← 阿里斯·台德斯

埃及演说

§363-364

尼罗河泛滥的奇迹与神意带来的恩惠

作者论述了夏日暴涨的尼罗河如何凭借神明的远虑克服沙漠与地下裂隙并浸润全境的奇迹,赞美了它所带来的澄净空气以及免受天灾侵袭等诸多恩惠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§363

ἐπειδὰν δὲ ὁ θερισμὸς ἥκῃ καὶ δέῃ πρὸς ὕψος ἰέναι, τὰ μὲν ἄλλʼ ἀμύθητα, ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα ἀντὶ τεμπῶν καὶ ἑλῶν ἔστιν αὐτῷ τὸ μηδαμῆ κωλύειν,1 ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ τὴν ἐναντίαν τῷ παντὶ βαδίζοντες τῶν ἀστέρων ἐναντία καὶ τοῖς καιροῖς καὶ τῇ φύσει τῆς χώρας αἴρεται. καίτοι τίς οὐκ ἂν ἰδὼν καὶ τοῦθʼ ἕν τι τῶν ἀπίστων ἔκρινεν, ἐξαρκέσαι τοῖς χάσμασι καὶ πληρῶσαι τὰ διεστηκότα, μᾶλλον δʼ ἔτι τούτου πρότερον διὰ τῆς ἄμμου τῆς ἄνω διεξῆλθεν; ὁ δʼ ὥσπερ φιλονεικῶν πρὸς τὰ ἐναντία αὐτῷ τὸν πόρον ἐργάζεται. καὶ πρῶτον μὲν τὰ κοῖλα καὶ τὰς χαράδρας ἐπλήρωσεν ὑπελθὼν ὑποβρύχιος, ὥσπερ οἱ ὕφαλοι κολυμβηταὶ, τρέψας εἰς τὸ κάτω τὰ πρῶτα τῆς ἀναβάσεως· ἔπειθʼ ὑπὲρ αὐτῶν τε καὶ τῆς χώρας ἵσταται, προϊὼν ἀεὶ πρὸς τὸ μήκιστον μετρητὸς ἤδη. εἰ δέ τις ᾔδει τὸ ἀφανὲς τοῦ ἔργου, μειζόνως ἂν ἐθαύμασε τοῦ ὁρωμένου. πολλοὺς γὰρ οἶμαι ποταμοὺς τῶν νῦν εἰς πρώτους τελούντων οὐκ ἂν ἀρκέσαι τοῖς κάτω τῆς χώρας, ἀλλʼ ἐμπεσόντας ἂν αὐτόθι κρυφθῆναι, ὥσπερ τὸν Εὐφράτην προϊόντα ἀφανίζεσθαι λόγος. νῦν δʼ ὥσπερ τῶν πυραμίδων τὰς μὲν κορυφὰς ὁρῶντες ἐκπληττόμεθα, τὸ δʼ ἀντίπαλον καὶ ὑπὸ γῆς ἕτερον τοσοῦτον ὂν ἠγνόηται, λέγω δὲ ἃ τῶν ἱερέων ἤκουον, καὶ δὴ καὶ τὸν Νεῖλον κορυφωθέντα μὲν Αἴγυπτος ἡ πᾶσα ὁρίζεται,2 καὶ πρὸς τὸ προκείμενον κρίνομεν τὸ Αἰγύπτιον πέλαγος, τοσοῦτος ἐπέρχεται· ὅπως δʼ εἰς τοῦτο ἥκει καὶ ὅθεν ἤρξατο τῆς ἀναβάσεως ἐκπέφευγε τὴν ἱστορίαν. τὸ δὲ δὴ καὶ μόνην ταύτην ἁπασῶν χωρῶν ὥσπερ τι ζῶον καθεστάναι πρὸς ἀμφότερα ὑπὸ τοῦ ποταμοῦ, τοτὲ μὲν χερσαίαν εἶναι καὶ ἐφʼ αὑτῆς ἐπὶ τοῦ ξηροῦ, αὖθις δʼ ἐν τῷ ὕδατι διαιτᾶσθαι, τῷ χρὴ ταῦτα προσθεῖναι πλὴν ἢ τῇ μεγάλῃ σοφίᾳ3 καὶ προνοίᾳ τοῦ θεοῦ, ὅστις ἐν ᾗ ἥκιστα ὕειν ἔμελλε, τὸν Νεῖλον ἐπήγαγε μιμητήν τινα ἑαυτοῦ καὶ ἀντὶ ὄμβρων εἶναι τοῖς ** ταύτης τῆς δωρεᾶς αὖ τηνικαῦτα ἐπήγαγεν, ἡνίκα τοῖς τε ἀνθρώποις ἔμελλε μάλιστα ἐν καιρῷ ἔσεσθαι καὶ τῇ χώρᾳ τὴν φορὰν οὐ μόνον οὐκ ἐλάττω τῆς ἱκανῆς, ἀλλὰ καὶ θαυμαστὴν πλήθει παρέξεσθαι; ταύτην ἐγὼ μόνην αἰτίαν ἐπινοῶ διʼ ἣν ὁ Νεῖλος διʼ Αἰγύπτου καὶ τῶν ἐκείνῃ ῥεῖ καὶ μέγιστος δὴ τοῦ θέρους. ὁρῶ δʼ ὅτι καὶ τῶν ἰαμάτων ἀπὸ τῶν σωτήρων θεῶν ἀπολαύομεν, ὧν εἷς ἐστιν ὁ τῷ Νείλῳ συνώνυμος· καὶ τὸ μὲν κεφάλαιον καὶ τὴν καθάπαξ αἰτίαν ἅπαντες σύνισμεν, ὅτι ἡμᾶς βούλονται σώζειν καὶ ὑγιεῖς ποιεῖν, τὴν δʼ ἐπίνοιαν αὐτὴν καὶ τὸ αἴτιον ὧν φράζουσιν ἑκάστοτε τίς πώποτʼ ἐξευρεῖν οἷός τε; οἵ γε καὶ διʼ αὐτῶν τῶν ἐναντιωτάτων εἶναι δοκούντων καὶ ἃ μάλιστʼ ἄν τις φυλάξαιτο ἰάσαντο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεφθέγχθω, οὐκ ἐκ προνοίας εἰρημένα οὐδὲ βουλευθέντα ἐξ ἀρχῆς, ἀλλὰ τοῦ λόγου ταύτῃ προενεγκόντος ὥσπερ ῥεύματος. Νεῖλος δὲ ποταμῶν οὐχ ἧττον κάλλιστος ἢ μέγιστος, καὶ χρείᾳ καὶ θέας ἡδονῇ καὶ τοῖς πᾶσι πολὺ νικῶν· καὶ διὰ γῆς ἀρίστης καὶ καλλίστης διεξέρχεται, καὶ ἀὴρ ὁ περὶ αὐτὸν ἀέρων κάλλιστος καὶ τοῖς ὀφθαλμοῖς λαβεῖν καθαρώτατος· μεστὴ δὲ ὕδατος οὖσα ἡ γῆ πᾶσα ξηρότατον τὸ ἄνω πασῶν χωρῶν παρέχεται. ὡς δὲ καὶ σεισμοῖς καὶ λοιμοῖς καὶ τοῖς ἐξ οὐρανοῦ κατακλυσμοῖς ἀνάλωτος ἡ χώρα διʼ αὐτόν ἐστιν οὐδὲ τοὺς πρὸ ἡμῶν Ἕλληνας ἔλαθεν. ἃ δὴ καὶ Αἰγύπτιοι συνεορακότες, οἶμαι, μειζόνως ἄγουσι τὰ κατʼ αὐτόν. ὥστʼ ἔγωγέ ποτε ἤκουσα καὶ ἄλλου τῶν τι δοκούντων εἰδέναι περὶ ταῦτα ὅτι καὶ τῶν νομίμων τῶν περὶ τὰς ἑορτὰς καὶ θυσίας εἰς τὸν Νεῖλον αὐτοῖς ἀνήκει τὰ πλεῖστα.

