← 保萨尼亚斯

希腊志

§1.20.1-1.20.7

三脚鼎路与迪奥尼索斯圣所

作者介绍了从市政厅延伸的“三脚鼎路”上的神殿与艺术品,特别是芙丽涅骗取普拉克西特列斯爱神雕像的轶事,以及剧场附近的迪奥尼索斯古老圣所。随后,他讲述了米特里达梯战争期间罗马将军苏拉对雅典的包围与屠杀,以及该城在哈德良皇帝统治下的复兴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20.1

ἔστι δὲ ὁδὸς ἀπὸ τοῦ πρυτανείου καλουμένη Τρίποδες· ἀφʼ οὗ καλοῦσι τὸ χωρίον, ναοὶ ὅσον ἐς τοῦτο μεγάλοι,1 καί σφισιν ἐφεστήκασι τρίποδες χαλκοῖ μέν, μνήμης δὲ ἄξια μάλιστα περιέχοντες εἰργασμένα. σάτυρος γάρ ἐστιν, ἐφʼ ᾧ Πραξιτέλην λέγεται φρονῆσαι μέγα· καί ποτε Φρύνης αἰτούσης, ὅ τι οἱ κάλλιστον εἴη τῶν ἔργων, ὁμολογεῖν μέν φασιν οἷα ἐραστὴν διδόναι,2 κατειπεῖν δʼ οὐκ ἐθέλειν ὅ τι κάλλιστον αὐτῷ οἱ φαίνοιτο. ἐσδραμὼν οὖν οἰκέτης Φρύνης ἔφασκεν οἴχεσθαι Πραξιτέλει τὸ πολὺ τῶν ἔργων πυρὸς ἐσπεσόντος ἐς τὸ οἴκημα, οὐ μὲν οὖν πάντα γε ἀφανισθῆναι·

从市政厅有一条路被称为“三脚鼎路”,该地也因之得名。这里有大到足以放置三脚鼎的神殿,神殿上立有青铜三脚鼎,其中包含极具纪念价值的精美艺术品。因为这里有一尊萨堤罗斯雕像,据说普拉克西特列斯曾以此为傲。有一次,芙丽涅询问在他的作品中哪一件最美,据说他像恋人那样同意赠送,但却不愿透露在他看来哪一件最美。于是芙丽涅的一名仆人跑进来声称,由于房屋失火,普拉克西特列斯的大部分作品都已被烧毁,但并未完全毁灭。

§1.20.2

Πραξιτέλης δὲ αὐτίκα ἔθει διὰ θυρῶν ἔξω καί οἱ καμόντι οὐδὲν ἔφασκεν εἶναι πλέον, εἰ δὴ καὶ τὸν Σάτυρον ἡ φλὸξ καὶ τὸν Ἔρωτα ἐπέλαβε· Φρύνη δὲ μένειν θαρροῦντα ἐκέλευε· παθεῖν γὰρ ἀνιαρὸν οὐδέν, τέχνῃ δὲ ἁλόντα ὁμολογεῖν τὰ κάλλιστα ὧν ἐποίησε. Φρύνη μὲν οὕτω τὸν Ἔρωτα αἱρεῖται· Διονύσῳ δὲ ἐν τῷ ναῷ τῷ πλησίον Σάτυρός ἐστι παῖς καὶ δίδωσιν ἔκπωμα· Ἔρωτα δʼ ἑστηκότα ὁμοῦ καὶ Διόνυσον Θυμίλος ἐποίησεν.

普拉克西特列斯立刻夺门而出,并说如果火焰也吞噬了萨堤罗斯和爱神(埃罗斯),那么他辛勤创作的成果就将一无所剩。然而芙丽涅劝他宽心留下,因为并未发生任何不幸的事,而他只是中了计,透露了自己所作的最美之作。芙丽涅便以此选走了爱神雕像。而在附近的迪奥尼索斯神殿中,有一尊递上杯子的少年萨堤罗斯像;此外,并立的爱神与迪奥尼索斯像是特米洛斯制作的。

