← 斯特拉波

地理学

§3.5.9-3.5.11

塞琉古的潮汐论与卡西特里德斯群岛

本段描述了波塞多尼乌斯引用的塞琉古潮汐理论、他自己在加德伊拉和伊利帕的观测记录、加德伊拉周边的奇特植物,以及锡产地卡西特里德斯群岛的居民和罗马人获取该贸易航线的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.9

φησὶ δʼ οὖν Σέλευκον τὸν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης καὶ ἀνωμαλίαν τινὰ ἐν τούτοις καὶ ὁμαλότητα λέγειν κατὰ τὰς τῶν ζῳδίων διαφοράς· ἐν μὲν γὰρ τοῖς ἰσημερινοῖς ζῳδίοις τῆς σελήνης οὔσης ὁμαλίζειν τὰ πάθη, ἐν δὲ τοῖς τροπικοῖς ἀνωμαλίαν εἶναι καὶ πλήθει καὶ τάχει, τῶν δʼ ἄλλων ἑκάστου κατὰ τοὺς συνεγγισμοὺς εἶναι τὴν ἀναλογίαν. αὐτὸς δὲ κατὰ τὰς θερινὰς τροπὰς περὶ τὴν πανσέληνόν φησιν ἐν τῷ Ἡρακλείῳ γενόμενος τῷ ἐν Γαδείροις πλείους ἡμέρας μὴ δύνασθαι συνεῖναι τὰς ἐνιαυσίους διαφοράς. περὶ μέντοι τὴν σύνοδον ἐκείνου τοῦ μηνὸς τηρῆσαι μεγάλην παραλλαγὴν ἐν Ἰλίπᾳ τῆς τοῦ Βαίτιος ἀνακοπῆς παρὰ τὰς ἔμπροσθεν, ἐν αἷς οὐδὲ ἕως ἡμίσους τὰς ὄχθας ἔβρεχε· τότε δʼ ὑπερχεῖσθαι τὸ ὕδωρ ὥσθʼ ὑδρεύεσθαι τοὺς στρατιώτας αὐτόθι (διέχει δʼ Ἰλίπα τῆς θαλάττης περὶ ἑπτακοσίους σταδίους)· τῶν δʼ ἐπὶ θαλάττῃ πεδίων καὶ ἐπὶ τριάκοντα σταδίους εἰς βάθος καλυπτομένων ὑπὸ τῆς πλημμυρίδος, ὥστε καὶ νήσους ἀπολαμβάνεσθαι, τὸ τῆς κρηπῖδος ὕψος τῆς τε τοῦ νεὼ τοῦ ἐν τῷ Ἡρακλείῳ καὶ τῆς τοῦ χώματος, ὃ τοῦ λιμένος πρόκειται τοῦ ἐν Γαδείροις, οὐδʼ ἐπὶ δέκα πήχεις καλυπτόμενον1 ἀναμετρῆσαί φησι· κἂν προσθῇ δέ τις τὸ διπλάσιον τούτου κατὰ τὰς γενομένας ποτὲ παραυξήσεις, [οὐδʼ] οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν,2 ἣν ἐν τοῖς πεδίοις παρέχεται τὸ μέγεθος τῆς πλημμυρίδος. τοῦτο μὲν δὴ τὸ πάθος κοινὸν ἱστορεῖται κατὰ πᾶσαν τὴν κύκλῳ παρωκεανῖτιν, τὸ δὲ τοῦ Ἴβηρος ποταμοῦ καινὸν καὶ ἴδιόν φησιν οὗτος· πλημμυρεῖν γὰρ ἔσθʼ ὅπου καὶ χωρὶς ὄμβρων καὶ χιόνων, ἐπειδὰν τὰ βόρεια πνεύματα πλεονάσῃ, αἰτίαν δʼ εἶναι τὴν λίμνην διʼ ἧς ῥεῖ· συνεκβάλλεσθαι γὰρ τὸ λιμναῖον ὑπὸ τῶν ἀνέμων.

