- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.4#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-25
记述了科林斯人阿基亚斯建立叙拉古的过程及其财富的起源,西西里内陆蛮族的历史,以及该城在罗马奥古斯都统治下的重建和地理状况。
τὰς δὲ Συρακούσσας Ἀρχίας μὲν ἔκτισεν ἐκ Κορίνθου πλεύσας περὶ τοὺς αὐτοὺς χρόνους οἷς ᾠκίσθησαν1 ἥ τε Νάξος καὶ τὰ Μέγαρα. ἅμα δὲ Μύσκελλόν τέ φασιν εἰς Δελφοὺς ἐλθεῖν καὶ τὸν Ἀρχίαν· χρηστηριαζομένων2 δʼ ἐρέσθαι τὸν θεόν, πότερον αἱροῦνται πλοῦτον ἢ ὑγίειαν· τὸν μὲν οὖν Ἀρχίαν ἑλέσθαι τὸν πλοῦτον, Μύσκελλον δὲ τὴν ὑγίειαν· τῷ μὲν δὴ Συρακούσσας δοῦναι κτίζειν τῷ δὲ Κρότωνα. καὶ δὴ συμβῆναι Κροτωνιάτας μὲν οὕτως ὑγιεινὴν οἰκῆσαι πόλιν ὥσπερ εἰρήκαμεν, Συρακούσσας δὲ ἐπὶ τοσοῦτον ἐκπεσεῖν πλοῦτον ὥστε καὶ αὐτοὺς ἐν παροιμίᾳ διαδοθῆναι, λεγόντων3 πρὸς τοὺς ἄγαν πολυτελεῖς ὡς οὐκ ἂν ἑξικνοῖτο αὐτοῖς ἡ Συρακουσσίων δεκάτη. πλέοντα δὲ τὸν Ἀρχίαν εἰς τὴν Σικελίαν καταλιπεῖν μετὰ μέρους τῆς στρατιᾶς τοῦ τῶν Ἡρακλειδῶν γένους Χερσικράτη συνοικιοῦντα τὴν νῦν Κέρκυραν καλουμένην, πρότερον δὲ Σχερίαν. ἐκεῖνον μὲν οὖν ἐκβαλόντα Λιβυρνοὺς κατέχοντας οἰκίσαι τὴν νῆσον, τὸν δʼ Ἀρχίαν κατασχόντα πρὸς τὸ Ζεφύριον τῶν Δωριέων εὑρόντα τινὰς δεῦρο ἀφιγμένους ἐκ τῆς Σικελίας παρὰ τῶν τὰ Μέγαρα κτισάντων ἀναλαβεῖν αὐτούς, καὶ κοινῇ μετʼ αὐτῶν κτίσαι τὰς Συρακούσσας. ηὐξήθη δὲ καὶ διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἡ πόλις καὶ διὰ τὴν τῶν λιμένων εὐφυΐαν. οἵ τε ἄνδρες ἡγεμονικοὶ κατέστησαν, καὶ συνέβη Συρακουσσίοις τυραννουμένοις τε δεσπόζειν τῶν ἄλλων καὶ ἐλευθερωθεῖσιν ἐλευθεροῦν τοὺς ὑπὸ τῶν βαρβάρων καταδυναστευομένους. ἦσαν γὰρ τῶν βαρβάρων οἱ μὲν ἔνοικοι, τινὲς δʼ ἐκ τῆς περαίας ἐπῄεσαν, οὐδένα δὲ τῆς παραλίας εἴων οἱ Ἕλληνες ἅπτεσθαι, τῆς δὲ μεσογαίας ἀπείργειν παντάπασιν οὐκ ἴσχυον, ἀλλὰ διετέλεσαν μέχρι δεῦρο Σικελοὶ καὶ Σικανοὶ καὶ Μόργητες καὶ ἄλλοι τινὲς νεμόμενοι τὴν νῆσον, ὧν ἦσαν καὶ Ἴβηρες, οὕσπερ πρώτους φησὶ τῶν βαρβάρων Ἔφορος λέγεσθαι τῆς Σικελίας οἰκιστάς. καὶ τὸ Μοργάντιον δὲ εἰκὸς ὑπὸ τῶν Μοργήτων ᾠκίσθαι· πόλις δʼ ἦν αὕτη, νῦν δʼ οὐκ ἔστιν. ἐπελθόντες δὲ Καρχηδόνιοι καὶ τούτους οὐκ ἐπαύσαντο κακοῦντες καὶ τοὺς Ἕλληνας, ἀντεῖχον δʼ ὅμως οἱ Συρακούσσιοι. Ῥωμαῖοι δʼ ὕστερον καὶ τοὺς Καρχηδονίους ἐξέβαλον καὶ τὰς Συρακούσσας ἐκ πολιορκίας εἷλον. ἐφʼ ἡμῶν δὲ Πομπηίου τάς τε ἄλλας κακώσαντος πόλεις καὶ δὴ καὶ τὰς Συρακούσσας, πέμψας ἀποικίαν ὁ Σεβαστὸς Καῖσαρ πολὺ μέρος τοῦ παλαιοῦ κτίσματος ἀνέλαβε. πεντάπολις γὰρ ἦν τὸ παλαιὸν ὀγδοήκοντα καὶ ἑκατὸν σταδίων ἔχουσα τὸ τεῖχος. ἅπαντα μὲν δὴ τὸν κύκλον τοῦτον ἐκπληροῦν οὐδὲν ἔδει, τὸ δὲ συνοικούμενον τὸ πρὸς τῇ νήσῳ τῇ Ὀρτυγίᾳ μέρος ᾠήθη δεῖν οἰκίσαι βέλτιον, ἀξιολόγου πόλεως ἔχον περίμετρον· ἡ δʼ Ὀρτυγία συνάπτει γεφύρᾳ πρὸς τὴν ἤπειρον [ὁμορ]οῦσα, κρήνην δʼ ἔχει τὴν Ἀρέθουσαν ἐξιεῖσαν ποταμὸν εὐθὺς εἰς τὴν θάλατταν.
