- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.5.1-1.5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
波萨尼阿斯介绍了作为雅典十个部落名称来源的古代同名英雄,以及后世增加的阿塔罗斯、托勒密和哈德良皇帝的雕像。
τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη, καὶ θύουσί τε ἐνταῦθα οἱ πρυτάνεις καί τινα καὶ ἀργύρου πεποιημένα ἐστὶν ἀγάλματα οὐ μεγάλα. ἀνωτέρω δὲ ἀνδριάντες ἑστήκασιν ἡρώων, ἀφʼ ὧν Ἀθηναίοις ὕστερον τὰ ὀνόματα ἔσχον αἱ φυλαί· ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι1 καὶ μετέθετό σφισι τὰ ὀνόματα ἀντὶ τῶν ἀρχαίων, Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα.
在五百人会议厅附近有被称为托洛斯(圆厅)的建筑,执政官们在此献祭,其中还有一些银制的、并非很大的雕像。再往上立着英雄们的雕像,此后雅典人的部落便以这些英雄的名字命名。至于那将四个部落改为十个部落、并用新名字取代古老名字的人是谁,希罗多德也已经对此作了说明。
τῶν δὲ ἐπωνύμων—καλοῦσι γὰρ οὕτω σφᾶς—ἔστι μὲν Ἱπποθόων Ποσειδῶνος καὶ Ἀλόπης θυγατρὸς Κερκυόνος, ἔστι δὲ Ἀντίοχος τῶν παίδων τῶν Ἡρακλέους, γενόμενος ἐκ Μήδας Ἡρακλεῖ τῆς Φύλαντος, καὶ τρίτος Αἴας ὁ Τελαμῶνος, ἐκ δὲ Ἀθηναίων Λεώς· δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας2 τοῦ θεοῦ χρήσαντος. Ἐρεχθεύς τέ ἐστιν ἐν τοῖς ἐπωνύμοις, ὃς ἐνίκησεν Ἐλευσινίους μάχῃ καὶ τὸν ἡγούμενον ἀπέκτεινεν Ἰμμάραδον τὸν Εὐμόλπου· Αἰγεύς τέ ἐστι καὶ Οἰνεὺς Πανδίονος υἱὸς νόθος καὶ τῶν Θησέως παίδων Ἀκάμας.
在这些同名英雄(因为他们是这样称呼他们的)中,有波塞冬与克耳库翁之女阿罗佩之子希波托翁,有赫拉克勒斯子嗣之一、菲拉斯之女美达为赫拉克勒斯所生的安提奥克斯,第三位是特拉蒙之子埃阿斯,以及来自雅典的莱奥斯。据说莱奥斯在神明(神谕)指示后,为了共同的安全献出了自己的女儿们。在这些同名英雄中还有埃里克修斯,他在战斗中击败了厄琉息斯人,并杀死了他们的领袖——尤摩尔波斯之子因马拉多斯。此外还有埃勾斯,以及潘狄翁的私生子奥伊纽斯,和忒修斯子嗣之一的阿卡马斯。
Κέκροπα δὲ καὶ Πανδίονα3—εἶδον γὰρ καὶ τούτων ἐν τοῖς ἐπωνύμοις εἰκόνας—οὐκ οἶδα οὓς ἄγουσιν ἐν τιμῇ· πρότερός τε γὰρ ἦρξε Κέκροψ, ὃς τὴν Ἀκταίου θυγατέρα ἔσχε, καὶ ὕστερος, ὃς δὴ καὶ μετῴκησεν ἐς Εὔβοιαν, Ἐρεχθέως υἱὸς τοῦ Πανδίονος τοῦ Ἐριχθονίου. καὶ δὴ καὶ Πανδίων ἐβασίλευσεν ὅ τε Ἐριχθονίου καὶ ὁ Κέκροπος τοῦ δευτέρου· τοῦτον Μητιονίδαι τῆς ἀρχῆς ἐξελαύνουσι, καί οἱ φυγόντι ἐς Μέγαρα—θυγατέρα γὰρ εἶχε Πύλα τοῦ βασιλεύσαντος ἐν Μεγάροις—συνεκπίπτουσιν οἱ παῖδες. καὶ Πανδίονα μὲν αὐτοῦ λέγεται νοσήσαντα ἀποθανεῖν, καί οἱ πρὸς θαλάσσῃ μνῆμά ἐστιν ἐν τῇ Μεγαρίδι ἐν Ἀθηνᾶς Αἰθυίας καλουμένῳ σκοπέλῳ·
然而,关于凯克洛普斯和潘狄翁——因为我也在同名英雄中看到了他们的雕像——我不知道他们所尊崇的是哪一位。因为最早统治的凯克洛普斯娶了阿克泰奥斯的女儿,而较晚的一位则迁居到了优卑亚,他是埃里克修斯之子,埃里克修斯则是埃里克托尼俄斯之子潘狄翁之子。事实上,名为潘狄翁的国王也有两位,一位是埃里克托尼俄斯之子,另一位是第二位凯克洛普斯之子。美狄翁之子(美狄翁家族)将这后一位潘狄翁驱逐出境,当他逃往墨加拉时(因为他娶了当时墨加拉国王皮拉斯的女儿),他的儿子们也与他一同流亡。据说潘狄翁在当地因病去世,在墨加拉境内临海被称为“海鸦雅典娜之岬”的地方有他的陵墓。
