← 阿里斯·台德斯

致皇帝

§65-67

整饬军纪与以智慧带来的和平繁荣

赞美君王确立军队纪律、凭智慧与谋略而非武力带来和平与安全,并颂扬遍及整个帝国的繁荣与福祉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως1 ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλʼ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλʼ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης. τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον. τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας. καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτʼ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο. τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι2 φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν. φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλʼ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι. ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα.3 ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;

尽管给予他们的东西既多且无数,而且如果他们得不到这么多、甚至比给予他们的还要多的东西,他们就会变得严酷和可怕,但他非但没有增加他们的欲望,反而规定了必要之物,使兵士在劳作和身体锻炼方面变得更优秀,不再允许他们一心只想着索取,而是让他们习惯于军事训练,也不允许他们过着骄奢淫逸的生活,而是让他们没有任何机会产生这种欲望。他通过这样做,一方面缓解了臣民的匮乏,另一方面整顿了兵士的纪律,并使财政岁入更加稳定。这些行为实在没有比这更大地同时证明其勇气与明智的证据了。确实,人们理所当然地也可以将这本身视为其精明与智慧的证明。因为,通过恐惧来强迫和逼迫他们服从,而不是靠才智的卓越,只是让他们不得不这样表现;但要说服那些对金钱和索取贪得无厌的人变得克制,我想,如果他不能超越常人去思考和表达,他是无法轻易做到的。至于智谋,他在统治中还展现了许多其他功绩,但最美丽且最值得高度赞美的,是君王对战争的明智谋划与理解。因为他看到在战争中,那些看似精明和好战的人认为必须通过战斗而不是通过善于谋划来赢得胜利,他没有模仿他们,也没有羡慕他们,而是认为对待同等的敌人应当诉诸武力——因为用勇气击败这样的人是高尚的——而对待蛮族则应当通过善于谋划。我想,因为他知道,甚至那个率领成千上万大军进攻希腊、连陆地和海洋都无法容纳的人,也屈服于一个人的智谋。既然可以通过谋划来取胜,何必还要去冒险呢?

§66

ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι. καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται. ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἴεται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους. καὶ μὴν οὐδʼ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλʼ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος. ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφʼ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους· πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι· ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτʼ ἂν ταύτης κατάστασις; οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις, πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος; ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν; τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί; νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι. νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον. ὦ φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας. νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν. ὦ πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους· ἀνθʼ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρʼ ἡμῶν οὔτʼ ἐν ἐπαίνοις οὔτʼ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ. σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός.4 τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.

再者,在战斗中获胜也常常是平庸之辈能做到的,但能凭借明智和智慧实行统治,却只有那些懂得谋划之人的特权。确实,那些企图在任何时机、任何借口下展现勇气的人,成功了固然能成事,但一旦失败,就会使自己和朋友陷入巨大的灾难;而那些洞察必要之物并深谋远虑的人,成功了固然同样能达到目的,即使失败了也不会受到任何损害。君王正是深知这些道理,认为不应当模仿人类中愚蠢和冒险之辈,而是要通过善于谋划来确保对蛮族的安全。况且,甚至在战斗和武器方面,敌人也无法指责他,相反,他向他们证明了,自己不仅能凭借理智和其他教养,而且能凭借勇气压倒他们。事实上,在太阳底下最强大、最凶残的凯尔特人,在进行了许多各种各样的冒险之后,如今也向主人屈服,因为他们认识到保持安宁、服从命令比进行战争要好得多,而这个部族如今只剩下了名字;而所有居住在幼发拉底河和底格里斯河彼方、朝向东方的民族,虽然曾动荡不安,如今也已被整顿并受到教化,懂得顺从强者;整片大陆都保持着安宁,陆地和海洋都为这位保护者戴上冠冕,希腊人和蛮族如今发出了同一种声音,而帝国就像一艘船或一座城墙一样得到了修缮和加固,稳固地获得了自身的福祉。这些难道没有超越一切勇气吗?或者,还有什么比这更好、更有利的治世呢?难道不是所有人在任何想去的地方都享有充分的安全,所有的港口都充满活力,山峦对行旅之人所提供的安全,不也正像城市对居住其中的人所提供的一样吗?恩典充满了所有的平原,所有的恐惧已从所有人中消除。实际上,有什么河渡被阻碍而无法通过呢?有什么海峡被封闭了呢?如今,节日更加欢乐,祭祀更得神明欢心。如今,德墨忒尔之火也更加明亮、更加神圣。啊,人类幸福之光!如今,所有人都似乎找到了真正的幸福。啊,超越了一切君王的人啊——在智慧上超越了智者,在勇气上超越了勇者,在虔敬上超越了以此见长者,在幸运上超越了最幸运者!为此,无论是在赞美中,还是在任何其他荣誉中,我们都无法给予您应有的感谢。而您,高贵父母的高贵子嗣,愿您追随父亲的足迹。简而言之,这已经是最毫无保留的赞颂了。”

语法注4 条
  1. 65οὐχ ὅπως

    与后文的 ἀλλʼ 呼应,是一个表示强烈对比或否定的惯用表达,意为“非但没有……反而……”。

  2. 65τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι

    这是一个带冠词的不定式短语充当主语。宾格分词 βιασάμενον 和 καταναγκάσαντα 作为不定式 παρασκευάσαι(使……接受)的逻辑主语或表示手段的分词,整句意为“通过强迫和逼迫使他们顺从”。

  3. 65τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα

    充当动词 ᾔδει(他知道)宾语的宾格分词结构(间接陈述)。宾格分词 ἡττηθέντα(屈服于……)的逻辑主语是由名词化分词 τὸν ἀγαγόντα(率领……的人)和关系从句 ὃν... ἐχώρει(陆地和海洋都容纳不下的人)所修饰的人物(即薛西斯)。

  4. 67σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός

    结合了祈愿语气 εἴη 和不定式 βαίνειν 的愿望表达,意为“愿你追随父亲的足迹”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0284.tlg009.humanitext-grc2:65-67