- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
描述了萨比尼人的地理范围、衰落的城市和温泉等特征,并论述了他们土地肥沃、畜牧业发达,以及作为其他民族源头的古老起源。
σαβῖνοι δὲ στενὴν οἰκοῦσι χώραν, ἐπὶ μῆκος δὲ διήκουσαν καὶ χιλίων σταδίων1 ἀπὸ τοῦ Τιβέρεως καὶ Νωμεντοῦ πολίχνης μέχρι Ὀυηστίνων. πόλεις δʼ ἔχουσιν ὀλίγας καὶ τεταπεινωμένας διὰ τοὺς συνεχεῖς πολέμους, Ἀμίτερνον καὶ Ῥεᾶτε, ᾧ πλησιάζει κώμη Ἰντεροκρέα καὶ τὰ ἐν Κωτιλίαις ψυχρὰ ὕδατα, ἀφʼ ὧν καὶ πίνουσι καὶ ἐγκαθίζοντες θεραπεύονται νόσους. Σαβίνων δʼ εἰσὶ καὶ οἱ Φόρουλοι, πέτραι πρὸς ἀπόστασιν μᾶλλον ἢ κατοικίαν εὐφυεῖς. Κύρις δὲ νῦν μὲν κωμίον ἐστίν, ἦν δὲ πόλις ἐπίσημος, ἐξ ἧς ὥρμηντο οἱ τῆς Ῥώμης βασιλεύσαντες Τίτος Τάτιος καὶ Νουμᾶς Πομπίλιος· ἐντεῦθεν δὲ καὶ Κυρίτας ὀνομάζουσιν οἱ δημηγοροῦντες τοὺς Ῥωμαίους. Τρήβουλά τε καὶ Ἠρητὸν καὶ ἄλλαι κατοικίαι τοιαῦται κῶμαι μᾶλλον ἢ πόλεις ἐξετάζοιντʼ ἄν. ἅπασα δʼ αὐτῶν ἡ γῆ διαφερόντως ἐλαιόφυτός ἐστι καὶ ἀμπελόφυτος, βάλανόν τε ἐκφέρει πολλήν· σπουδαία δὲ καὶ βοσκήμασι τοῖς τε ἄλλοις, καὶ δὴ τὸ τῶν ἡμιόνων γένος τῶν Ῥεατίνων διωνόμασται θαυμαστῶς. ὡς δʼ εἰπεῖν, ἅπασα ἡ Ἰταλία θρεμμάτων τε ἀρίστη τροφὸς καὶ καρπῶν ἐστιν, ἄλλα δʼ εἴδη κατὰ ἄλλα μέρη τῶν πρωτείων τυγχάνει. ἔστι δὲ καὶ παλαιότατον γένος οἱ Σαβῖνοι καὶ αὐτόχθονες· τούτων2 δʼ ἄποικοι Πικεντῖνοί τε καὶ Σαυνῖται, τούτων δὲ Λευκανοί, τούτων δὲ Βρέττιοι. τὴν δʼ ἀρχαιότητα τεκμήριον ἄν τις ποιήσαιτο ἀνδρείας καὶ τῆς ἄλλης ἀρετῆς ἀφʼ ἧς3 ἀντέσχον μέχρι πρὸς τὸν παρόντα χρόνον. φησὶ δʼ ὁ συγγραφεὺς Φάβιος Ῥωμαίους αἰσθέσθαι τοῦ πλούτου τότε πρῶτον, ὅτε τοῦ ἔθνους τούτου κατέστησαν κύριοι. ἔστρωται δὲ διʼ αὐτῶν ἡ Σαλαρία ὁδὸς οὐ πολλὴ οὖσα, εἰς ἣν καὶ ἡ Νωμεντανὴ συμπίπτει κατὰ Ἠρητὸν τῆς Σαβίνης κώμην ὑπὲρ τοῦ Τιβέρεως κειμένην, ἀπὸ τῆς αὐτῆς πύλης ἀρχομένη τῆς Κολλίνης.
萨比尼人居住在一片狭窄的土地上,但它在长度上延伸达一千斯塔迪翁,从台伯河及诺门图姆小镇一直到韦斯蒂尼人。由于不断的战争,他们只拥有少数几座衰落的城市,如阿米特尔努姆和雷阿特,在雷阿特附近有因特罗克雷亚村,以及科蒂利亚伊的冷泉,人们饮用那里的水,并通过浸泡其中来治疗疾病。在萨比尼人的土地上还有福鲁洛伊,那是更适合反叛而非居住的岩山。奎里斯现在确实只是一个小村庄,但它曾经是一座著名的城市,统治过罗马的国王提图斯·塔提乌斯和努马·庞皮里乌斯皆出自该城;正因如此,发表演说的人也将罗马人称为奎里特斯。特雷布拉、埃雷图姆以及其他类似的定居点,应被视为村庄而非城市。他们的土地整体上特别适合种植橄榄和葡萄,并出产大量的橡子;这里对其他家畜的饲育也十分优越,尤其是雷阿特产的骡子品种惊人地闻名。可以说,整个意大利都是饲养家畜和生产作物的极佳之地,只是不同的地区在不同的品种上独占鳌头。萨比尼人也是一个非常古老的民族,且是土著;皮肯特斯人和萨姆奈特人是他们的移民,卢卡尼亚人是萨姆奈特人的移民,而布鲁蒂乌姆人则是卢卡尼亚人的移民。人们可以将这种古老性视为他们勇敢及其他美德的证据,正是凭借这些美德,他们一直坚守到今天。历史学家法比乌斯说,罗马人是在成为这个民族的主人时,才第一次意识到财富的。通过他们的领地修筑有萨拉里亚大道,这条路并不算长,而诺门塔纳大道也在埃雷图姆(位于台伯河上游的萨比尼人村庄)与它汇合,两条路都始于同一个科林纳门。
- 5.3.1χιλίων σταδίων
表示度量衡(尺度)的属格,修饰分词 διήκουσαν(延伸)。
- 5.3.1τούτων... τούτων... τούτων
指示代词的连锁省略。第一个 τούτων 指代萨比尼人,第二个指代紧接其前的萨姆奈特人(Σαυνῖται),第三个指代紧接其前的卢卡尼亚人(Λευκανοί),简明地呈现了这些民族的衍生关系(萨比尼 → 萨姆奈特 → 卢卡尼亚 → 布鲁蒂乌姆)。
- 5.3.1ἀφʼ ἧς
关系代词 ἧς 的先行词是前文的 τῆς ἄλλης ἀρετῆς 或整个短语 ἀνδρείας καὶ τῆς ἄλλης ἀρετῆς。介词 ἀπό 表示原因或手段(凭此、由于),指明了他们得以坚守(ἀντέσχον)的根据。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
