← 阿里斯·台德斯

修辞学

§1.6.1.1-1.6.1.2

通过事实累加与性质点明产生生动力度

作者指出激越、生动有力(强调)与粗暴这三种演说美质在实际效能上息息相通,并说明在思想层面上制造生动有力效果的两种手法——“事实的连续累加”与“点明性质”,且引狄摩西尼演说为证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1.1

τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις,1 καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται·2 ὅμως δʼ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρʼ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων, καὶ πάλιν, ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια. ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθʼ ἑαυτό, τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.3

在某种程度上,言论的三种美质——即激越、生动有力(强调)与粗暴——即便在名称上有所区分,但至少在效能上,它们在绝大多数场合都是极其相通的,激越乃是极具生动表现力的言辞,而粗暴亦具有激越的力量。然而,在思想内容方面,当你连续而层叠地罗列事实时,便会产生生动有力的效果,正如在《驳莱普提涅斯》中所见: “于是他在海战中击溃了拉刻代蒙人,捕获了差一艘满五十艘的三层桨战船,攻取了绝大多数岛屿,押送了三千名俘虏到这里,并从敌人那里缴获呈交了一百一十塔兰同”,又如: “他攻克了十七座城邦,缴获了七十艘三层桨战船,呈交了一百一十塔兰同,树立了如此之多的战功纪念碑”。 其中每一项虽然就其自身而言都是单一的事实,但将一事连续不断地累加于另一事之上,便制造出了生动有力的效果。

§1.6.1.2

ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, θέαμα δεινόν, καὶ πάλιν νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρʼ ὑμῶν ἐπανορθώσεως δεόμενον. καὶ ἐν τῷ κατὰ Μειδίου, ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ.4

此外,用性质来特意加以界定也能产生生动有力之效,例如他在某处所说: “可怕的景象”,又如: “一种可怕而难治的顽疾,亟需多加防范并由你们加以矫正”。 又如在《驳迈狄亚斯》中所说: “但是,雅典的男士们,在我看来他所犯下的乃是可怕而极其恶劣的渎神之罪,而绝非仅仅是一桩不法侵害……”

语法注4 条
  1. 1.6.1.1τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις

    τῇ δυνάμει 是表示范围或视角的与格(“在效能方面”),与前文的 τῇ προσηγορίᾳ(“在名称上”)相对立。小词 γοῦν(“至少”)在此紧承前面的让步从句(εἰ καὶ...),在主句中起到限制并强调核心事实的作用。

  2. 1.6.1.1ἡ τραχύτης σφοδρότητα δύναται

    动词 δύναται 支配抽象名词宾格 σφοδρότητα,构成“具有……的力量”或“等同于……的效力”的惯用结构。此处简洁地表明粗暴之格在修辞效能上等价于或蕴含着激越之格。

  3. 1.6.1.1τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν

    由定冠词 τὸ 引导的完成时被动不定式短语(τὸ ... ἐπενηνέχθαι)充当全句主语,主动词为 πεποίηκεν,宾语为 τὴν ἔμφασιν。ἕτερον 是不定式的逻辑主语(宾格),ἑτέρῳ 是受动词复合前缀 ἐπί- 支配的与格,意为“一事持续累加于另一事之上”。

  4. 1.6.1.2ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ

    引文的句式结构:关系代词 ὃ 包含先行词(意为“……的那件事”),先导整个陈述。 δοκεῖ 搭配完成时被动不定式 πεπρᾶχθαι,τούτῳ 为与完成时连用的施事与格(“由他所犯下”)。ἀσέβημα, οὐκ ἀδίκημα μόνον 作其表语补足成分,指明该行为的定性不仅是不法,更是渎神。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.6.1.1-1.6.1.2