← 斯特拉波

地理学

§3.5.1-3.5.2

巴利亚里与皮图萨伊群岛地志

描述了伊比利亚沿海的皮图萨伊岛和吉姆内西亚伊(巴利亚里)群岛的地理、肥沃的土壤,以及居民卓越的投石技艺与罗马人的征服,并提到了过去岛上兔子的泛滥与治理情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

τῶν δὲ προκειμένων νήσων τῆς Ἰβηρίας τὰς μὲν Πιτυούσσας δύο καὶ τὰς Γυμνησίας δύο (καλοῦσι καὶ Βαλιαρίδας) προκεῖσθαι συμβαίνει1 τῆς μεταξὺ Ταρράκωνος καὶ Σούκρωνος παραλίας, ἐφʼ ἧς ἵδρυται τὸ Σάγουντον· εἰσὶ δὲ καὶ πελάγιαι, * μᾶλλον αἱ Πιτυοῦσσαι καὶ πρὸς ἑσπέραν κεκλιμέναι τῶν Γυμνησίων. καλεῖται δʼ αὐτῶν ἡ μὲν Ἔβουσος πόλιν ἔχουσα ὁμώνυμον· κύκλος δὲ τῆς νήσου τετρακόσιοι στάδιοι, παρώμαλος τὸ πλάτος καὶ τὸ μῆκος· ἡ δὲ Ὀφιοῦσσα ἔρημος καὶ πολὺ ἐλάττων ταύτης πλησίον κειμένη. τῶν δὲ Γυμνησίων ἡ μὲν μείζων ἔχει δύο πόλεις, Πάλμαν καὶ Πολεντίαν, τὴν μὲν πρὸς ἕω κειμένην τὴν Πολεντίαν, τὴν δʼ ἑτέραν πρὸς δύσιν. μῆκος δὲ τῆς νήσου μικρὸν ἀπολεῖπον2 τῶν ἑξακοσίων σταδίων, πλάτος δὲ διακοσίων· Ἀρτεμίδωρος δὲ διπλάσιον εἴρηκε καὶ τὸ πλάτος καὶ τὸ μῆκος. ἡ δʼ ἐλάττων ὡς [διακοσίους] ἑβδομήκοντα τῆς Πολεντίας διέχει σταδίους· κατὰ μέγεθος μὲν οὖν πολὺ τῆς μείζονος ἀπολείπεται, κατὰ δὲ τὴν ἀρετὴν οὐδὲν αὐτῆς χείρων ἐστίν· ἄμφω γὰρ εὐδαίμονες καὶ εὐλίμενοι, χοιραδώδεις δὲ κατὰ τὰ στόματα, ὥστε δεῖν προσοχῆς τοῖς εἰσπλέουσι. διὰ δὲ τὴν ἀρετὴν τῶν τόπων καὶ οἱ κατοικοῦντες εἰρηναῖοι, καθάπερ καὶ οἱ κατὰ τὴν Ἔβουσον. κακούργων δέ τινων ὀλίγων κοινωνίας συστησαμένων πρὸς τοὺς ἐν τοῖς πελάγεσι λῃστάς, διεβλήθησαν ἅπαντες, καὶ διέβη Μέτελλος ἐπʼ αὐτοὺς ὁ Βαλιαρικὸς προσαγορευθείς, ὅστις καὶ τὰς πόλεις ἔκτισε. διὰ δὲ τὴν αὐτὴν ἀρετὴν ἐπιβουλευόμενοι, καίπερ εἰρηναῖοι ὄντες, ὅμως σφενδονῆται ἄριστοι λέγονται· καὶ τοῦτʼ ἤσκησαν, ὥς φασι, διαφερόντως ἐξ ὅτου Φοίνικες κατέσχον τὰς νήσους. οὗτοι δὲ καὶ ἐνδῦσαι λέγονται πρῶτοι τοὺς ἀνθρώπους χιτῶνας πλατυσήμους … ἄζωστοι δʼ ἐπὶ τοὺς ἀγῶνας ἐξῄεσαν, αἰγίδα περὶ τῇ χειρὶ ἔχοντες * ἢ πεπυρακτωμένον ἀκόντιον, σπάνιον δὲ καὶ λελογχωμένον σιδήρῳ μικρῷ. σφενδόνας δὲ περὶ τῇ κεφαλῇ τρεῖς μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας, τὴν μὲν μακρόκωλον πρὸς τὰς μακροβολίας, τὴν δὲ βραχύκωλον πρὸς τὰς ἐν βραχεῖ βολάς, τὴν δὲ μέσην πρὸς τὰς μέσας. ἠσκοῦντο δʼ ἐκ παίδων οὕτως ταῖς σφενδόναις ὥστʼ οὐδʼ ἄλλως τοῖς παισὶν ἄρτον ἐδίδοσαν ἄνευ τοῦ τῇ σφενδόνῃ τυχεῖν.3 διόπερ ὁ Μέτελλος προσπλέων πρὸς τὰς νήσους δέρρεις ἔτεινεν ὑπὲρ τῶν καταστρωμάτων σκέπην πρὸς τὰς σφενδόνας. εἰσήγαγε δὲ ἐποίκους τρισχιλίους τῶν ἐκ τῆς Ἰβηρίας Ῥωμαίων.

