← 斯特拉波

地理学

§7.2.1-7.2.4

金布里人的起源习俗与北方地理

作者驳斥了金布里人因大洪水而迁移的说法及其他奇谈怪论,介绍了他们的实际远征及由女祭司献祭战俘等独特习俗。同时,他也指出了对于阿尔比斯河以东未知北部地区地理探索的局限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.1

περὶ δὲ Κίμβρων τὰ μὲν οὐκ εὖ λέγεται, τὰ δʼ ἔχει πιθανότητας οὐ μετρίας. οὔτε γὰρ τὴν τοιαύτην αἰτίαν τοῦ πλάνητας γενέσθαι καὶ λῃστρικοὺς ἀποδέξαιτʼ ἄν τις, ὅτι χερρόνησον οἰκοῦντες μεγάλῃ πλημμυρίδι ἐξελαθεῖεν ἐκ τῶν τόπων· καὶ γὰρ νῦν ἔχουσι τὴν χώραν ἣν εἶχον πρότερον, καὶ ἔπεμψαν τῷ Σεβαστῷ δῶρον τὸν ἱερώτατον παρʼ αὐτοῖς λέβητα, αἰτούμενοι φιλίαν καὶ ἀμνηστίαν τῶν ὑπηργμένων, τυχόντες δὲ ὧν ἠξίουν ἀπῆραν· γελοῖον δὲ τῷ φυσικῷ καὶ αἰωνίῳ πάθει δὶς ἑκάστης ἡμέρας συμβαίνοντι προσοργισθέντας ἀπελθεῖν ἐκ τοῦ τόπου. ἔοικε δὲ πλάσματι τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα·1 ἐπιτάσεις μὲν γὰρ καὶ ἀνέσεις δέχεται, τεταγμένας δὲ καὶ περιοδιζούσας, ὁ ὠκεανὸς ἐν τοῖς τοιούτοις πάθεσιν. οὐκ εὖ δʼ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους, οὐδʼ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατακλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτʼ ἀνοικοδομοῦσι, καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν. ἡ γὰρ τάξις ἡ τῶν πλημμυρίδων καὶ τὸ τὴν ἐπικλυζομένην χώραν εἶναι γνώριμον οὐκ ἔμελλε τοιαύτας τὰς ἀτοπίας παρέξειν. δὶς γὰρ ἑκάστης ἡμέρας τούτου συμβαίνοντος τὸ μηδʼ ἅπαξ αἰσθάνεσθαι φυσικὴν οὖσαν τὴν παλίρροιαν καὶ ἀβλαβῆ, καὶ οὐ μόνοις τούτοις συμβαίνουσαν ἀλλὰ τοῖς παρωκεανίταις πᾶσι, πῶς οὐκ ἀπίθανον; οὐδὲ Κλείταρχος εὖ· φησὶ γὰρ τοὺς ἱππέας ἰδόντας τὴν ἔφοδον τοῦ πελάγους ἀφιππάσασθαι καὶ φεύγοντας ἐγγὺς γενέσθαι τοῦ περικαταληφθῆναι. οὔτε δὲ τοσούτῳ τάχει τὴν ἐπίβασιν ὁρμωμένην ἱστοροῦμεν, ἀλλὰ λεληθότως προσιοῦσαν τὴν θάλατταν· οὔτε τὸ καθʼ ἡμέραν γινόμενον καὶ πᾶσιν ἔναυλον ἤδη ὂν τοῖς πλησιάζειν μέλλουσι πρὶν ἢ θεάσασθαι, τοσοῦτον ἔμελλε παρέξεσθαι φόβον ὥστε φεύγειν, ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε.2