οἱ δὲ παῖδες κατίασί τε ἐκ τῶν Μεγάρων ἐκβαλόντες Μητιονίδας, καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων Αἰγεὺς πρεσβύτατος ὢν ἔσχεν. θυγατέρας δὲ οὐ σὺν ἀγαθῷ δαίμονι ἔθρεψεν ὁ Πανδίων, οὐδέ οἱ τιμωροὶ παῖδες ἀπʼ αὐτῶν ἐλείφθησαν· καίτοι δυνάμεώς γε ἕνεκα πρὸς τὸν Θρᾷκα τὸ κῆδος ἐποιήσατο. ἀλλʼ οὐδεὶς πόρος ἐστὶν ἀνθρώπῳ παραβῆναι τὸ καθῆκον ἐκ τοῦ θεοῦ· λέγουσιν ὡς Τηρεὺς συνοικῶν Πρόκνῃ Φιλομήλαν ᾔσχυνεν, οὐ κατὰ νόμον δράσας τὸν Ἑλλήνων, καὶ τὸ σῶμα ἔτι λωβησάμενος τῇ παιδὶ ἤγαγεν ἐς ἀνάγκην δίκης τὰς γυναῖκας. Πανδίονι δὲ καὶ ἄλλος ἀνδριάς ἐστιν ἐν ἀκροπόλει θέας ἄξιος.
他的儿子们从墨加拉返回,驱逐了美狄翁之子,长子埃勾斯继承了雅典人的统治权。然而,潘狄翁抚养女儿们时并没有得到善神的眷顾,女儿们也没有为他留下任何复仇的子嗣。尽管为了势力的缘故,他与色雷斯人结成了姻亲。但是,人类没有任何途径可以规避神所注定的命运。人们说,特雷乌斯虽与普洛克涅同居,却玷污了菲洛梅拉,其行径不合希腊人的法度,且进一步残害了那女孩的身体,从而迫使妇女们不得不寻求惩罚(复仇)。在卫城上还有另一尊潘狄翁的雕像,同样值得一看。
οἵδε μέν εἰσιν Ἀθηναίοις ἐπώνυμοι τῶν ἀρχαίων· ὕστερον δὲ καὶ ἀπὸ τῶνδε φυλὰς ἔχουσιν, Ἀττάλου τοῦ Μυσοῦ καὶ Πτολεμαίου τοῦ Αἰγυπτίου καὶ κατʼ ἐμὲ ἤδη βασιλέως Ἀδριανοῦ τῆς τε ἐς τὸ θεῖον τιμῆς ἐπὶ πλεῖστον ἐλθόντος καὶ τῶν ἀρχομένων ἐς εὐδαιμονίαν τὰ μέγιστα ἑκάστοις παρασχομένου. καὶ ἐς μὲν πόλεμον οὐδένα ἑκούσιος κατέστη, Ἑβραίους δὲ τοὺς ὑπὲρ Σύρων ἐχειρώσατο ἀποστάντας· ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα4 Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.
以上是雅典人古老的同名英雄。而在后来的时代,他们也根据以下这些人的名字设立了部落:米西亚人阿塔罗斯、埃及人托勒密,以及在我这个时代的皇帝哈德良。哈德良对神明展现出了极高无上的敬意,并为臣民的福祉作出了最大贡献。他从未自愿卷入任何战争,但制服了叙利亚境外起兵反叛的希伯来人。凡是他从头兴建的、或是以献纳品和建筑装饰美化的神庙,以及他赠予希腊城市、甚至赠予提出请求的蛮族城市的恩惠,这一切都为他记录在雅典诸神共有神殿的碑铭中。
- 1.5.1ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι
由关系代词 ὅστις 引导的整个从句(那建立十个部落的人是谁)在名词性上充当了主语的作用,但主句部分却为 Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα(这些事也已由希罗多德说明),呈现出句法上的破绽(无主句或脱节现象)。
- 1.5.2δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας
此处并非无人称的 λέγεται 句型,而是以前句末尾出现的 Λεώς(莱奥斯)为主语的个人被动语态结构(“莱奥斯被说成献出了女儿们”)。不定式 δοῦναι 的逻辑主语是 Λεώς,其直接宾语为对格的 τὰς θυγατέρας。
- 1.5.3Κέκροπα δὲ καὶ Πανδίονα
此为置于句首的先行对格(prolepsis),作为主句动词 οὐκ οἶδα 或间接疑问句代词 οὓς 的预先引入宾语。意为“至于凯克洛普斯和潘狄翁,我不知道他们所尊崇的是(同名者中的)哪一位”。
- 1.5.5ἔστιν οἱ πάντα γεγραμμένα
其中的 οἱ 是第三人称单数与格代词,指代哈德良皇帝。它与无人称动词 ἔστιν 以及完成时被动分词 γεγραμμένα(主格中性复数)结合,充当占有或受益与格(“一切都为他记录在案”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
