← 斯特拉波

地理学

§9.2.20-9.2.24

休里科湖与帕拉索皮亚诸城镇

斯特拉波讨论了包括特雷菲亚和休里科在内的波奥蒂亚湖区,论证了荷马史诗地名抄本的正确性,随后介绍了帕拉索皮亚及底比斯领地的地理特征与神话,包括斯科伊诺斯、斯科洛斯、埃特奥诺斯及阿索波斯河。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.2.20

[Τῶν δὲ περι]κειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κ[ηφισσίς, ἧς] μέμνηται καὶ Ὅμηρος ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι. οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν ὅς ῥʼ ἐν Ὕδῃ ναίεσκεν. ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ, ἡ δὲ Βοιωτιακή· ἐπιφέρει γοῦν τῷ λίμνῃ κεκλιμένος Κηφισσίδι τὸ πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί. ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά,1 ἐκεῖθεν διʼ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος. Ὅμηρος δʼ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ ἠδʼ Ὕλην καὶ Πετεῶνα, ποιητικῶς, τοτὲ δὲ συστέλλων ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων. οὐδʼ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι· οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο. [Αὗται δʼ αἱ]

在位于[附近]的湖泊中,有特雷菲亚湖和霍美斯也曾提及的[休里科湖]: “他住在休里,极为关心财富,依傍着凯菲索斯湖。” 因为他并非如某些人所想的那样,意指科派斯湖,而是指因附近的被称为休莱的村庄而得名的休里科湖,也不是如一些人所写的那样是指休德: “他住在休德。” 因为前者(休德)是在吕底亚,“在白雪皑皑的托莫洛斯山下,在休德肥沃的土地上”,而后者(休里)则是波奥蒂亚的土地;无论如何,在“依傍着凯菲索斯湖”之后,他接着写道: “在他身旁住着其他的波奥蒂亚人。” 因为前者(科派斯湖)很大,且不在底比斯领土内,而后者(休里科湖)很小,是从前者通过地下水道注满的,位于底比斯和安特东之间。荷马用单数形式表达它,有时为了诗歌的需要而拉长第一个音节,如《船员名录》中所说: “以及休里和佩特翁,”有时则缩短它: “他住在休里,”以及: “皮匠中最优秀者,住在休里的家中。” 在这里,有些人写成“在休德”也是不对的;因为埃阿斯并不是从吕底亚运来他的盾牌。

§9.2.21

λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπω[ν ὑπογράφουσιν ὥστε] λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ὁ [ποιητὴς ἀτάκτως χρῆται] τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξ[ιολόγων καὶ τῶν μή· καὶ] χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν· ἡ παραλία δʼ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο· καὶ γνωριμώτεροι οἱ τόποι, καὶ ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον· διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμ[εθα περιοδεύειν]· ἐνταῦθα δʼ ἐάσαντες τοῦτο τῷ π[οιητῇ ἀκολουθοῦντες ποιήσομεν τὴν] διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ᾖ [πρὸς τὴν ὑπόθεσι]ν ἡμῖν, ὑπʼ ἐκείνου δὲ παραλειφθέν. ἄρχεται [δʼ ἀπὸ τῆς Ὑρί]ης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν.

关于[这些]湖泊[……],要在叙述中清晰地把握接下来的地点顺序是[困难的],因为在如此多且大多默默无闻、又处于内陆的地点名称中,在顺序上不出错是困难的。相比之下,沿海地区在这方面有一些优势;这些地方更为人所知,而且海洋能更好地提示接下来的顺序。因此,我们也尝试从那里[开始记述];但在这里,我们把这(地理顺序)留给诗人的列举,只添加那些对我们有用但被他省略的部分。他从休里亚和奥利斯开始,关于这些我们已经讲过。

§9.2.22

σχοῖνος δʼ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους· ῥεῖ δὲ καὶ ποταμὸς διʼ αὐτῆς Σχοινοῦς.

斯科伊诺斯是底比斯领地上通往安特东道路旁的一个地方,距离底比斯约五十斯塔迪翁;还有一条同名的斯科伊诺斯河流经该地。

§9.2.23

Σκῶλος δʼ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφʼ οὗ καὶ ἡ παροιμία εἰς Σκῶλον μήτʼ αὐτὸς ἴναι,2 μήτʼ ἄλλῳ ἕπεσθαι. καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν. ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος. εἴρηται δʼ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρʼ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, διʼ ἧς ῥεῖ.