在伊比利亚沿海的岛屿中,两座皮图萨伊岛和两座吉姆内西亚伊岛(人们也称之为巴利亚里德斯)恰好位于塔拉科与苏克隆之间的海岸线近海,萨贡图姆就建立在这条海岸线上。它们也位于远海,其中皮图萨伊岛比吉姆内西亚伊岛更偏向外海,且位置更偏向西方。它们中有一座被称为埃布索斯,拥有一座同名的城市;该岛的周长为四百斯塔迪翁,宽度和长度大致相等。另一座是奥菲乌萨,荒无人烟,比这一座小得多,就坐落在它附近。在吉姆内西亚伊岛中,较大的一座有两座城市,帕尔马和波伦提亚,其中波伦提亚坐落在东面,另一座坐落在西面。该岛的长度稍低于六百斯塔迪翁,宽度为二百斯塔迪翁;但阿耳特弥多罗斯说其宽度和长度都是这个数值的两倍。较小的一座距离波伦提亚大约七十斯塔迪翁;因此,在面积上它远不及较大的一座,但在土地肥沃上绝不亚于它。因为两座岛屿都土地肥沃且港口优良,但在港口入口处多有暗礁,以致航行进入的人需要多加小心。由于这些地方的富庶,居民们也爱好和平,正如埃布索斯的居民一样。但由于少数恶徒与公海上的海盗结成了同盟,致使全体居民都蒙受恶名,于是被称为巴利亚里库斯的梅特鲁斯渡海征讨他们,他还建立起了这些城市。尽管他们爱好和平,但由于同样的土地肥沃而遭到觊觎,他们仍然被说是最优秀的投石手。据说,自从腓尼基人占领了这些岛屿以来,他们就特别刻苦地操练这一技艺。据说腓尼基人还是最先让这些居民穿上宽边短袍的人。他们不系腰带便上战场,手中拿着山羊皮盾,或者火烧过尖端的投枪,极少数情况下也会拿着装有微小铁制矛头的枪。他们在头上缠绕着三条投石带,由黑草、毛发或动物腱制成:长索的用于远射,短索的用于近射,中索的用于中等距离。他们从小就如此操练投石,以至于如果不先用投石器击中,他们甚至不会给孩子们面包吃。因此,当梅特鲁斯乘船前往这些岛屿时,在甲板上方张挂了皮覆物,以防御投石。他从居住在伊比利亚的罗马人中引进了三千名移民。

§3.5.2

πρὸς δὲ τῇ εὐκαρπίᾳ τῆς γῆς καὶ τὸ μηδὲν τῶν σινομένων θηρίων εὑρίσκεσθαι ῥᾳδίως ἐνταῦθα πρόσεστιν· οὐδὲ γὰρ τοὺς λαγιδεῖς ἐπιχωρίους εἶναί φασιν, ἀλλὰ κομισθέντων ἐκ τῆς περαίας ὑπό τινος ἄρρενος καὶ θηλείας4 γενέσθαι τὴν ἐπιγονήν, ἣ τοσαύτη κατʼ ἀρχὰς ὑπῆρχεν ὥστε καὶ οἴκους ἀνατρέπειν ἐκ τῆς ὑπονομῆς καὶ δένδρα, καὶ ἐπὶ τοὺς Ῥωμαίους, ὥσπερ εἶπον, ἀναγκασθῆναι καταφυγεῖν τοὺς ἀνθρώπους. νῦν μέντοι τὸ εὐμεταχείριστον τῆς θήρας ἐπικρατεῖν οὐκ ἐᾷ τὴν βλάβην, ἀλλὰ λυσιτελῶς οἱ ἔχοντες καρποῦνται τὴν γῆν.

除了土地肥沃之外,这里还具有完全不易发现有害野兽的优点。因为据说连兔子都不是本地产的,而是由某人从对岸带走的一公一母繁殖而来的后代;这后代起初数量如此之多,以至于它们通过掘土打洞颠覆了房屋和树木,居民们也被迫如我所说的那样,逃往罗马人那里寻求帮助。然而现在,捕猎的简易使得这种危害不至于蔓延,土地的占有者们得以获利丰厚地收获土地的果实。

语法注4 条
  1. 3.5.1προκεῖσθαι συμβαίνει

    无人称动词 συμβαίνει(恰好、结果是)后接带对格的不定式结构,其中对格主语为 τὰς μὲν Πιτυούσσας δύο καὶ τὰς Γυμνησίας δύο,不定式为 προκεῖσθαι。这种结构用于客观描述地理位置事实。

  2. 3.5.1μικρὸν ἀπολεῖπον

    与中性名词 μῆκος(长度)相一致的现在分词。在此作不及物动词使用,意为“差一点、不足”,支配属格 τῶν ἑξακοσίων σταδίων(六百斯塔迪翁)。这是一种用于表示数量接近于某一特定数值的习惯表达。

  3. 3.5.1ὥστʼ οὐδʼ ἄλλως τοῖς παισὶν ἄρτον ἐδίδοσαν ἄνευ τοῦ τῇ σφενδόνῃ τυχεῖν

    由 ὥστε 引导的结果从句。通过双重否定结构(οὐδʼ ἄλλως... ἄνευ τοῦ...,“如果不……就绝不以其他方式给……”)表达强烈的条件。短语 ἄνευ τοῦ 后接不定式 τυχεῖν 是介词 ἄνευ 支配带冠词属格不定式的结构,意为“在未击中的情况下”。

  4. 3.5.2κομισθέντων ἐκ τῆς περαίας ὑπό τινος ἄρρενος καὶ θηλείας

    属格绝对结构。被动分词属格复数形式 κομισθέντων(被带来)在逻辑上的主语为属格的 ἄρρενος καὶ θηλείας(一公一母)。短语 ὑπό τινος 表示动作的发起者(“被某人”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.1-3.5.2