← 斯特拉波

地理学

§8.3.17-8.3.18

考科内斯人的居住地与荷马史诗考释

本文整理了关于考科内斯人起源与分布的多种观点,并论证了荷马史诗中雅典娜行程的地理矛盾如何通过考科内斯人分居两处的假说得以解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.17

πλείους δʼ εἰσὶ λόγοι περὶ τῶν Καυκώνων· καὶ γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο. ἱστορεῖ γοῦν ὁ ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πόθεν δʼ οὐ λέγει· δοκοῦσι δʼ ἐκ Παφλαγονίας· ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμόρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί. μνησθησόμεθα δʼ αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τόπον ἡ γραφή. νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυκώνων ἔτι καὶ ταῦτα προσιστορητέον. οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύμης Καυκωνίαν λεχθῆναί φασιν· Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει. τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν· Ἀριστοτέλης δʼ ἐνταῦθα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς. καὶ δὴ τοῖς ὑφʼ Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ἡ ὑστάτη ἀπόφασις, τό τε ζητούμενον πρότερον λαμβάνει λύσιν. ὁ μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύλον, τά τε πρὸς νότον καὶ τὰ ἑωθινά (ταῦτα δʼ ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνικήν) ὑπʼ ἐκείνῳ ἐστίν, ἔχουσι δʼ οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγκη διὰ Καυκώνων εἶναι τὴν ὁδόν. τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ ὁ κατʼ αὐτὸ ὅρμος, εἰς ὃν κατήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπονεύει. εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰκοῦσιν, οὐ σώζεται τῷ ποιητῇ ὁ λόγος. κελεύει γὰρ ἡ μὲν Ἀθηνᾶ κατὰ τὸν Σωτάδην1 τῷ Νέστορι, τὸν μὲν Τηλέμαχον εἰς τὴν Λακεδαίμονα πέμψαι σὺν δίφρῳ τε καὶ υἱέι εἰς τὰ πρὸς ἕω μέρη· αὐτὴ δʼ ἐπὶ ναῦν βαδιεῖσθαι νυκτερεύσουσα φησιν ἐπὶ τὴν δύσιν καὶ εἰς τοὐπίσω, "ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους" πορεύσεσθαι ἐπὶ τὸ χρέος πάλιν εἰς τοὔμπροσθεν. τίς οὖν ὁ τρόπος; παρῆν γὰρ τῷ Νέστορι λέγειν ἀλλʼ οἵ γε Καύκωνες ὑπʼ ἐμοί εἰσι καὶ πρὸ ὁδοῦ τοῖς εἰς Λακεδαίμονα βαδίζουσιν· ὥστε τί οὐ συνοδεύεις τοῖς περὶ Τηλέμαχον, ἀλλʼ ἀναχωρεῖς εἰς τοὐπίσω; ἅμα δʼ οἰκεῖον ἦν τῷ βαδίζοντι ἐπὶ χρέους κομιδὴν οὐκ ὀλίγου, ὥς φησι, πρὸς ἀνθρώπους ὑπὸ τῷ Νέστορι ὄντας, αἰτήσασθαί τινα παρʼ αὐτοῦ βοήθειαν, εἴ τι ἀγνωμονοῖτο (ὥσπερ εἴωθε) περὶ τὸ συμβόλαιον· οὐ γέγονε δὲ τοῦτο. εἰ μὲν τοίνυν ἐνταῦθα μόνον οἰκοῖεν οἱ Καύκωνες, ταῦτʼ ἂν συμβαίνοι τὰ ἄτοπα· μεμερισμένων δὲ τινῶν καὶ εἰς τοὺς πρὸς Δύμῃ τόπους τῆς Ἠλείας, ἐκεῖσε ἂν εἴη λέγουσα τὴν ἔφοδον ἡ Ἀθηνᾶ, καὶ οὐκ ἂν ἔτι οὔθʼ ἡ εἰς τὴν ναῦν κατάβασις ἔχοι τι ἀπεμφαῖνον οὔθʼ ὁ τῆς συνοδίας ἀποσπασμός, εἰς τἀναντία τῆς ὁδοῦ οὔσης.2 παραπλησίως δʼ ἂν καὶ τὰ περὶ τοῦ Πύλου διαπορούμενα τύχοι τῆς προσηκούσης διαίτης ἐπελθοῦσι3 μικρὸν ἔτι τῆς χωρογραφίας μέχρι τοῦ Πύλου τοῦ Μεσσηνιακοῦ.