关于金布里人,有些传说并不真实,而有些则具有相当的合理性。因为没有人会接受这样一个让他们成为流浪者和强盗的理由,即由于他们居住在半岛上,被一次大洪水逐出了家园;事实上,他们现在仍占有着他们以前占有的土地,并且送给奥古斯都一尊在他们之中最神圣的青铜釜作为礼物,请求友好并宽恕过去的作为,在得到了他们所请求的之后便启程离去。而说他们因为对每天发生两次的自然且永恒的现象感到愤怒而离开该地,这是荒谬的。至于曾发生过一次特大洪水的说法,似乎是一个虚构的故事;因为海洋在这些现象中虽然经历着增强与减弱,但这些都是规律且周期性的。至于说金布里人拿起武器对抗洪水的人,以及说凯尔特人因磨炼无畏精神而甘愿承受房屋被淹然后重建、并且他们因水灾遭受的毁灭多于战争的人,也同样不正确,这就是埃福罗斯所说的话;因为洪水的规律性以及被淹没的地区为人所知这一事实,绝不会引发如此荒诞的事情。因为既然这种情况每天发生两次,如果说他们甚至连一次都没有意识到潮汐是自然且无害的,而且这不仅发生在他们身上,还发生在所有大洋沿岸的居民身上,这怎能不令人难以置信呢?克雷塔尔科斯也说得不对;因为他说骑士们一看到海潮涌来就策马逃跑,且在逃跑中险些被包围吞没。然而,据我们所知,潮水的上涨并不会以如此快的速度发起突袭,而是海水在不知不觉中逼近;而且,这种每天发生、且在亲眼目睹之前就已经对所有准备接近它的人耳熟能详的事情,绝不可能引发让人逃跑的巨大恐惧,就好像它是出乎意料地突然袭来一样。

§7.2.2

ταῦτά τε δὴ δικαίως ἐπιτιμᾷ τοῖς συγγραφεῦσι Ποσειδώνιος καὶ οὐ κακῶς εἰκάζει, διότι λῃστρικοὶ ὄντες καὶ πλάνητες οἱ Κίμβροι καὶ μέχρι τῶν περὶ τὴν Μαιῶτιν ποιήσαιντο στρατείαν, ἀπʼ ἐκείνων δὲ καὶ ὁ Κιμμέριος κληθείη Βόσπορος, οἷον Κιμβρικός,3 Κιμμερίους τοὺς Κίμβρους ὀνομασάντων τῶν Ἑλλήνων. φησὶ δὲ καὶ Βοίους τὸν Ἑρκύνιον δρυμὸν οἰκεῖν πρότερον, τοὺς δὲ Κίμβρους ὁρμήσαντας ἐπὶ τὸν τόπον τοῦτον, ἀποκρουσθέντας ὑπὸ τῶν Βοίων ἐπὶ τὸν Ἴστρον καὶ τοὺς Σκορδίσκους Γαλάτας καταβῆναι, εἶτʼ ἐπὶ Τευρίστας καὶ Ταυρίσκους, καὶ τούτους Γαλάτας, εἶτʼ ἐπὶ Ἑλουηττίους, πολυχρύσους μὲν ἄνδρας εἰρηναίους δέ· ὁρῶντας δὲ τὸν ἐκ τῶν λῃστηρίων πλοῦτον ὑπερβάλλοντα τοῦ παρʼ ἑαυτοῖς τοὺς Ἑλουηττίους ἐπαρθῆναι, μάλιστα δʼ αὐτῶν Τιγυρίνους τε καὶ Τωυγένους, ὥστε καὶ συνεξορμῆσαι. πάντες μέντοι κατελύθησαν ὑπὸ τῶν Ῥωμαίων αὐτοί τε οἱ Κίμβροι καὶ οἱ συναράμενοι τούτοις, οἱ μὲν ὑπερβαλόντες τὰς Ἄλπεις εἰς τὴν Ἰταλίαν οἱ δʼ ἔξω τῶν Ἄλπεων.

因此,波塞多尼乌斯对史学家的这些指责是正确的,他的推测也不无道理,即:金布里人由于是强盗和流浪者,曾远征至迈奥蒂斯湖周边地区,而基梅里博斯普鲁斯海峡也因此得名,就好像是“金布里博斯普鲁斯海峡”一样,因为希腊人把金布里人称为基梅里人。他还说,波伊奥伊人以前居住在赫尔辛尼亚森林,而金布里人曾向该地发起进攻,但被波伊奥伊人击退,随后下行到伊斯特罗斯河以及属于加拉太人的斯科尔迪斯科伊人那里,接着到特乌里斯泰人和陶里斯科伊人那里(这些人也是加拉太人),然后到赫尔韦蒂奥伊人那里,他们是富有黄金但爱好和平的人。而赫尔韦蒂奥伊人,特别是他们之中的蒂古里诺伊人和托格诺伊人,看到抢劫所得的财富远远超过自己所拥有的,便大受鼓励,以至于和他们一同出发。然而,无论是金布里人自己,还是协助他们的那些人,最终都被罗马人消灭了,其中一些人曾翻越阿尔卑斯山进入意大利,另一些人则在阿尔卑斯山以外。