无论如何,他说厄立特里亚海的塞琉古也指出,这些现象根据黄道星座的不同而存在某种不规则性和规则性:因为当月亮处于分点星座时,这些现象是规则的;而当处于至点星座时,在数量和速度上都存在不规则性;至于其他每个星座,其比例则取决于它们与前者的接近程度。而他自己则说,在夏至期间的满月时分,他来到加德伊拉的赫拉克勒昂,在停留的几天内未能觉察到年周期性的差异。然而,在该月的新月期间,他观察到在伊利帕,贝蒂斯川的倒流与以往相比有很大的变化,以往的水甚至没能打湿河岸的一半;但当时水溢了出来,以至于士兵们可以直接在那里汲水(伊利帕距离海洋大约七百斯塔迪翁);而当沿海的平原被潮汐覆盖达三十斯塔迪翁之深、甚至连岛屿也被阻隔时,他说他测量了赫拉克勒昂的神殿地基以及加德伊拉港口前的堤防地基的高度,发现它们甚至连十毕希都没有被淹没;而如果有人考虑到有时发生的异常暴涨而加上这个高度的两倍,也只有这样才能解释平原上潮汐之大所呈现的景象。这一现象确实被记载为整个大洋沿岸所共有的,但他指出伊比路斯河的现象是奇特且独特的:因为在没有雨雪的情况下,每当北风强劲时,该河在某些地方也会泛滥,而原因在于它流经的湖泊,因为湖水被风一起吹了出来。

§3.5.10

ἱστορεῖ δὲ καὶ δένδρον ἐν Γαδείροις ὄζους ἔχον καμπτομένους εἰς ἔδαφος, πολλάκις δὲ φύλλα ξιφοειδῆ πηχυαῖα τὸ μῆκος, πλάτος δὲ τετραδάκτυλα. περὶ δὲ νέαν Καρχηδόνα δένδρον ἐξ ἀκάνθης φλοιὸν ἀφιέναι ἐξ οὗ ὑφάσματα γίνεται κάλλιστα. τῷ μὲν οὖν ἐν Γαδείροις καὶ ἡμεῖς οἴδαμεν ὅμοιον ἐν Αἰγύπτῳ κατὰ τὴν τῶν κλάδων κατάκαμψιν, τοῖς δὲ φύλλοις ἀνόμοιον οὐδὲ καρπὸν ἔχον· τοῦτο δʼ ἔχειν φησί. τὰ δʼ ἀκάνθινα ὑφαίνεται καὶ ἐν Καππαδοκίᾳ, φέρει δʼ οὐ δένδρον τὴν ἄκανθαν ἐξ ἧς ὁ φλοιός, ἀλλὰ χαμαίζηλος ἡ βοτάνη. τῷ δὲ δένδρῳ τῷ ἐν Γαδείροις καὶ τοῦτο προσιστόρηται ὅτι κλάδου μὲν ἀποκλωμένου γάλα ῥεῖ, ῥίζης δὲ τεμνομένης μιλτῶδες ὑγρὸν ἀναφέρεται. τοσαῦτα καὶ περὶ Γαδείρων.

他还记载了加德伊拉的一种树木,其枝条向地面弯曲,常有长一毕希、宽四指的剑形叶子。而在新迦太基附近,有一种多刺的树木可以剥下树皮,从中制作出非常美丽的织物。对于加德伊拉的那种树,我也知道在埃及有在枝条弯曲上相似的树,但叶子不同,且不结果;而他说加德伊拉的那种树是结果的。在卡帕多奇亚也织造多刺植物的织物,但提供树皮的刺并不是树木,而是一种矮小的草本植物。关于加德伊拉的树木,还有这样的补充记载:折断枝条时会有乳汁流出,切断根部时则有朱红色的液体涌出。关于加德伊拉的情况就介绍到这里。

