← 斯特拉波

地理学

§9.3.1

福基斯与洛克里斯的地理概况及边界

本章节概述了位于波奥蒂亚北部的福基斯和洛克里斯两地的地理轮廓,描述了围绕帕尔纳索斯山的人群分布,并解释了这些区域的几何形态,以此作为详细地志描述的引入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.3.1

μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος,1 σχίζων ἐφʼ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας· νῦν δὲ Λοκρῶν ἐστὶν ἡ χώρα (τὸ δὲ πόλισμα κατέσκαπται), ὥστʼ οὐδʼ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης ἡ Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται. αὐτὴ γὰρ ἡ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπʼ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς ὁ Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα.2 διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δʼ ἐπὶ τὸν Κρισαῖον κόλπον, ἡ δʼ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν. καλοῦνται δʼ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον· οἱ δʼ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός, παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. πάλιν γὰρ ὥσπερ ἡ Λο[κρὶς διττὴ οὖ]σα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω [καὶ ἡ πᾶσα Οἰταία] μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τ[όπων τῆς Δω]ρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ [καὶ Παρνασ]σῷ καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δʼ ἤδη [οἱ Θετταλοὶ] καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρν[ᾶνες καί τινα] τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν· [δεῖ δέ,] ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥσ[περ ταινίας] τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀ[νατολὰς] νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δʼ ἐστὶ πᾶς ὁ Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα· ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ. τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευ[ραὶ3 τῶν] λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παρ[άλληλοι] ἅπασαί εἰσιν, ἡ μὲν οὖσα προσάρκτιος ἡ [δὲ πρὸς νότον]. αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι π[αράλληλοι· οὐ]δὲ ἡ παραλία ἑκατέρα, ἥ τε τοῦ Κρι[σαίου κόλπου μέ]χρι Ἀκτίου καὶ ἡ πρὸς Εὔβοιαν μέχρι τῆς [Θεσσαλονικείας] παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελ[ευτᾷ ταῦτα τὰ] ἔθνη· ἀλλʼ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα· [τούτων τῶν χω]ρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν [βάσιν τεταμένων] γραμμῶν πλειόνων· τὰ γὰρ ἀποληφ[θέντα σχήματα πα]ράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς [κατὰ μῆκος ἐναν]τίον πλευρὰς ἕξει παραλλήλους, τ[ὰς δὲ κατὰ πλάτος οὐ]κέτι. ὁ μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθʼ ἕκαστα δʼ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι.

在波奥蒂亚和奥尔科梅诺斯之后是福基斯,它在波奥蒂亚北面与之平行,至少在古代,同样是从海延伸到海。因为达夫努斯在当时属于福基斯,将洛克里斯分隔在两边,并处于奥普恩蒂亚湾与埃皮克涅米季安海岸的正中;但现在该地区属于洛克里人(而那座小城镇已被夷为平地),因此福基斯在那边也不再延伸到靠近欧博亚的海,而是与克里萨湾相连。因为克里萨本身属于福基斯,坐落在海边,此外还有基拉、安提基拉,以及它们上方、帕尔纳索斯山附近连续靠内的内陆地区,即德尔斐、基尔菲斯、达乌里斯,还有帕尔纳索斯山本身也属于福基斯,并界定了它的西侧。福基斯与波奥蒂亚相邻的方式,也正是两个洛克里斯各自与福基斯相邻的方式。因为它是由帕尔纳索斯山一分为二的双重区域:一部分在西面与帕尔纳索斯山相邻并占其一部分,延伸至克里萨湾;另一部分在东面,止于靠近欧博亚的海。西洛克里人也被称为奥佐莱,他们的公章上刻有长庚星;而另一部分洛克里人本身也大致分为两部分:一部分是因母都市而得名的奥普恩蒂亚人,与福基斯人和波奥蒂亚人接壤;另一部分是因克内米斯山而得名的埃皮克涅米季安人,与奥伊塔人和马利斯人相邻。在西洛克里人与另一部分洛克里人这两者中间是帕尔纳索斯山,从德尔斐周围的地区向北呈狭长状延伸,一直到奥伊塔山脉、埃托利亚山脉以及其中间的多里斯人的交汇处。因为再次,正如洛克里斯与福基斯人相邻一样,多里斯与埃托利亚以及中间的一些地区一起,以三种方式与两个洛克里斯以及多里斯人相连。在这些人和埃托利亚人之上,已经是北方的部族,还有阿卡纳尼亚人,以及伊庇鲁斯和马其顿的一些族群;正如我们之前所说,应该将这些提到的地区想象为从西向东大致平行延伸。整个帕尔纳索斯山都是神圣的,拥有许多洞穴和其它受人尊崇和圣化的场所;其中最著名和最美丽的是与基利基亚同名的、仙女们的科里基翁溶洞。在帕尔纳索斯山的侧面中,西侧由奥佐莱洛克里人、部分多里斯人以及在被称为科拉克斯的埃托利亚山附近的人们所占领,而东侧则主要由福基斯人和大部分多里斯人所占领,他们拥有以某种方式环绕帕尔纳索斯山、但更偏向东面的四都市同盟。因此,上述各地区和地带的长度方向的侧面彼此平行,一侧偏北,另一侧偏南;但其余的西侧与东侧并不平行,两个海岸线——即从克里萨湾到亚克兴的海岸线,以及面向欧博亚到苏尼翁的海岸线——也互不平行,这些正是各族群领土的终点;但必须将这些区域的形状理解为如同在三角形内与底边平行的多条线;因为被截出的形状确实会彼此平行,并且其北侧和南侧平行,但其余的侧面则不再平行。以上便是剩余及后续考察的总体轮廓,让我们现在从福基斯开始,依次详述具体细节。

语法注3 条
  1. 9.3.1ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος

    与未完成过去时存在动词 ἦν 连用的属格 τῆς Φωκίδος 表示“所属”或“所有”。在说明达夫努斯曾属于福基斯的上下文中,它明确表达了领土的归属。

  2. 9.3.1ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα

    关系代词短语 ὃν τρόπον(表示方式的宾格用法)与指示代词 τοῦτον 构成相关结构,简洁地表达了两个地区地理上的平行关系:“正如福基斯与波奥蒂亚相邻一样,两个洛克里斯各自也以同样的方式与福基斯相邻”。

  3. 9.3.1αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευ[ραὶ ...

    该段落的手稿存在严重缺失,翻译基于卡索邦等学者的标准文本重构。译文准确反映了作者利用三角形内平行线来概念化地理区域的几何模型。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(4 处,最近 2026-09-23)
  • 2026-09-23 与底本核对 — 原文 3 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.3.1