← 斯特拉波

地理学

§4.4.3-4.4.4

贝尔加人的习俗与高卢的三大阶层

本节介绍了贝尔加人的各部落、他们的武装、社会制度以及衣食住行习惯,并阐述了高卢社会中备受尊崇的三大阶层——吟游诗人、预言者和德鲁伊的角色与信仰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.3

τούτων δὲ τοὺς Βέλγας ἀρίστους φασίν, εἰς πεντεκαίδεκα ἔθνη διῃρημένους, τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Λίγηρος παροικοῦντα τὸν ὠκεανόν, ὥστε μόνους ἀντέχειν1 πρὸς τὴν τῶν Γερμανῶν ἔφοδον, Κίμβρων καὶ Τευτόνων. αὐτῶν δὲ τῶν Βελγῶν Βελλοάκους ἀρίστους φασί, μετὰ δὲ τούτους Σουεσσίωνας. τῆς δὲ πολυανθρωπίας σημεῖον· εἰς γὰρ τριάκοντα μυριάδας ἐξετάζεσθαί φασι τῶν Βελγῶν πρότερον τῶν δυναμένων φέρειν ὅπλα. εἴρηται δὲ καὶ τὸ τῶν Ἐλουηττίων πλῆθος καὶ τὸ τῶν Ἀρουέρνων καὶ τὸ τῶν συμμάχων, ἐξ ὧν ἡ πολυανθρωπία φαίνεται καὶ ὅπερ εἶπον ἡ τῶν γυναικῶν ἀρετὴ πρὸς τὸ τίκτειν καὶ ἐκτρέφειν τοὺς παῖδας. σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ ἀναξυρίσι χρῶνται περιτεταμέναις, ἀντὶ δὲ χιτώνων σχιστοὺς χειριδωτοὺς φέρουσι μέχρι αἰδοίων καὶ γλουτῶν. ἡ δʼ ἐρέα τραχεῖα μὲν ἀκρόμαλλος δέ, ἀφʼ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσιν οὓς λαίνας καλοῦσιν· οἱ μέντοι Ῥωμαῖοι καὶ ἐν τοῖς προσβορροτάτοις ὑποδιφθέρους τρέφουσι ποίμνας ἱκανῶς ἀστείας ἐρέας. ὁπλισμὸς δὲ σύμμετρος τοῖς τῶν σωμάτων μεγέθεσι, μάχαιρα μακρὰ παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρόν, καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις, πάλτου τι εἶδος. χρῶνται δὲ καὶ τόξοις ἔνιοι καὶ σφενδόναις· ἔστι δέ τι καὶ γρόσφῳ ἐοικὸς ξύλον, ἐκ χειρὸς οὐκ ἐξ ἀγκύλης ἀφιέμενον, τηλεβολώτερον καὶ βέλους, ᾧ μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας. χαμευνοῦσι δὲ καὶ μέχρι νῦν οἱ πολλοὶ καὶ καθεζόμενοι δειπνοῦσιν ἐν στιβάσι. τροφὴ δὲ πλείστη μετὰ γάλακτος καὶ κρεῶν παντοίων, μάλιστα δὲ τῶν ὑείων καὶ νέων καὶ ἁλιστῶν. αἱ δʼ ὕες καὶ ἀγραυλοῦσιν ὕψει τε καὶ ἀλκῇ καὶ τάχει διαφέρουσαι· κίνδυνος γοῦν ἐστι τῷ ἀήθει προσιόντι, ὡσαύτως καὶ λύκῳ. τοὺς δʼ οἴκους ἐκ σανίδων καὶ γέρρων ἔχουσι μεγάλους θολοειδεῖς, ὄροφον πολὺν ἐπιβάλλοντες. οὕτως δʼ ἐστὶ δαψιλῆ καὶ τὰ ποίμνια καὶ τὰ ὑοφόρβια ὥστε τῶν σάγων καὶ τῆς ταριχείας ἀφθονίαν μὴ τῇ Ῥώμῃ χορηγεῖσθαι μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις μέρεσι τῆς Ἰταλίας. ἀριστοκρατικαὶ δʼ ἦσαν αἱ πλείους τῶν πολιτειῶν· ἕνα δʼ ἡγεμόνα ᾑροῦντο κατʼ ἐνιαυτὸν τὸ παλαιόν, ὡς δʼ αὕτως εἰς πόλεμον εἷς ὑπὸ τοῦ πλήθους ἀπεδείκνυτο στρατηγός· νυνὶ δὲ προσέχουσι τοῖς τῶν Ῥωμαίων προστάγμασι τὸ πλέον. ἴδιον δὲ τὸ ἐν τοῖς συνεδρίοις συμβαῖνον· ἐὰν γάρ τις θορυβῇ τὸν λέγοντα καὶ ὑποκρούσῃ, προσιὼν ὁ ὑπηρέτης ἐσπασμένος τὸ ξίφος κελεύει σιγᾶν μετʼ ἀπειλῆς, μὴ παυομένου δέ, καὶ δεύτερον καὶ τρίτον ποιεῖ τὸ αὐτό, τελευταῖον δὲ ἀφαιρεῖ τοῦ σάγου τοσοῦτον ὅσον ἄχρηστον ποιῆσαι τὸ λοιπόν. τὸ δὲ περὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας,2 τὸ διηλλάχθαι τὰ ἔργα ὑπεναντίως τοῖς παρʼ ἡμῖν, κοινὸν καὶ πρὸς ἄλλους συχνοὺς τῶν βαρβάρων ἐστί.