§3.5.11

αἱ δὲ Καττιτερίδες δέκα μέν εἰσι, κεῖνται δʼ ἐγγὺς ἀλλήλων πρὸς ἄρκτον ἀπὸ τοῦ τῶν Ἀρτάβρων λιμένος πελάγιαι· μία δʼ αὐτῶν ἔρημός ἐστι, τὰς δʼ ἄλλας οἰκοῦσιν ἄνθρωποι μελάγχλαινοι, ποδήρεις ἐνδεδυκότες τοὺς χιτῶνας, ἐζωσμένοι περὶ τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς· ζῶσι δʼ ἀπὸ βοσκημάτων νομαδικῶς τὸ πλέον. μέταλλα δὲ ἔχοντες καττιτέρου καὶ μολίβδου κέραμον ἀντὶ τούτων καὶ τῶν δερμάτων διαλλάττονται καὶ ἅλας καὶ χαλκώματα πρὸς τοὺς ἐμπόρους. πρότερον μὲν οὖν Φοίνικες μόνοι τὴν ἐμπορίαν ἔστελλον ταύτην ἐκ τῶν Γαδείρων κρύπτοντες ἅπασι τὸν πλοῦν· τῶν δὲ Ῥωμαίων ἐπακολουθούντων ναυκλήρῳ τινί, ὅπως καὶ αὐτοὶ γνοῖεν τὰ ἐμπόρια, φθόνῳ ὁ ναύκληρος ἑκὼν εἰς τέναγος ἐξέβαλε τὴν ναῦν, ἐπαγαγὼν δʼ εἰς τὸν αὐτὸν ὄλεθρον καὶ τοὺς ἑπομένους αὐτὸς ἐσώθη διὰ ναυαγίου, καὶ ἀπέλαβε δημοσίᾳ τὴν τιμὴν ὧν ἀπέβαλε φορτίων. οἱ Ῥωμαῖοι δὲ ὅμως πειρώμενοι πολλάκις ἐξέμαθον τὸν πλοῦν· ἐπειδὴ δὲ καὶ Πόπλιος Κράσσος διαβὰς ἐπʼ αὐτοὺς ἔγνω τὰ μέταλλα ἐκ μικροῦ βάθους ὀρυττόμενα καὶ τοὺς ἄνδρας εἰρηναίους, ἐκ περιουσίας3 ἤδη τὴν θάλατταν ἐργάζεσθαι ταύτην τοῖς ἐθέλουσιν ἐπέδειξε καίπερ οὖσαν πλείω τῆς διειργούσης τὴν Βρεττανικήν. καὶ περὶ μὲν Ἰβηρίας καὶ τῶν προκειμένων νήσων ταῦτα.

卡西特里德斯群岛共有十个,彼此靠近,位于阿塔布里人港口以北的外海中。其中一个是荒岛,而其他岛屿上居住着穿黑斗篷、身着及足长袍、在胸部系带、手持手杖踱步的人,他们类似于悲剧中的复仇女神;他们大多过着游牧式的畜牧生活。他们拥有锡和铅的矿山,并用这些和皮革向商人交换陶器、盐和青铜器。过去,只有腓尼基人从加德伊拉派遣船只进行这种贸易,对所有人隐瞒航线。当罗马人尾随一位船长以求探知这些商路时,该船长出于嫉妒,故意将船驶入浅滩搁浅,在使尾随者陷入同样毁灭的同时,他自己通过船只失事而得救,并从国库中获得了所损失货物的赔偿。然而,罗马人通过多次尝试,最终掌握了这一航线。而当普布利乌斯·克拉苏也渡海到他们那里,得知这些矿藏是从很浅的深度挖掘出来的,且当地人爱好和平时,他向愿意前往的人表明,尽管这片海域比隔开不列颠的海域还要宽,但如今已经可以轻松地在此航行和作业。关于伊比利亚及其前方的岛屿,情况就是这样。

语法注3 条
  1. 3.5.9τῶν δʼ ἐπὶ θαλάττῃ πεδίων... καλυπτομένων... τὸ τῆς κρηπῖδος ὕψος... οὐδʼ ἐπὶ δέκα πήχεις καλυπτόμενον

    虽然分词 καλυπτομένων 和 καλυπτόμενον 紧密相邻,但前者属于属格独立结构(以 τῶν... πεδίων 为主语),而后者则是与宾格主语 τὸ... ὕψος 一致的述语分词,处于受 φησι 支配的“宾格加不定式”结构中(意为“他说他测量了……的高度发现其未被淹没”)。

  2. 3.5.9κἂν προσθῇ δέ τις τὸ διπλάσιον τούτου... οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν

    条件从句 κἂν προσθῇ(καὶ ἐὰν +虚拟式)与由不定式 + ἄν(παρασχεῖν ἂν)构成的归结从句相搭配。在由 φησί 引导的间接引语中,这代表了潜能希求语气(παράσχοι ἂν)或潜能直陈语气(παρέσχεν ἄν),表示一种假设性的推测:“即使有人加上……也只有这样才会呈现……”。

  3. 3.5.11ἐκ περιουσίας

    介词短语,字面意思是“充裕地”或“带着余裕”。在此处指罗马人如今已经充分掌握了航路和矿山的信息,摆脱了此前艰难探索的阶段,能够带着充足的把握和安全(余裕)进行航行与作业。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-23)
  • 2026-09-23 修正OCR错误 — 原文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.9-3.5.11