← 卡西乌斯·狄奥

罗马史

§36.18.1-36.18.2

梅特路斯攻占埃琉特拉与拉帕

梅特路斯急于在庞培抵达前迫降克里特,拒绝了西森纳等人的劝告,通过背叛攻占埃琉特拉,并强攻下由屋大维据守的拉帕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.18.1

φείδεται. δυναστείας τε ἐρῶν καὶ τοῖς Κρησὶ τοῖς ὁμολογήσασιν αὐτῷ προσέβαλε, καὶ οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε,1 κακῶσαί τε αὐτοὺς πρὶν τὸν Πομπήιον ἐπελθεῖν ἠπείγετο. ὅ τε γὰρ Ὀκτάουιος ἄνευ δυνάμεως παρών (οὐδὲ γὰρ οὐδὲ ἐπὶ πολέμῳ τινὶ ἀλλʼ ἐπὶ παραλήψει τῶν πόλεων ἐπέπεμπτο) ἡσυχίαν ἦγε· καὶ Κορνήλιος Σισέννας ὁ τῆς Ἑλλάδος ἄρχων ἦλθε μὲν ἐς τὴν Κρήτην, ὡς ταῦτʼ ἐπύθετο, καὶ παρῄνεσε τῷ Μετέλλῳ φείσασθαι τῶν δήμων, οὐ μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας.2 ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι.3 καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ

放过。他渴望权势,甚至向那些与他达成协议的克里特人发起进攻,在他们提出休战协定时也毫不理会,急于在庞培到来之前重创他们。因为屋大维手头没有军队(实际上他并非为了战事,而是为了接收城市而被派来的),只得保持沉默;而希腊总督科尔内利乌斯·西森纳得知此事后来到克里特,劝告梅特路斯宽宥这些民众,但未能劝服他之后也未作任何反抗。于是那人蹂躏了许多其他地方,并通过背叛占领了埃琉特拉城,搜刮了财物;因为那些背叛者夜间不断用醋浸泡一座用砖砌成、最巨大且最难攻陷的塔楼,使其变脆。此后,尽管屋大维占守着拉帕,他仍通过强攻将其夺取,并且虽然没有伤害屋大维,却实实在在地对那些……

语法注3 条
  1. 36.18.1οὔτε τὰς σπονδὰς προτεινομένων σφῶν ἐφρόντιζε

    προτεινομένων σφῶν 为属格独立结构(表让步或时间),σφῶν 作其逻辑主语,τὰς σπονδὰς 作分词 προτεινομένων 的直接宾语。动词 ἐφρόντιζε 意为“顾及、理睬”,全句意为“在他们提出条约时也不予理会”。

  2. 36.18.1οὐ μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας

    分词 μὴ πείσας 具有条件或让步性附带情况的意味(“在未能说服他之后/未能说服他”)。否定词 μή 表明该分词带有假设或条件色彩。

  3. 36.18.2ὥστε θραυστὸν γενέσθαι

    由 ὥστε 加不定词 γενέσθαι 构成的结果从句。其未明言的受格主语为前文的 πύργον,θραυστὸν 作谓语形容词(“以致变得易碎”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.18.1-36.18.2