关于考科内斯人有多种说法;因为他们说这是一个阿卡迪亚族群,就像佩拉斯戈伊人一样,并且在另一种意义上也是流浪的,正如后者。无论如何,诗人记载了他们作为盟友也来到了特洛伊人那里,但并未说明他们来自何处;然而他们似乎来自帕弗拉戈尼亚;因为在那里,人们指称某些与玛里安杜诺斯人接壤的考科尼亚泰人,他们本身也是帕弗拉戈尼亚人。当著作转向那个地方时,我们将对他们作更详尽的提及。但现在,关于特里菲利亚的考科内斯人,还须追加记载以下内容。因为有些人说,现在的整个埃利斯地区,从美塞尼亚直到迪美,都被称为考科尼亚;无论如何,安蒂马科斯将他们全体称为埃佩奥斯人和考科内斯人。但另一些人说,他们并没有占领全部,而是分居两处,一部分在特里菲利亚靠近美塞尼亚,另一部分在布普拉西亚和低地埃利斯靠近迪美;亚里士多德知道他们特别居住在后者那里。而事实上,最后一种主张与荷马所说更为一致,且先前探讨的问题也得到了解决。因为内斯托尔被设定为居住在特里菲利亚的皮洛斯,而南方和东方的地区(这些是与美塞尼亚和拉科尼亚接壤的地区)都在他的统治下,并由考科内斯人占领,因此对于从皮洛斯前往拉刻代蒙的人来说,道路必然穿过考科内斯人的土地。但萨米安波塞冬的神殿以及其附近忒勒玛科斯泊船的港湾,则是向西和向北偏斜。因此,如果考科内斯人仅居住于此,诗人的叙述就无法保持一致。因为根据索塔德斯的说法,雅典娜命令内斯托尔用战车和他的儿子将忒勒玛科斯送往东方的拉刻代蒙;而她自己则说她将走向船只过夜,向西且向后,“但黎明时分,前往心胸宽广的考科内斯人那里”为了债务而再次向前行进。那么,这如何解释?因为内斯托尔本可以说:“但是考科内斯人在我的统治之下,且就在前往拉刻代蒙者的路途前方;所以你为何不与忒勒玛科斯同行,反而向后退去?”同时,对于一个为了收回一笔如她所言决非小数目的债务而前往内斯托尔统治下的人民那里的人来说,如果关于契约(如常有的那样)发生任何不公对待,向他请求某种援助本是自然的事;但这并没有发生。因此,如果考科内斯人仅居住于此,就会发生这些荒谬的情况;但如果他们中的一部分也分居在靠近迪美的埃利斯地区,雅典娜就是指前往那里的行程,这样无论她下船还是脱离同伴,都不再有任何矛盾之处,因为那条路是在相反的方向上。同样地,关于皮洛斯存疑的问题,如果我们进一步考察直至美塞尼亚皮洛斯的地理志,也将获得适当的裁决。

§8.3.18

ἐλέγοντο δὲ Παρωρεᾶται τινὲς τῶν ἐν τῇ Τριφυλίᾳ κατέχοντες ὄρη περὶ τὸ Λέπρειον καὶ τὸ Μάκιστον καθήκοντα ἐπὶ θάλατταν πλησίον τοῦ Σαμιακοῦ ποσειδίου.

在特里菲利亚的人中,有些占领了雷普里翁和马基斯托斯周围、在萨米安波塞冬神殿附近延伸至海边的山脉的人,被称为帕罗雷阿泰人。

语法注3 条
  1. 8.3.17κατὰ τὸν Σωτάδην

    前置词 κατά 接宾格表示“根据”,用于指出处或依据。指“根据索塔德斯(的校订本或记载)”。

  2. 8.3.17εἰς τἀναντία τῆς ὁδοῦ οὔσης

    属格独立结构。分词 οὔσης 的逻辑主语是 τῆς ὁδοῦ,说明了雅典娜所前往的考科内斯人领地(迪美附近,偏北)与忒勒玛科斯前往的拉刻代蒙(偏东)方向相反。

  3. 8.3.17ἐπελθοῦσι

    动词 ἐπέρχομαι 的不定过去时主动分词阳性复数与格。此处省略了与格代词(如表示“我们”的 ἡμῖν),它在功能上作为条件分词(“如果我们进一步考察”),修饰与可能希求法 τύχοι ἄν 连用的隐含与格主体。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.17-8.3.18