§1.20.3

τοῦ Διονύσου δέ ἐστι πρὸς τῷ θεάτρῳ τὸ ἀρχαιότατον ἱερόν· δύο δέ εἰσιν ἐντὸς τοῦ περιβόλου ναοὶ καὶ Διόνυσοι, ὅ τε Ἐλευθερεὺς καὶ ὃν Ἀλκαμένης ἐποίησεν ἐλέφαντος καὶ χρυσοῦ. γραφαὶ δὲ αὐτόθι Διόνυσός ἐστιν ἀνάγων Ἥφαιστον ἐς οὐρανόν· λέγεται δὲ καὶ τάδε ὑπὸ Ἑλλήνων, ὡς Ἥρα ῥίψαι γενόμενον Ἥφαιστον, ὁ δέ οἱ μνησικακῶν πέμψαι δῶρον χρυσοῦν θρόνον ἀφανεῖς δεσμοὺς ἔχοντα, καὶ τὴν μὲν ἐπεί τε ἐκαθέζετο δεδέσθαι, θεῶν δὲ τῶν μὲν ἄλλων οὐδενὶ τὸν Ἥφαιστον ἐθέλειν πείθεσθαι, Διόνυσος δὲ— μάλιστα γὰρ ἐς τοῦτον πιστὰ ἦν Ἡφαίστῳ—μεθύσας αὐτὸν ἐς οὐρανὸν ἤγαγε·3 ταῦτά τε δὴ γεγραμμένα εἰσὶ καὶ Πενθεὺς καὶ Λυκοῦργος ὧν ἐς Διόνυσον ὕβρισαν διδόντες δίκας, Ἀριάδνη δὲ καθεύδουσα καὶ Θησεὺς ἀναγόμενος καὶ Διόνυσος ἥκων ἐς τῆς Ἀριάδνης τὴν ἁρπαγήν.

迪奥尼索斯最古老的圣所位于剧场附近。围墙内有两座神殿和两尊迪奥尼索斯像,一尊是埃勒乌特里乌斯,另一尊是阿尔卡美涅斯用象牙和黄金制作的。那里还有一些画作,描绘迪奥尼索斯带赫斐斯托斯返回天庭。希腊人也传说,赫拉在赫斐斯托斯出生时将其扔掉,而赫斐斯托斯怀恨在心,送给她一个带有隐形缚具的金宝座作为礼物,当她坐下时就被缚住了。其他神明谁也无法劝说赫斐斯托斯,但迪奥尼索斯——因为赫斐斯托斯最信任他——将他灌醉并带到了天庭。画中不仅描绘了这些,还描绘了彭修斯和吕库尔戈斯因对迪奥尼索斯不敬而遭受惩罚,以及沉睡的阿里阿德涅、正欲扬帆起航的忒修斯,和前来夺取阿里阿德涅的迪奥尼索斯。

§1.20.4

ἔστι δὲ πλησίον τοῦ τε ἱεροῦ τοῦ Διονύσου καὶ τοῦ θεάτρου κατασκεύασμα, ποιηθῆναι δὲ τῆς σκηνῆς αὐτὸ ἐς μίμησιν τῆς Ξέρξου λέγεται· ἐποιήθη δὲ καὶ δεύτερον, τὸ γὰρ ἀρχαῖον στρατηγὸς Ῥωμαίων ἐνέπρησε Σύλλας Ἀθήνας ἑλών. αἰτία δὲ ἥδε τοῦ πολέμου. Μιθριδάτης ἐβασίλευε βαρβάρων τῶν περὶ τὸν Πόντον τὸν Εὔξεινον. πρόφασις μὲν δὴ διʼ ἥντινα Ῥωμαίοις ἐπολέμησε καὶ ὃν τρόπον ἐς τὴν Ἀσίαν διέβη καὶ ὅσας ἢ πολέμῳ βιασάμενος πόλεις ἔσχεν ἢ φίλας ἐποιήσατο, τάδε μὲν τοῖς ἐπίστασθαι τὰ Μιθριδάτου θέλουσι μελέτω· ἐγὼ δὲ ὅσον ἐς τὴν ἅλωσιν τὴν Ἀθηναίων ἔχει δηλώσω.

