- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.8.1.1-2.8.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述了在朴实文风中营造真实感的手法,包括直接取材于客观事实、承认不利于己的要点、运用叙事形式、在简述中并置细节,以及谦逊地将赞美化为玩笑以展现品格。
μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν.1 τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπʼ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, διʼ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
在朴实的言辞中,最重要的一点是使其显得尽可能真实,且所言之事看起来并确实属于让任何人都会认为极易想到的那一类。而这种情况在直接从所引入的事务本身获取构想时最为显著,例如在《阿格西劳斯传》中:“而且他宁愿消耗那人的资财,”他说,“也不愿消耗希腊人的资财来作战。”盖因他从阿格西劳斯所做的事情——即他渡海前往小亚细亚的企图——中获得了这一构想,并通过这一构想表明他是深谋远虑的,从而被认为关于他说了最真实的话。
ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι,2 τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ,3 ὃ ἦν κατʼ αὐτοῦ.
此外,引入某件看似不利于自己的事情,承认它并听任其不加驳斥,也能使言辞显得真实,例如:“如果你们当中有人看到敌人,便认为他们是可畏的,依我看他的想法是正确的。”盖因为了让居鲁士向士兵们所阐述的其他事情显得是他说了真话,他不仅没有推翻这件不利于自己的事情,反而对此表示赞同。
καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν4 τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.
再者,通过以叙事的形式引入所言之事,纵然是虚构且微小的事,也显得真实;因为这是将它们作为实际发生过的事情来讲述的。
καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ, εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.
此外,简略地提及某事而并列铺陈诸多细节,亦属于真正的力度,例如:“召唤后”——接着是“谁?”——“阿拉斯帕斯”——接着是“哪里人?”——“米底人”——接着又是为了验明身份:“他是自幼便与他要好的朋友”——接着又是另一细节:“他曾将长袍赠予的人”。
ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ ὁ Σωκράτης φησίν, αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς. ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλʼ ὡς σκώμματι αὐτῷ προσέχειν· ὃ γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.
那么,这些手段在增强言辞的力量方面似乎足够了吗?然而,尤其是当关于自己的实情被说出时,不将其作为实情予以接纳,这乃是朴实之人的特征,正如苏格拉底所言:“你总是在打趣我们。”因此,压低自己的姿态,不因对方的称赞而自吹自擂,反将其视同戏谑,这便塑造了品格;盖因那人严肃说出的事,此人却当成在遭人打趣而予以接受。
- 2.8.1.1ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν
状语从句中 ἄν 的重复结构,前半句的 ὡς ἄν 与动词紧随的 ἄν 相呼应。νομίσαι 为不定过去时祈愿语气,表示潜能(“以至于任何人都会认为……”)。尽管形态上 νομίσαι 亦可为不定式,但紧随其后的 ἄν 表明应将其视作潜能祈愿语气。
- 2.8.1.2ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι
由介词 ἕνεκα 和属格冠词 τοῦ 构成的表目的的冠词不定式结构(ἕνεκα τοῦ ... δοκεῖν)。在冠词 τοῦ 与不定式 δοκεῖν(其后接宾格主语 αὐτόν 及补充不定式 εἰρηκέναι)之间,前置插入了受 εἰρηκέναι 支配的带关系从句的宾语成分(τὰ ἄλλα ἃ διεξῄει...)及宾格补足语 ἀληθῆ。
- 2.8.1.2οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ
惯用否定结构“οὐχ ὅπως ... ἀλλὰ καί”,意为“不仅没有推翻……,反而甚至同意了它”。前半句动词 ἀνεῖλεν 使用直陈语气。
- 2.8.1.3τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν
定语冠词与不定式的与格结构(τῷ ... εἰσαγαγεῖν),充当手段或原因状语,修饰主句 ἀληθῆ δοκεῖ εἶναι(“通过以叙事形式引入……”)。