而叙拉古则是阿基亚斯从科林斯航行而来,在纳克索斯和麦加拉建立的几乎同一时期所建。据说米斯克鲁斯和阿基亚斯同时前往德尔斐;在求问神谕时,神问他们选择财富还是健康;于是阿基亚斯选择了财富,而米斯克鲁斯选择了健康;因此,神将叙拉古赐给前者去建立,将克罗托内赐给后者。事实确实如此,克罗托内人居住在如我们所说的极其健康的城市中,而叙拉古则达到了如此巨大的财富,以至于他们自己也成了俗语,人们对那些极度奢侈的人说:“哪怕是叙拉古人的十分之一财产也不够他们用。”据说阿基亚斯在航行往西西里的途中,将赫拉克勒斯后裔赫西克拉特斯连同其一部分军队留下来,去共同建设现在被称为克基拉、以前被称为斯克里亚的地方。于是,前者驱逐了占领该岛的利布尔尼人并殖民了该岛,而阿基亚斯在抵达泽菲里翁海角时,发现了一些从西西里来到这里的多利斯人(他们来自建立麦加拉的那些人),便接纳了他们,并与他们共同建立了叙拉古。由于该地土地的富庶以及港口的自然便利,这座城市得到了发展。其人民变得具有统治者的气质,叙拉古人不仅在处于僭主统治下时支配他人,而且在获得自由时去解放那些受蛮族压迫的人。因为在蛮族中,有些是原住民,有些是从对岸侵入的;希腊人不允许他们中的任何人接触海岸,但他们没有力量将他们完全排除在内陆之外;事实上,西克尔人、西坎人、摩尔格特人以及其他一些人,直到今天仍在共同居住在这个岛上,其中也包括伊比利亚人,埃福罗斯说他们被认为是蛮族中最早在西西里定居的人。而摩尔甘提翁也很可能是由摩尔格特人建立的;这曾是一座城市,但现在已不存在。迦太基人入侵后,不断地蹂躏这些人以及希腊人,但叙拉古人仍然坚持了下来。后来罗马人既驱逐了迦太基人,又通过围攻攻克了叙拉古。在我们这个时代,在庞培摧毁了其他城市特别是叙拉古之后,奥古斯都·凯撒派遣了殖民者,重建了旧城的大部分地区。因为在古代它是一座“五联城”(五重都市),拥有长达一百八十斯塔德的城墙。虽然完全没有必要填满这整个外圈,但他认为应该更好地建设靠近奥尔蒂吉亚岛、现有人居住的部分,这部分具有一座值得瞩目的城市的周长。奥尔蒂吉亚通过一座桥梁与大陆相连,并拥有阿雷图萨泉,该泉直接向海中注入一条河流。
- 6.2.4οἷς ᾠκίσθησαν
关系代词 οἷς 是与格,指代先行词 τοὺς αὐτοὺς χρόνους。它充当时间与格,意为“与……在同一时期”,在此省略了介词 ἐν。
- 6.2.4χρηστηριαζομένων
尽管主句(间接引语内)的逻辑主语是宾格的 Μύσκελλόν τε καὶ τὸν Ἀρχίαν,但此处使用了独立的属格绝对结构。这是一种破格(anacoluthon)现象,用以附带描述求问神谕时的背景情况。
- 6.2.4λεγόντων
这是一个未明示主语的属格绝对分词,暗指一般的行为主体“当人们说……时”。这是一种引入俗语或谚语的惯用表达法。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