在这些人中,据说贝尔加人是最勇猛的,他们分为十五个部落,居住在莱茵河和利格尔河之间的大洋沿岸,因此只有他们抵抗住了日耳曼人(即辛布里人和条顿人)的入侵。在贝尔加人自身中,据说贝洛瓦基人最勇猛,其次是苏埃西奥内斯人。作为人口众多的证据,据说以前贝尔加人中能够拿起武器的人被登记的有三十万之多。赫尔维蒂人、阿尔韦尔尼人以及盟友的数量也已提及,从中可以看出他们人口的众多,以及正如我所说的,妇女在生育和抚养孩子方面的美德。他们穿着萨格姆(外套),蓄长发,穿着紧身的裤子;他们不穿内衣,而是穿着有袖且开叉的衣服,一直延伸到私处和臀部。他们的羊毛很粗糙,但毛尖卷曲,他们用它织成被称为莱纳的厚萨格姆;然而罗马人即使在最偏北的地区也饲养穿皮衣的羊群,以获得相当好的羊毛。他们的武装与身材大小相称:右侧挂着长剑,有长盾、相称的长矛,以及一种被称为马达里斯的投枪。有些人也使用弓箭和投石器。还有一种类似于格罗斯福斯的木制武器,是用手直接投掷而不是通过皮带投掷,射程比箭还远,他们主要用它来捕猎鸟类。直到现在,大多数人仍然睡在地上,坐在草垫上用餐。他们的食物主要由牛奶和各种肉类组成,尤其是新鲜和盐渍的猪肉。他们的猪在野外放养,在体型、力量和速度上都非常出众;因此,不熟悉的人靠近是很危险的,对狼来说也是如此。他们用木板和编织物建造大型圆顶房屋,上面铺着大量的茅草。他们的羊群和猪群如此丰富,以至于不仅向罗马,而且向意大利的大部分地区供应大量的萨格姆和腌肉。大多数政体是贵族制;在古代,他们每年选择一位领袖,同样,由民众任命一位将军去进行战争;但现在他们主要顺从罗马人的命令。在他们的会议中发生了一件独特的事情:如果有人吵闹并打断说话者,侍从会拿着拔出的剑走上前,威胁并命令其保持安静;如果他不停下来,侍从会第二次和第三次这样做,最后会割掉他外套的一部分,使剩下的部分无法使用。关于男人和女人的事情,即他们的分工与我们的相反,这在许多其他野蛮人中也是共同的。

§4.4.4

παρὰ πᾶσι δʼ ὡς ἐπίπαν τρία φῦλα τῶν τιμωμένων διαφερόντως ἐστί, βάρδοι τε καὶ ὀυάτεις καὶ δρυΐδαι· βάρδοι μὲν ὑμνηταὶ καὶ ποιηταί, ὀυάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι, δρυΐδαι δὲ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι· δικαιότατοι δὲ νομίζονται καὶ διὰ τοῦτο πιστεύονται τάς τε ἰδιωτικὰς κρίσεις καὶ τὰς κοινάς, ὥστε καὶ πολέμους διῄτων πρότερον καὶ παρατάττεσθαι μέλλοντας ἔπαυον, τὰς δὲ φονικὰς δίκας μάλιστα τούτοις ἐπετέτραπτο δικάζειν. … ὅταν τε φορὰ τούτων ᾖ,3 φορὰν καὶ τῆς χώρας νομίζουσιν ὑπάρχειν. ἀφθάρτους δὲ λέγουσι καὶ οὗτοι καὶ [οἱ] ἄλλοι τὰς ψυχὰς καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ.

在所有人中,一般而言,有三个特别受尊重的阶层,即吟游诗人、预言者和德鲁伊。吟游诗人是赞美诗的歌者和诗人,预言者是祭司和自然哲学家,而德鲁伊除了自然哲学之外,还实践伦理哲学。他们被认为是最公正的,因此被托付私人的和公共的裁判,以至于他们以前甚至调停战争,并阻止那些准备列阵交战的人,尤其是谋杀案的诉讼被委托给他们裁决。当这些人丰收时,他们相信土地也会丰收。他们和其他人都认为灵魂和宇宙是不可毁灭的,但火和水总有一天会战胜一切。

语法注3 条
  1. 4.4.3ὥστε μόνους ἀντέχειν

    由连词 ὥστε 引导的带不定式 ἀντέχειν 的结果从句。不定式的逻辑主语由宾格形容词 μόνους 表示,与主句的宾格宾语 τοὺς Βέλγας 一致。属格的 辛布里人与条顿人(Κίμβρων καὶ Τευτόνων)与日耳曼人(τῶν Γερμανῶν)同位。

  2. 4.4.3τὸ δὲ περὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας

    句首起限定或引入主题作用的宾格(或主格)短语,意为“至于关于男人和女人的事情”。紧随其后的带冠词不定式短语 τὸ διηλλάχθαι(完成时被动不定式)与其同位,解释了男女角色相互颠倒的具体情况。

  3. 4.4.4ὅταν τε φορὰ τούτων ᾖ

    名词 φορὰ(源自 φέρω)既指“作物的丰收、丰裕”,也指“(人的)辈出、增加”。此处取其双重含义,将这些神职阶层的“繁衍/辈出”与土地的“丰收(φορὰν τῆς χώρας)”相联系,体现了道德/宗教状态与农业丰收之间相互关联的信仰。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.4.3-4.4.4