当收获的季节来临,需要向上暴涨之时,其余的细节自不待言,而那些荒沙与地裂,取代了峡谷与沼泽,对它而言根本无法造成丝毫阻碍;它反而恰如那些逆着整个天球运行的星辰一般,逆着时令也逆着该地的自然而昂然上升。然而,有谁见到这一幕,不会将这也判定为不可思议的奇迹之一呢——它竟能满足那些裂隙并填满分裂的大地,更毋宁说在此之前,它早已穿越了上游的瀚海流淌而来?但它仿佛在同阻碍它的一切抗争一般,开拓出自己的水道。它起初潜入水下,如同沉水潜泳之人,填满了洼地与峡谷,将暴涨初期的水量引向地下深处;继而它耸立在这些深壑以及整个国土之上,水位已被丈量,始终向着至高之巅推进。倘若有人知晓这番壮举的隐秘之处,他定会比对目力所及之景象发出更大的惊叹。因为我认为,如今位列第一流的众多河流,大多甚至无法填满这片土地的地下深处,反而一旦跌落便会在彼处沉沦湮没,正如人们传说幼发拉底河在前行中隐没消失一样。然而如今,正如同我们瞻仰金字塔的顶峰时惊叹不已,却对地下与其势均力敌、等量齐观的另一半一无所知——我说的是我从祭司那里听闻之事——尼罗河亦是如此:当它登峰造极之时,全埃及皆成了它的边界,我们根据眼前展现的这片“埃及之海”来作评判,因为它是以如此磅礴之势汹涌而来;至于它是如何达到这一地步,又从何处开始暴涨,则完全超脱了人们探究的范围。而且,在所有的土地中唯独此地被河流塑造成兼具两栖特性的生灵一般,时而是陆地并在干燥的地面上自存,时而又生活于水域之中——这一切若不归结于神明伟大的智慧与远虑,又该归于何处呢?神在最不可能降雨的土地上,引来尼罗河作为自己的仿效者并用以替代雨水,又恰在对人类最为适时、且能为大地提供不仅绝不少于所需、反而在数量上令人惊叹的丰收之时,赐下了这件礼物。这便是我所能想到的尼罗河穿流埃及及其领地、且恰在盛夏达到极致的唯一缘由。我亦看到我们从救主神明那里蒙受医治之恩,其中一位神明便与尼罗河同名;虽然我们大家都知晓其梗概与根本缘由,即他们意在拯救我们并使我们康健,然而神明每次所谕示之事的意图本身与缘由,又有谁曾能够探寻得到呢?他们甚至通过那些看起来最相抵触、人们最避之不及的事物来实现医治。这些话便当作附带之言点到为止吧,既非出自深思熟虑,亦非始于预先构想,而是论述如水流一般将我们引向了此方。然而尼罗河在江河之中不仅最为宏伟,亦同样最为壮丽,在功用、观瞻的愉悦以及一切方面都大获全胜;它穿越最优美上等的土地,环绕着它的空气是所有空气中最宜人、入眼最清澄的;大地虽充斥着水,其上空却展现出所有地域中最干燥的气候。而此地因它之故免受地震、瘟疫以及自天而降的洪涝灾害侵扰,这一点甚至在以往的希腊人那里亦未曾被忽略。我想,埃及人正是共同洞悉了这些,才更加隆重地对待与它相关的事物。以至于我曾从另一位被认为对此类事务颇有知晓之人那里听闻,他们关于节庆与献祭的绝大部分习俗,皆是归属于尼罗河的。

