← 阿里斯·台德斯

圣书三

§313-314

剧烈高热抽搐的发作与礼拜宙斯带来的痊愈

阿里斯泰戴斯根据其养育者得到的梦示进行橄榄油治疗,随后却在冬日遭遇了剧烈的高热与抽搐发作。在遵循梦中的指示前去礼拜宙斯像后,他的病情得以缓解,随后更在神庙中获得并涂抹了“王室药剂”,使身体的紧绷感迅速消退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§313

ἀκούοντα1 περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι2 παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως. καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι·3 καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον. ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατʼ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου. κατεκείμην ἐπʼ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή. συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν· καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλʼ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον. καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, ἢ καὶ ἔτι πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθʼ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλʼ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τʼ ἦν κατέχειν, ἀλλʼ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον· τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός. ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλʼ ἦν ἐπὶ πλεῖστον ἡ κίνησις καὶ ἡ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα. ταῦτα δʼ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα· ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο. ἐρίων δʼ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι. καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν. ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν4 πάλιν προσβολή τις προσῄει, καὶ μετʼ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν· τὸ δʼ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τʼ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην· καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δʼ ἦν οὐκ ὀλίγη καὶ5 δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δʼ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι· χρῆναι δʼ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δʼ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδʼ ὁδοῦ πολλῆς, ἀλλʼ ἐνθένδε σοι φέρω· κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα· καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δʼ ὕστερον τὸν

……当听到关于我的事情时。然而据他所说,神安慰并教导他:并不需要彻底切除骨头,也不需要割除现有的肌腱,而是需要对现有的东西进行某种改变,因为需要如此巨大且非同寻常的矫正。神给了内里托斯一个传达给我的疗法:一天三次,用不含盐的橄榄油擦拭。从此我就照此办理,试过之后,情况确实有所好转。这件别的事发生在我的祖宅中,正值冬天的严寒与病痛的顶点。我正躺着准备吃午餐,头部突然袭来剧烈而可怕的疼痛,面部抽搐,嘴唇紧闭,陷入了极大的困境。我蜷缩着身子,直接冲进我平日睡觉的卧室,随便怎么躺了下来,接着便发起了一场极其猛烈的高热。我甚至无法呼吸,母亲、乳母和其他仆人都在哀号,正当佐西莫斯极度慌乱之时,我设法打手势示意大多数人退出房间,并为即将发生的事情做好了准备。确实,在此之后,日落时分,或者甚至更晚,发热伴随着抽搐来袭,那抽搐既无法言表,也无法想象,身体被拉扯向各个方向,双膝向上提起,猛烈地撞击头部,双手根本无法控制,而是打在脖子和脸上。胸部向前挺出,背部向后拉紧,像被风吹弯的帆一样弓起。身体没有任何一个部位是静止的,其偏离自然状态绝非一点半点,而是运动到了极点,痛苦带来的紧绷感无法用言语形容,既无法让我保持沉默,只要发声还会招致更大的痛苦。 这些情况一直持续到深夜乃至更深,没有丝毫缓解。之后,顶点时期的痛苦虽有所减轻,但并未完全停止。我们不断地在下面铺上并用温热的羊毛包裹身体,并采用了各种温热疗法,我才勉强这样撑了过来。天亮之前,有人跑去请医生。医生来了,不知是第二天,还是在一天之后。在正午时分,我感觉又一次发作来袭,不久之后,便排出了黑色的便。我坐在便椅上时,感到一阵可怕的虚脱、出汗和晕厥。医生惊慌失措,坚持要给我进食,但情况绝非如此。夜晚来临,仿佛置身于狂风巨浪之中,我入睡的时间大约只够做个梦。我得到了命令,要前往我养育者的家,去礼拜我从小长大的地方附近的宙斯神像。我想,梦里还有一些声音,而且哀悼祈求的方式也得到了指示。当时雪下得不小,出门极其困难,那座小屋距离我住的房子有一斯塔德多。我骑上马出发,进行了礼拜,而我刚一回来,所有那些症状就都平息了。至于颈部以上、背部拉紧的症状以及典型角弓反张,神在治愈呼吸困难后,立即用这种方式予以治愈。神说这是一种王室药剂,必须从一个女人那里取得。在梦中,接着似乎出现了一个王室的仆人,在特勒斯福罗斯的神庙和神像旁,他身穿白衣,束着腰带,在阿尔特美斯所在的门附近,他在传令官的引导下走出去,将剩下的药剂带给国王。我能隐约记起的梦境大体就是这样。当我来到神庙,在特勒斯福罗斯神像周围走动时,庙祝阿斯克勒皮亚科斯走了过来,当时我正站在神像前,我便向他讲述了我所见到的幻象,并询问这药剂是什么,或者谁会使用它。他听后像往常一样感到惊讶,说道:“不用寻找太久,也不用走太远,我这就从这里拿给你。因为它就放在休吉亚的脚下,神庙刚一开门,泰姬就把它放到了那里。”泰姬是一位出身名门的女子。他走到休吉亚像前,取来了药剂。我正站着,就顺势将药涂抹在身上。这药剂的香气惊人地芬芳,其效力立竿见影。因为比我说话还快,那种紧绷感就消退了。后来我询问……

语法注5 条
  1. 313ἀκούοντα

    该宾格现在分词修饰前一节(§312末尾)宾格代词 αὐτὸν(内里托斯),作为其后补足,描述他在梦中听到关于阿里斯泰戴斯的事情时的情景。

  2. 313φάναι

    不定词 φάναι(φημί 的不定词)用于延续间接引语,表明阿里斯泰戴斯是在转述内里托斯所诉说的梦境内容。

  3. 313ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι

    名词 ἅλς(盐)的属格复数 ἁλῶν 用作现在分词 ἔχοντι(与格、中性、单数,修饰 ἐλαίῳ)的宾语,构成“不含盐的橄榄油”之意。

  4. 314μοι δοκεῖν

    该词组是作插入语使用的绝对不定词,用以赋予叙述某种主观色彩,意为“依我看来”或“在我看来”。

  5. 314οὐκ ἔφθην ἐπανελθὼν, καὶ...

    这是古典希腊语中非常具有代表性的惯用句式,动词 φθάνω(ἔφθην)配合分词(ἐπανελθὼν),其后接 καί 从句,表示动作的紧密连接,即“我一回来,……就……”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:313-314