- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.43.1-1.43.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
波萨尼阿斯介绍了梅加拉城内的各种纪念碑和陵墓(如伊菲革涅亚和阿德拉斯托斯的墓、与得墨忒耳传说相关的岩石、建在英雄墓上的议事厅等)以及神庙雕像(如普拉克西特列斯的沙陀像和阿佛洛狄忒像等),并详细叙述了源自阿耳戈斯的科罗伊博斯传说及其古老的石雕墓盖。
λέγουσι δὲ εἶναι καὶ Ἰφιγενείας ἡρῷον· ἀποθανεῖν γὰρ καὶ ταύτην ἐν Μεγάροις. ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον ἐς Ἰφιγένειαν λόγον ὑπὸ Ἀρκάδων λεγόμενον, οἶδα δὲ Ἡσίοδον ποιήσαντα ἐν καταλόγῳ γυναικῶν Ἰφιγένειαν οὐκ ἀποθανεῖν, γνώμῃ δὲ Ἀρτέμιδος Ἑκάτην εἶναι·1 τούτοις δὲ Ἡρόδοτος ὁμολογοῦντα ἔγραψε Ταύρους τοὺς πρὸς τῇ Σκυθικῇ θύειν παρθένῳ τοὺς ναυαγούς, φάναι δὲ αὐτοὺς τὴν παρθένον Ἰφιγένειαν εἶναι τὴν Ἀγαμέμνονος. ἔχει δὲ παρὰ Μεγαρεῦσι καὶ Ἄδραστος τιμάς· φασὶ δὲ ἀποθανεῖν παρὰ σφίσι καὶ τοῦτον, ὅτε ἑλὼν Θήβας ἀπῆγεν ὀπίσω τὸν στρατόν, αἴτια δέ οἱ τοῦ θανάτου γῆρας καὶ τὴν Αἰγιαλέως γενέσθαι τελευτήν. καὶ Ἀρτέμιδος ἱερὸν ὁ Ἀγαμέμνων ἐποίησεν, ἡνίκα ἦλθε Κάλχαντα οἰκοῦντα ἐν Μεγάροις ἐς Ἴλιον ἕπεσθαι πείσων.
人们说这里还有伊菲革涅亚的英雄庙;因为她也是在梅加拉去世的。我确实也听过阿尔卡迪亚人所说的关于伊菲革涅亚的另一种传说,但我知道赫西俄德在《名媛录》中写道伊菲革涅亚并未死去,而是依阿耳忒弥斯的旨意成为了赫卡忒;赫罗多德与此相一致地记载道,居住在斯基泰附近的陶洛伊人将触礁遇难者献祭给“处女”,且他们自己称这尊处女像就是阿伽门农之女伊菲革涅亚。阿德拉斯托斯在梅加拉人中也享有崇敬;他们说他也是在他们这里去世的,当时他攻占了底比斯并率军返回,而年迈和埃癸阿勒乌斯之死成了他的死因。阿伽门农还建造了一座阿耳忒弥斯的圣所,当时他前来游说住在梅加拉的卡尔卡斯随他前往伊利翁。
ἐν δὲ τῷ πρυτανείῳ τεθάφθαι μὲν Εὔιππον Μεγαρέως παῖδα, τεθάφθαι δὲ τὸν Ἀλκάθου λέγουσιν Ἰσχέπολιν. ἔστι δὲ τοῦ πρυτανείου πέτρα πλησίον· Ἀνακληθρίδα τὴν πέτραν ὀνομάζουσιν, ὡς Δημήτηρ, εἴ τῳ πιστά, ὅτε τὴν παῖδα ἐπλανᾶτο ζητοῦσα, καὶ ἐνταῦθα ἀνεκάλεσεν αὐτήν. ἐοικότα δὲ τῷ λόγῳ δρῶσιν ἐς ἡμᾶς ἔτι αἱ Μεγαρέων γυναῖκες.
在市政厅内,他们说葬有梅加雷乌斯之子欧伊波斯,并葬有阿尔卡托奥斯之子伊斯克波利斯。市政厅附近有一块岩石;他们称这块岩石为阿纳克勒特里斯,因为得墨忒耳——如果有人相信的话——当她四处流浪寻找女儿时,甚至在这里呼唤过她。梅加拉的妇女们直到我们的时代仍举行与此传说相类似的仪式。
εἰσὶ δὲ τάφοι Μεγαρεῦσιν ἐν τῇ πόλει· καὶ τὸν μὲν τοῖς ἀποθανοῦσιν ἐποίησαν κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, τὸ δὲ Αἰσύμνιον καλούμενον μνῆμα ἦν καὶ τοῦτο ἡρώων. Ὑπερίονος δὲ τοῦ Ἀγαμέμνονος— οὗτος γὰρ Μεγαρέων ἐβασίλευσεν ὕστατος—τούτου τοῦ ἀνδρὸς ἀποθανόντος ὑπὸ Σανδίονος διὰ πλεονεξίαν καὶ ὕβριν, βασιλεύεσθαι μὲν οὐκέτι ὑπὸ ἑνὸς ἐδόκει σφίσιν, εἶναι δὲ ἄρχοντας αἱρετοὺς καὶ ἀνὰ μέρος ἀκούειν ἀλλήλων. ἐνταῦθα Αἴσυμνος οὐδενὸς τὰ ἐς δόξαν Μεγαρέων δεύτερος παρὰ τὸν θεὸν ἦλθεν ἐς Δελφούς, ἐλθὼν δὲ ἠρώτα τρόπον τίνα εὐδαιμονήσουσι· καί οἱ καὶ ἄλλα ὁ θεὸς ἔχρησε καὶ Μεγαρέας εὖ πράξειν, ἢν μετὰ τῶν πλειόνων βουλεύσωνται. τοῦτο τὸ ἔπος ἐς τοὺς τεθνεῶτας ἔχειν2 νομίζοντες βουλευτήριον ἐνταῦθα ᾠκοδόμησαν, ἵνα σφίσιν ὁ τάφος τῶν ἡρώων ἐντὸς τοῦ βουλευτηρίου γένηται.