语法注3 条
  1. 363ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα ἀντὶ τεμπῶν καὶ ἑλῶν ἔστιν αὐτῷ τὸ μηδαμῆ κωλύειν

    句首的主格短语 ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα 作为悬置主格(nominativus pendens)或话题化成分出现,统领后接的无人称结构 ἔστιν αὐτῷ 以及带冠词不定式 τὸ μηδαμῆ κωλύειν。其基本骨架为:“至于那些沙原与地裂……对于它(尼罗河)而言根本无法造成阻碍”。

  2. 363τὸν Νεῖλον κορυφωθέντα μὲν Αἴγυπτος ἡ πᾶσα ὁρίζεται

    宾格短语 τὸν Νεῖλον κορυφωθέντα 是关身语态动词 ὁρίζεται(界定、划定边界)的直接宾语,前置到分句之首以承接前文关于金字塔顶与地下隐秘部分的对比(τῶν πυραμίδων τὰς μὲν κορυφὰς ὁρῶντες...)。在构词上引出后文:“至于尼罗河,当它达到顶峰时,全埃及便成了其界限”。

  3. 363τῷ χρὴ ταῦτα προσθεῖναι πλὴν ἢ τῇ μεγάλῃ σοφίᾳ

    τῷ 是疑问代词 τίς 的与格形式(相当于 τίνι),充当动词 προσθεῖναι(归于……)所要求的间接宾语。πλὴν ἤ 是一固定惯用搭配,意为“除……之外”,并引出后接的与格短语 τῇ μεγάλῃ σοφίᾳ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:363-364