- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.7.1.1-1.7.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段阐明思想层面‘老练有力’(deinotes)的本质在于从长远预先布置有利论据,并在确立己方主张之前先行瓦解反论,并引用德摩斯梯尼的演说为例加以论述。
δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατʼ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει,1 ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, διʼ οὓς σώζεται Χερρόνησος. ὡς δʼ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, ἔστι δʼ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα.
另一方面,在思想(谋略)方面的老练有力仅有一种产生方式;如果有人认为可以通过其他方式产生,那他就大错特错了。所谓老练有力,是指某人从长远在先为自己安排好有益的事项;正如在《驳阿里斯托克拉特》中,德摩斯梯尼意欲表明,色雷斯诸王中由一人独揽大权对城邦而言既危险又有害,他便从远处着眼进行论证:由卡里德谟斯担任将领的刻尔索布勒普特斯势弱,这恰恰是切尔索尼斯半岛的防线;因此相反地,若多数国王被推翻,而大权通过卡里德谟斯归于刻尔索布勒普特斯一人,这对切尔索尼斯半岛而言乃是祸患。因此,他从长远预先布置了这一点:决议将杀死卡里德谟斯的人引渡受审,会使刻尔索布勒普特斯变得可怕,而此人一旦势力坐大,就会消灭其他那些庇护切尔索尼斯半岛的国王们。为了使你从原文的文辞中也能清楚明了这一点:‘首先必须说明并指出,究竟是什么使你们能够稳固地保有切尔索尼斯半岛;因为通过了解这一点,你们也将清楚看明其罪行所在。雅典的公民们,原因就在于:科堤斯死后,贝里萨德斯、阿玛多库斯和刻尔索布勒普特斯三人取代一人成为了色雷斯的国王;因为事实证明,他们彼此是竞争对手,却对你们迎合奉承。因此,某些人企图终止这种局面,推翻其余的国王,并将全部政权交托给刻尔索布勒普特斯,便为他们自己谋划促成了这一预案。’
δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος,2 νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρʼ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει,3 ὅταν δʼ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας.
老练有力还在于:在确立主张之前,从长远预先排除与自身相抵触的事项。‘既然你因我支持菲洛克拉特而言说便察觉我收受了贿赂,并且已被选派参与我们的使团,那么你为何还容忍与我们一同出使而没有宣誓辞职?’面对这一点,他在没有预设陈述的情况下提出了这一反对论点,随后给出了破解之道:‘因为我曾向战俘许诺带来赎金,正因如此我才第二次出使,以便全力赎回并拯救他们;因而,对不幸落难的同胞公民撒谎并抛弃他们,乃是不可容忍的罪过。’如果置于事后,它本会被视为托辞且是随事变而伪造的;但实际上,他在确立主张之前便先行一步,在时间的比对考察中把关于战俘的事项摆了出来:‘在我们滞留马其顿期间,各自选择了做些什么?我致力于营救和搜寻战俘,并耗费我自己的资财;而这个人一直在做什么,你们片刻之后就会听到。’以这种方式预先布置了战俘之事后,他现在便在已预设的解答之上提出了主张本身:‘当这个人片刻后对你们说:“德摩斯梯尼,正如你所声称的,既然你从我支持菲洛克拉特便得知我们居心不良,那为何在此后为了缔结誓约的出使中,你又再度一同前往而没有宣誓辞职?”你们要记住这一点:我曾向那些由我亲自赎出的人许诺,我必会前来带来赎金并尽力拯救他们;对不幸落难的同胞公民撒谎并抛弃他们,乃是不可容忍的。’
- 1.7.1.1πόρρωθεν λαβὼν κατασκευάζει
副词 πόρρωθεν(从远处、从长远)修饰分词 λαβών,意为‘从长远/源头着手’。它指德摩斯梯尼并未直接就法令本身的非法性切入,而是先从色雷斯诸王均势这一深层远因开始构建(κατασκευάζει)其论证。
- 1.7.1.2πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος
此处并非非人称结构,而是假想/反事实句(ἄν 搭配不定过去时直说语气 ἔδοξεν),伴随主格分词 μετατεθειμένος(若被移至事后置放),起到条件从句的作用(‘倘若移到后面’),表示‘原本会被视作借口/托辞,且是随事变伪造出来的’。
- 1.7.1.2ἐπὶ προδιῳκημένῃ τῇ λύσει
介词 ἐπί 接与格短语,完成时被动分词 προδιῳκημένῃ 处于表语位置修饰 τῇ λύσει,表示基础或前提条件,意为‘在预先布置好的化解/反驳之上’。