梅加拉人在城内有几处陵墓;其中一座是为在波斯人远征期间战死的人而建的,而被称为“艾舒姆尼翁”的纪念碑也是英雄们的陵墓。当阿伽门农之子许佩里翁(他是梅加拉人的最后一位国王)因贪婪和傲慢被桑迪翁杀害时,他们认为不应再由一人统治,而是应设立选举产生的执政官,并轮流相互服从。当时,在梅加拉人中声誉名列前茅的艾舒姆诺斯前往德尔斐觐见神明,到达后他询问通过何种方式他们能获得繁荣;神明除了向他传达其他神谕外,还说如果梅加拉人与“多数人”共同商议,他们就会兴旺。他们认为这个神谕是指“死者”,于是在这里建造了议事厅,以便让英雄们的陵墓位于议事厅之内。
ἐντεῦθεν πρὸς τὸ Ἀλκάθου βαδίζουσιν ἡρῷον, ᾧ Μεγαρεῖς ἐς γραμμάτων φυλακὴν ἐχρῶντο ἐπʼ ἐμοῦ, μνῆμα ἔλεγον τὸ μὲν Πυργοῦς εἶναι γυναικὸς Ἀλκάθου πρὶν ἢ τὴν Μεγαρέως αὐτὸν λαβεῖν Εὐαίχμην, τὸ δὲ Ἰφινόης Ἀλκάθου θυγατρός· ἀποθανεῖν δὲ αὐτήν φασιν ἔτι παρθένον. καθέστηκε δὲ ταῖς κόραις χοὰς πρὸς τὸ τῆς Ἰφινόης μνῆμα προσφέρειν πρὸ γάμου καὶ ἀπάρχεσθαι τῶν τριχῶν, καθὰ καὶ τῇ Ἑκαέργῃ καὶ Ὤπιδι αἱ θυγατέρες ποτὲ ἀπεκείροντο αἱ Δηλίων.
从那里他们走向阿尔卡托奥斯的英雄庙,在我的时代,梅加拉人将此庙用于保管公文;他们说其中一座陵墓是阿尔卡托奥斯娶梅加雷乌斯之女欧哀克墨之前的妻子皮尔戈的,另一座是阿尔卡托奥斯之女伊菲诺厄的;他们说她死时仍是处女。姑娘们在结婚前,向伊菲诺厄的陵墓献上奠酒并奉献初剪的头发已成习俗,正如当年得洛斯岛的女儿们为赫卡厄耳革和欧皮斯剪下头发一样。
παρὰ δὲ τὴν ἔσοδον τὴν ἐς τὸ Διονύσιον τάφος ἐστὶν Ἀστυκρατείας καὶ Μαντοῦς· θυγατέρες δὲ ἦσαν Πολυίδου τοῦ Κοιράνου τοῦ Ἄβαντος τοῦ Μελάμποδος ἐς Μέγαρα ἐλθόντος Ἀλκάθουν ἐπὶ τῷ φόνῳ τῷ Καλλιπόλιδος καθῆραι τοῦ παιδός. ᾠκοδόμησε δὴ καὶ τῷ Διονύσῳ τὸ ἱερὸν Πολύιδος καὶ ξόανον ἀνέθηκεν ἀποκεκρυμμένον ἐφʼ ἡμῶν πλὴν τοῦ προσώπου· τοῦτο δέ ἐστι τὸ φανερόν. Σάτυρος δὲ παρέστηκεν αὐτῷ Πραξιτέλους ἔργον Παρίου λίθου. τοῦτον μὲν δὴ Πατρῷον καλοῦσιν· ἕτερον δὲ Διόνυσον Δασύλλιον ἐπονομάζοντες Εὐχήνορα τὸν Κοιράνου τοῦ Πολυίδου τὸ ἄγαλμα ἀναθεῖναι λέγουσι.
在通往狄奥尼索斯神庙的入口旁,有阿斯图克拉泰亚和曼托的陵墓;她们是墨兰波斯之子阿巴斯之子科伊拉诺斯之子波吕伊多斯的女儿。波吕伊多斯曾来到梅加拉,为了将阿尔卡托奥斯从杀害其子卡利波利斯的罪中净化。波吕伊多斯还为狄奥尼索斯建造了圣所,并供奉了一尊木雕像,在我们的时代,除脸部外,这尊雕像都被遮盖着;只有脸部是可见的。在它旁边立着一尊萨堤尔像,
