλη. Θρᾳκῶν δὲ τῶν πάντων οὐδένες πλείους εἰσὶ τῶν ἀνθρώπων ὅτι μὴ Κελτοὶ πρὸς ἄλλο ἔθνος ἓν ἀντεξετάζοντι,5 καὶ διὰ τοῦτο οὐδείς πω πρότερος Θρᾷκας Ῥωμαίων κατεστρέψατο ἀθρόους· Ῥωμαίοις δὲ Θρᾴκη τε πᾶσά ἐστιν ὑποχείριος, καὶ Κελτῶν ὅσον μὲν ἀχρεῖον νομίζουσι διά τε ὑπερβάλλον ψῦχος καὶ γῆς φαυλότητα, ἑκουσίως παρῶπταί σφισι, τὰ δὲ ἀξιόκτητα ἔχουσι καὶ τούτων.
这位利西马科斯出身于马其顿,是亚历山大的近身侍卫,亚历山大曾一度在愤怒中将他与一只狮子一同关在房间里,却发现他制服了那只猛兽。因此,亚历山大在其他方面也一直对他钦佩不已,并给予他与最优秀的马其顿人同等的尊崇。亚历山大去世后,利西马科斯统治了与马其顿相邻的色雷斯人,即亚历山大以及更早的腓力所统治的那些人;而这些人在色雷斯领土中只占不大的部分。在全人类中,色雷斯人的人口仅次于凯尔特人(如果与其他任何单一民族相比),正因如此,在罗马人之前,还没有人能征服全部的色雷斯人。但在罗马人手中,整个色雷斯都已俯首听命,而在凯尔特人中,凡是他们因极度寒冷和土地贫瘠而认为无用的部分,他们都自愿予以忽略,但他们占有了其中值得获取的部分。
- 1.9.1ὃν
关系代名词 ὃν 指代先行词(托勒密),它既是第一分句中未完成过去时动词 εἴα 的直接宾语,又是后半句中被动不定式 πεμφθῆναι 的逻辑主语(宾格)。主格阴性分词 πράξασα 修饰主语(母亲克娄巴特拉),意为“设法使之……”。
- 1.9.2δεύτερα
中性复数宾格作副词用,意为“第二次”或“再次”,指亚历山大被派往塞浦路斯是第二次(第一次是由其父亲派遣,见上一节)。
- 1.9.2τοὺς εὐνούχους τοιαῦτα ὑπʼ ἐκείνου παθόντας
由表示主观理由或虚假借口的 ὡς 引导,该从句呈现出一种不对称的破格结构:前半句的主格分词 αὐτή τε ἐπιβουλευθεῖσα(与主语一致)与后半句的宾格分词结构 τοὺς εὐνούχους ... παθόντας(起到了宾格绝对格或类似于 ὡς 后接宾格加不定式结构的作用)并列。
- 1.9.3ἔπραξεν
动词 πράσσω 接宾格(ὃν)和不定式(βασιλεύειν),表示致使意义,即“设法使他成为国王/进行统治”。
- 1.9.5ἀντεξετάζοντι
阳性单数现在分词与格的独立用法(或表示关系的与格),表达条件意义,即“如果(与另一个单一民族)相比的话”。
