← 斯特拉波

地理学

§9.2.13-9.2.16

安特东周边沿岸城镇与内陆平原水系

本段记述了从安特东到与优波亚相对的海岸线上的城镇和相关神话,随后解释了被群山环绕的波奥蒂亚内陆平原,以及由于地下通道和地震活动导致的水系剧烈变迁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.2.13

μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν Ἀνθηδόνα τʼ ἐσχατόωσαν. εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρʼ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου· ἐμνήσθημεν δʼ αὐτοῦ καὶ πρότερον. δίαρμα δʼ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους· κεῖται δʼ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις· ἐγγὺς δὲ τῶν [Αἰγῶν] καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.

萨尔加纽斯之后是安特东,一座拥有港口的城市,是波奥蒂亚面对优波亚的海岸线的尽头,正如诗人所说: “及极边之地的安特东。” 然而,再稍往前行,还有波奥蒂亚人的两个小镇:拉里姆纳(凯菲索斯河在其旁流出)以及更远处的哈莱,其名称与阿特提卡的民主区相同。据说在这海岸对面是优波亚的艾盖,其中有艾盖的波塞冬神殿;我们此前也提到过它。从安特东横渡到艾盖的距离是一百二十斯塔迪翁,而从其他地方则短得多;神殿坐落在一座高山上,那里曾经也是一座城市;在这附近还有奥罗比亚埃。在安特东领地内有梅萨皮翁山,得名于梅萨波斯,他前往伊亚皮吉亚,并将该地区命名为梅萨皮亚。在这里也有关于安特东人格劳克斯的神话传说,据说他变成了一只海中怪物。

§9.2.14

πλησίον δʼ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι1 τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφειν ἶσόν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην. ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος2 ἐν τοῖς περὶ νεῶν … [ε]ἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ ὁ … Μεγαρικῇ. ἐκεῖθεν ἀπῳκισμένη πρόσ[χωρος τοῦ Κιθα]ιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσι Κρεῦσάν τε ζαθέην, τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον· ἄλλοι δὲ Φαράς τε ζαθέας. ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτο Νῦσάν τε ζαθέην. κώμη δʼ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα. ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν.

在安特东附近有波奥蒂亚的一处圣地,存有城市遗迹,被称为伊索斯,其第一个音节读作短音。但有些人认为应该写成: “及神圣的伊索斯与极边之地的安特东”为了格律而在诗意上将第一个音节读作长音,以代替: “及神圣的尼萨。” 因为正如阿波罗多洛斯在《战船志》中所说,尼萨在波奥蒂亚任何地方都见不到[……]除非他如此称呼尼萨;因为[……]在梅加拉领土从那里被移民至[基泰]龙,但如今已被废弃。另有一些人写道: “及神圣的克雷乌萨,”他们将其理解为现在的克雷乌萨,即建立在克里萨湾的塞斯皮埃人的港口;另一些人写道: “及神圣的法莱。” 这是塔纳格拉周围四联村之一,由赫莱翁、哈尔马、米卡莱索斯和法莱组成。他们也这样写道: “及神圣的纽萨。” 纽萨是赫利孔山的一个村庄。与优波亚相对的海岸线大体就是如此。

§9.2.15

τὰ δʼ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτʼ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν.

内陆接下来的平原是洼地,在其他方向完全被群山环绕:南面是阿特提卡的山,北面是福基斯的山;而西面是基泰隆山,在克里萨海稍上方斜插入内,起点与梅加拉和阿特提卡的山相连,然后转向平原,终止于底比斯领地附近。

§9.2.16

τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δʼ ἐμπιπτόντων,3 εἶτα ἐκρύσεις λαμβανόντων· τὰ δʼ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν. ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέῳξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ διʼ ὑπονόμων· συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν διʼ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δʼ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις. ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἢ ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῇ λίμνῃ ποτὲ δὲ ἄπωθεν κεῖσθαι.

在这些平原中,有些部分因为河流在其间泛滥而形成湖泊,有些河流流入其间随后找到出口;另一些部分则已干涸,并因其肥沃而以各种方式被耕种。由于大地深处布满空洞和洞穴,频繁发生的剧烈地震堵塞了某些通道,又打开了另一些通道,有些通道直达地表,有些则通过地下暗渠。因此,无论是湖水还是河水,它们的部分水流通过地下暗渠运送,另一部分则在地面流动。而当地底深处的通道被堵塞时,湖泊水位就会上升到有人居住的地方,以至于城市和土地都被吞没;但当相同或其他的通道被打开时,它们又会重新显露出来,同一个地方有时可以通过船只航行,有时可以通过步行通过,而同一些城市有时位于湖畔,有时则远离湖泊。

语法注3 条
  1. 9.2.14συστέλλοντι

    与格分词 συστέλλοντι(缩短)在此用作表示关联或参考的与格,意为“对于将第一个音节读作短音的人来说,被称为伊索斯”。

  2. 9.2.14ὡς φησιν Ἀπολλόδωρος...

    该希腊原文在抄本流传中严重受损,包含脱漏和错误的词汇(如 ἴη 和 πρόςιρῶνος)。尽管现代编订本通常试图将其重构为关于两个名为尼萨之地的讨论,但此处的翻译保留了传抄文本的断片状态。

  3. 9.2.16τῶν δʼ ἐμπιπτόντων

    分词 ἐμπιπτόντων 之前的属格关系代词 τῶν 取决于前面的名词 ποταμῶν(河流)。这部分将扩散成湖泊的河流与流入平原后又找到出口的河流进行了对比。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-23)
  • 2026-09-23 与底本核对 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.13-9.2.16