在迪奥尼索斯圣所和剧场附近有一座建筑,据说它是模仿薛西斯的帐篷建造的。它也是重建的,因为旧的建筑在罗马将军苏拉攻占雅典时被烧毁。这场战争的起因如下。米特里达梯统治着靠近厄克辛海(黑海)的异族。至于他出于何种原因与罗马人交战、以何种方式渡过亚洲、以及通过武力夺取或拉拢了多少城市作为盟友,这些借口就留给想要了解米特里达梯事迹的人去关注吧;而我将阐明有关雅典陷落的那些事。

§1.20.5

ἦν Ἀριστίων Ἀθηναῖος, ᾧ Μιθριδάτης πρεσβεύειν ἐς τὰς πόλεις τὰς Ἑλληνίδας ἐχρῆτο· οὗτος ἀνέπεισεν Ἀθηναίους Μιθριδάτην θέσθαι Ῥωμαίων ἐπίπροσθεν. ἀνέπεισε δὲ οὐ πάντας, ἀλλʼ ὅσον δῆμος ἦν καὶ δήμου τὸ ταραχῶδες· Ἀθηναῖοι δὲ ὧν τις λόγος,4 παρὰ τοὺς Ῥωμαίους ἐκπίπτουσιν ἐθελονταί. γενομένης δὲ μάχης πολλῷ περιῆσαν οἱ Ῥωμαῖοι, καὶ φεύγοντας Ἀριστίωνα μὲν καὶ Ἀθηναίους ἐς τὸ ἄστυ καταδιώκουσιν, Ἀρχέλαον δὲ καὶ τοὺς βαρβάρους ἐς τὸν Πειραιᾶ· Μιθριδάτου δὲ στρατηγὸς καὶ οὗτος ἦν, ὃν πρότερον τούτων Μάγνητες οἱ τὸν Σίπυλον οἰκοῦντες σφᾶς ἐπεκδραμόντα αὐτόν τε τιτρώσκουσι καὶ τῶν βαρβάρων φονεύουσι τοὺς πολλούς.

有一位名叫阿里斯蒂翁的雅典人,米特里达梯曾用他作为前往希腊各城市的使节;此人说服雅典人选择米特里达梯而排斥罗马人。但他并没有说服所有人,而只是说服了平民和民粹中的骚乱分子;那些有威望的雅典人则自愿逃往罗马人那里。战争爆发后,罗马人占了绝对优势,他们将逃跑的阿里斯蒂翁和雅典人追赶进城(卫城),而将阿克劳斯和异族人驱逐到比雷埃夫斯。阿克劳斯也是米特里达梯的将军,在此之前,居住在西皮洛斯周围的马格内斯人在他进犯时击伤了他,并杀死了他的大部分异族士兵。

§1.20.6

Ἀθηναίοις μὲν δὴ πολιορκία καθειστήκει, Ταξίλος δὲ Μιθριδάτου στρατηγὸς ἐτύγχανε μὲν περικαθήμενος Ἐλάτειαν τὴν ἐν τῇ Φωκίδι, ἀφικομένων δὲ ἀγγέλων ἀναστήσας τὸν στρατὸν ἐς τὴν Ἀττικὴν ἦγεν. ἃ πυνθανόμενος ὁ στρατηγὸς τῶν Ῥωμαίων Ἀθήνας μὲν τοῦ στρατοῦ μέρει πολιορκεῖν ἀφῆκεν, αὐτὸς δὲ Ταξίλῳ τὸ πολὺ τῆς δυνάμεως ἔχων ἐς Βοιωτοὺς ἀπαντᾷ. τρίτῃ δὲ ὕστερον ἡμέρᾳ τοῖς Ῥωμαίοις ἦλθον ἐπʼ ἀμφότερα τὰ στρατόπεδα ἄγγελοι, Σύλλᾳ μὲν ὡς Ἀθηναίοις εἴη τὸ τεῖχος ἑαλωκός, τοῖς δὲ Ἀθήνας πολιορκήσασι Ταξίλον κεκρατῆσθαι μάχῃ περὶ Χαιρώνειαν. Σύλλας δὲ ὡς ἐς τὴν Ἀττικὴν ἐπανῆλθε, τοὺς ἐναντιωθέντας Ἀθηναίων καθείρξας ἐς τὸν Κεραμεικὸν τὸν λαχόντα σφῶν ἐκ δεκάδος ἑκάστης ἐκέλευσεν ἄγεσθαι τὴν ἐπὶ θανάτῳ.