§7.2.3

ἔθος δέ τι τῶν Κίμβρων διηγοῦνται τοιοῦτον, ὅτι ταῖς γυναιξὶν αὐτῶν συστρατευούσαις4 παρηκολούθουν προμάντεις ἱέρειαι πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις, καταστέψασαι δʼ αὐτοὺς ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν· εἶχον δὲ ἀναβάθραν, ἣν ἀναβᾶσα … ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο, ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχνευον ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. ἐν δὲ τοῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμαξῶν, ὥστʼ ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.

他们讲述了金布里人这样的一个习俗:与他们一同出征的妻子们,随行的是一些女祭司,她们是预言家,白发,身穿白衣,用搭扣固定着亚麻制成的斗篷,系着青铜腰带,并且赤脚。于是,这些女祭司手持利刃,在营地各处迎接战俘,给他们戴上花冠,然后将他们带到一个容量约为二十安芙拉的青铜大盆前;那里有一个踏板,女祭司登上它,俯身在青铜器上方,将每个被悬吊起来的战俘割喉;从流入盆中的血液里,她们进行某种预言,而其他女祭司则剖开尸体检验内脏,大声向族人宣告胜利。在战斗中,她们会击打绷在篷车柳条框架上的皮革,从而产生异乎寻常的巨响。

§7.2.4

τῶν δὲ Γερμανῶν, ὡς εἶπον, οἱ μὲν προσάρκτιοι παροικοῦσι τῷ ὠκεανῷ, γνωρίζονται δʼ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου λαβόντες τὴν ἀρχὴν μέχρι τοῦ Ἄλβιος. τούτων δʼ εἰσὶ γνωριμώτατοι Σούγαμβροί τε καὶ Κίμβροι. τὰ δὲ πέραν τοῦ Ἄλβιος τὰ πρὸς τῷ ὠκεανῷ παντάπασιν ἄγνωστα ἡμῖν ἐστιν. οὔτε γὰρ τῶν προτέρων οὐδένας ἴσμεν τὸν παράπλουν τοῦτον πεποιημένους πρὸς τὰ ἑωθινὰ μέρη τὰ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης, οὔθʼ οἱ Ῥωμαῖοί πω προῆλθον εἰς τὰ περαιτέρω τοῦ Ἄλβιος· ὡς δʼ αὕτως οὐδὲ πεζῇ παρωδεύκασιν οὐδένες. ἀλλʼ ὅτι μὲν κατὰ μῆκος ἰοῦσιν ἐπὶ τὴν ἕω τὰ κατὰ τὸν Βορυσθένη καὶ τὰ πρὸς βορρᾶν τοῦ Πόντου χωρία ἀπαντᾷ, δῆλον ἐκ τῶν κλιμάτων καὶ τῶν παραλλήλων διαστημάτων. τί δʼ ἐστὶ πέραν τῆς Γερμανίας καὶ τί τῶν ἄλλων τῶν ἑξῆς, εἴτε Βαστάρνας χρὴ λέγειν, ὡς οἱ πλείους ὑπονοοῦσιν, εἴτʼ ἄλλους μεταξὺ ἢ Ἰάζυγας ἢ Ῥωξολανοὺς ἤ τινας ἄλλους τῶν ἁμαξοίκων οὐ ῥᾴδιον εἰπεῖν,5 οὐδʼ εἰ μέχρι τοῦ ὠκεανοῦ παρήκουσι παρὰ πᾶν τὸ μῆκος, ἢ ἔστι τι ἀοίκητον ὑπὸ ψύχους ἢ ἄλλης αἰτίας, ἢ εἰ καὶ γένος ἀνθρώπων ἄλλο διαδέχεται μεταξὺ τῆς θαλάττης καὶ τῶν ἑῴων Γερμανῶν ἱδρυμένον. τοῦτο δὲ τὸ αὐτὸ ἀγνόημα καὶ περὶ τῶν ἄλλων τῶν ἐφεξῆς προσαρκτίων ἐπέχει. οὔτε γὰρ τοὺς Βαστάρνας οὔτε τοὺς Σαυρομάτας καὶ ἁπλῶς τοὺς ὑπὲρ τοῦ Πόντου οἰκοῦντας ἴσμεν, οὔθʼ ὁπόσον ἀπέχουσι τῆς Ἀτλαντικῆς θαλάττης, οὔτʼ εἰ συνάπτουσιν αὐτῇ.