斯科洛斯是基泰戎山脚下帕拉索皮亚地区的一个村庄,是一个难以居住且崎岖的地方,由此也产生了俗语: “既不要自己去斯科洛斯,也不要跟随他人前去。” 据说彭透斯也是从这里被带走并被撕碎的。在奥林索斯周围的城市中,也有一个同名的斯科洛斯。此外已经说过,在特拉克斯的赫拉克雷亚,也有一个村庄被称为帕拉索皮奥伊,阿索波斯河流经其旁;而在西锡安地区也有另一条阿索波斯河,它流经的土地被称为阿索皮亚。

§9.2.24

ὁ Ἐτεωνὸς δὲ Σκάρφη μετωνομάσθη, καὶ αὕτη δὲ τῆς Παρασωπίας. ὁ γὰρ Ἀσωπὸς καὶ ὁ Ἰσμηνὸς διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν· ἔστι δὲ καὶ ἡ Δίρκη κρήνη καὶ Πότνιαι, ἐφʼ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαῦκον τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον, καὶ ὁ Κιθαιρὼν δὲ οὐκ ἄπωθεν τῶν Θηβῶν τελευτᾷ· παρʼ αὐτὸν δὲ ὁ Ἀσωπὸς ῥεῖ, τὴν ὑπώρειαν αὐτοῦ κλύζων καὶ ποιῶν τοὺς Παρασωπίους εἰς κατοικίας πλείους διῃρημένους, ἅπαντας δʼ ὑπὸ Θηβαίοις ὄντας (ἕτεροι δʼ ἐν τῇ Πλαταιέων φασὶ τόν τε Σκῶλον καὶ τὸν Ἐτεωνὸν καὶ τὰς Ἐρύθρας· καὶ γὰρ παρα[ρρεῖ] Πλαταιὰς καὶ παρὰ Τάναγραν ἐκδίδωσιν)· ἐν δὲ τῇ Θηβαίων εἰσὶ καὶ αἱ Θεράπναι καὶ ὁ Τευμησσός, ὃν ἐκόσμησεν Ἀντίμαχος διὰ πολλῶν ἐπῶν, τὰς μὴ προσούσας ἀρετὰς3 διαριθμούμενος ἔστι τις ἠνεμόεις ὀλίγος λόφος. γνώριμα δὲ τὰ ἔπη.

埃特奥诺斯改名为斯卡尔费,这也属于帕拉索皮亚。因为阿索波斯河和伊斯梅诺斯河流经底比斯前方的平原;这里还有狄尔刻泉和波特尼亚伊,关于后者,流传着关于波特尼亚伊的格劳科斯的传说,他因在城市附近被波特尼亚伊的雌马撕碎而死;基泰戎山也在离底比斯不远的地方结束。阿索波斯河流经其旁,冲刷着山麓,并将帕拉索皮亚人分割成几个定居点,他们都处于底比斯人的统治下(但也有人说斯科洛斯、埃特奥诺斯和埃里特莱位于普拉泰亚人的领土内;因为这条河确实在普拉泰亚和塔纳格拉旁流过并注入)。在底比斯人的领土内还有塞拉普奈和特乌梅索斯,安提马科斯用许多诗句赞美了后者,列举了它并不具备的优点: “有一处多风的小山丘。” 而这些诗句是众所周知的。

语法注3 条
  1. 9.2.20ἡ μὲν γάρ ἐστι μεγάλη... ἡ δὲ μικρά

    在对比的两项中,前者 ἡ μέν 根据上下文指代前文提到的科派斯湖(Κωπαΐς),后者 ἡ δέ 指代休里科湖(Ὑλική)。这解释了后者通过地下水道由前者注满的地理关系。

  2. 9.2.23ἴναι

    动词 εἶμι(去)的现在不定式的诗歌或方言形式(相当于标准的 ἰέναι)。此处用作独立的命令式不定式,表示强烈的命令或禁止(“不应当去”)。

  3. 9.2.24τὰς μὴ προσούσας ἀρετὰς

    带有否定词 μή 的现在分词 προσούσας(源自 πρόσειμι,意为“具备”)。此处用作泛指或条件的否定,指“(实际上该丘陵)并不具备的优点”。这带有讽刺意味地表明了安提马科斯如何通过列举特乌梅索斯这一微不足道的小丘所不具备的特质来修饰它。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.20-9.2.24