雅典人因此陷入了重围,而米特里达梯的将军塔克西莱斯当时正在包围福基斯的埃拉泰亚,在接到信使的消息后,他开拔军队,向阿提卡进军。罗马将军(苏拉)得知此事后,留下一部分军队继续围困雅典,自己则率领主力部队在波奥蒂亚迎击塔克西莱斯。三天后,信使来到了罗马人的两个营地:给苏拉带去雅典城墙已被攻克的消息,给围攻雅典的人带去塔克西莱斯在喀罗尼亚附近的战斗中被击败的消息。苏拉返回阿提卡后,将反抗他的雅典人关押在凯拉米克斯,并下令从每十人的一组中抽取一人处死。

§1.20.7

Σύλλου δὲ οὐκ ἀνιέντος ἐς Ἀθηναίους τοῦ θυμοῦ λαθόντες ἐκδιδράσκουσιν ἄνδρες ἐς Δελφοὺς· ἐρομένοις δέ σφισιν, εἰ καταλαμβάνοι τὸ χρεὼν ἤδη καὶ τὰς Ἀθήνας ἐρημωθῆναι, τούτοις ἔχρησεν ἡ Πυθία τὰ ἐς τὸν ἀσκὸν ἔχοντα. Σύλλᾳ δὲ ὕστερον τούτων ἐνέπεσεν ἡ νόσος, ᾗ καὶ τὸν Σύριον Φερεκύδην ἁλῶναι πυνθάνομαι. Σύλλᾳ δὲ ἔστι μὲν καὶ τὰ ἐς τοὺς πολλοὺς Ἀθηναίων ἀγριώτερα ἢ ὡς ἄνδρα εἰκὸς ἦν ἐργάσασθαι Ῥωμαῖον· ἀλλὰ γὰρ οὐ ταῦτα δὴ αἰτίαν γενέσθαι οἱ δοκῶ τῆς συμφορᾶς, Ἱκεσίου δὲ μήνιμα, ὅτι καταφυγόντα ἐς τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἀπέκτεινεν ἀποσπάσας Ἀριστίωνα. Ἀθῆναι μὲν οὕτως ὑπὸ τοῦ πολέμου κακωθεῖσαι τοῦ Ῥωμαίων αὖθις Ἀδριανοῦ βασιλεύοντος ἤνθησαν·

由于苏拉对雅典人的愤怒没有平息,一些人秘密逃往德尔斐;当他们询问命运是否已经降临、雅典是否要荒废时,皮媞亚给了他们关于“皮袋”的预言。在这些事情之后,苏拉也染上了疾病,我听说叙罗斯的斐瑞居德斯也曾染上此病。苏拉对雅典普通民众的残暴行径,确实超出了一个罗马男子所应做的事情。然而,我并不认为这些是导致他遭受不幸的原因,而应当是庇护神的愤怒,因为他将逃往阿西娜神殿寻求庇护的阿里斯蒂翁强行拉出并杀害。雅典在遭受罗马战争的蹂躏之后,后来在哈德良皇帝统治时期重新繁荣起来。

语法注4 条
  1. 1.20.1ναοὶ ὅσον ἐς τοῦτο μεγάλοι

    句法省略。该短语描述作为三脚鼎基座的神殿大小。ὅσον 表示程度(“大到……的程度”),并由 ἐς τοῦτο(“为了这一目的/用于此事”)所修饰。

  2. 1.20.1οἷα ἐραστὴν διδόναι

    οἷα 与省略的分词(如 ὄντα)连用,表示主观原因或特征情况(“作为恋人”、“像恋人那样”)。不定式 διδόναι 作为间接引语中主动词 ὁμολογεῖν 的补足语。

  3. 1.20.3Διόνυσος δὲ— μάλιστα γὰρ ἐς τοῦτον πιστὰ ἦν Ἡφαίστῳ—μεθύσας αὐτὸν ἐς οὐρανὸν ἤγαγε

    破格句法(Anacoluthon)。在此之前,叙述一直采用间接引语中的“对格+不定式”结构(Ἥρα ῥίψαι... ὁ δὲ... πέμψαι...等)。然而,在由 γάρ 引导的解释性插入从句之后,句法转为了带有直陈式过去时动词(ἤγαγε)的独立主句。

  4. 1.20.5Ἀθηναῖοι δὲ ὧν τις λόγος

    关系从句 ὧν τις λόγος,(字面意思为“关于他们有一些传闻/说法”)表示价值或估量,意为“有些声望的雅典人”或“显赫的雅典公民”。属格关系代词 ὧν 的先行词是 Ἀθηναῖοι。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.20.1-1.20.7