在日耳曼人中,正如我所说,北部的那些人居住在大洋沿岸,他们从莱茵河口开始直到阿尔比斯河都是为人所知的。在这些人中,最著名的是苏甘布里人和金布里人。而阿尔比斯河以外靠近大洋的那些地方,对我们来说则是完全未知的。因为我们不知道前辈中有任何人曾朝着靠东方的区域进行过这段沿海航行,直到里海的入口,罗马人也还未曾推进到阿尔比斯河以外更远的地方;同样地,也没有任何人曾通过陆路在该处旅行。但是,如果沿着经度向东走,就会遇到博里斯泰涅斯河一带以及蓬托斯海以北的地区,这从气候带和纬线间距来看是显而易见的。但是,在日耳曼尼亚之外是什么,以及在紧随其后的其他事物中是什么,是应该像大多数人所推测的那样称为巴斯塔奈人,还是介于其间的其他人,如伊阿居格斯人、罗克索拉尼人或某些其他住在篷车里的人,这并不容易说清楚;同样不易说清的是,他们是否沿着整个长度延伸到大洋,或者是否由于寒冷或其他原因存在着某种无法居住的区域,又或者是否在海洋与东部日耳曼人之间还定居并交替着另一支人类种族。这同样的无知也笼罩着紧随其后的其他北部民族;因为我们既不了解巴斯塔奈人,也不了解萨乌罗马泰人,简单来说就是不了解居住在蓬托斯海上方的人,我们既不知道他们距离大西洋有多远,也不知道他们是否与之接壤。

语法注5 条
  1. 7.2.1τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα

    不定式短语用作动词 ἔοικε 的主语,而 πλάσματι(与格)作为 ἔοικε 的补足语。其结构为“曾发生过一次特大洪水这件事,就像是一个虚构的故事”。

  2. 7.2.1ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε

    ὡς ἂν εἰ 是表示虚拟比较的习惯用法(“仿佛、好像”)。此处伴随直说法语气过去时 προσέπεσε,引导了针对过去事实的反事实假设(实际上并未出乎意料地突然袭来)。

  3. 7.2.2οἷον Κιμβρικός

    修饰名词 Βόσπορος 的形容词性表达。οἷον 用作副词,意为“仿佛、可以说是”,支持了这样一种推测:由于希腊人混淆了金布里人(Cimbri)和基梅里人(Cimmerians)的名称,导致“基梅里的(博斯普鲁斯)”在某种意义上等同于“金布里的(博斯普鲁斯)”。

  4. 7.2.3ὅτι ταῖς γυναιξὶν αὐτῶν συστρατευούσαις

    与格 ταῖς γυναιξὶν 是动词 παρηκολούθουν(伴随、随行)所要求的与格宾语。分词 συστρατευούσαις(共同出征)与之保持一致,表明“女祭司们伴随着与他们共同出征的妻子们”这一关系。

  5. 7.2.4τί δʼ ἐστὶ πέραν τῆς Γερμανίας... οὐ ῥᾴδιον εἰπεῖν

    以 τί 开始的多个间接疑问从句作为不定式 εἰπεῖν 的宾语,而 εἰπεῖν 则由句末的形容词短语 οὐ ῥᾴδιον 修饰。主句的骨架结构为“说清楚……是什么并不容易”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.2.1-7.2.4