- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.37-2.5.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
作者依次说明了从回归线与赤道之间到拜占庭以北黑海地区的各纬度带(平行圈)特征,详细记述了最长昼长时间、影子方向、天体位置以及距离赤道、亚历山大里亚和罗得岛等基准地点的距离。
ἅπασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφʼ ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ1 πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δʼ οἱ μὲν ἀμφίσκιοι οἱ δʼ ἑτερόσκιοι. ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνῶν λόγῳ. αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά, τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.
对于所有位于回归线和赤道圆之间的人来说,影子会向两边(即向北和向南)交替移动;而对于从塞涅(夏至回归线)往北的人来说,正午的影子落向北方;前者被称为“双影民”,后者被称为“单影民”。对于那些在回归线之下的人来说,还有另外一种差异,这在我们关于气候带的讨论中已经提及。因为这一地区多沙、产硅草且干燥,而更偏南的地区则水源充足且土地肥沃。
Ἐν δὲ τοῖς [τοῦ] διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι2 χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.
在通过亚历山大里亚和昔兰尼的平行圈以南大约400斯塔德的地方,那里最长的一天是14个赤道时,大角星正好位于头顶,稍稍向南偏。在亚历山大里亚,日晷指针与昼夜平分时投影的比例为5比3。如果说在迦太基,日晷指针与平分影的比例为11比7,那么这些地方比迦太基偏南1,300斯塔德。这个平行圈一方面穿过昔兰尼,并穿过迦太基以南900斯塔德的地方,直到毛鲁西亚的中部;另一方面穿过埃及、柯里叙利亚、上叙利亚、巴比伦尼亚、苏西亚纳、波斯、卡尔马尼亚、上格德罗西亚,直到印度。
Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα …· διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.
在腓尼基的普托莱迈斯、西顿和推罗附近,最长的一天是14又四分之一赤道时;这些地方比亚历山大里亚偏北约1,600斯塔德,比迦太基偏北约700斯塔德。在伯罗奔尼撒、罗得岛中部、吕基亚的克桑托斯或稍偏南的地方,以及叙拉古以南400斯塔德的地方,最长的一天是14个半赤道时;这些地方距离亚历山大里亚3,640斯塔德。而根据埃拉托斯特尼,这一平行圈穿过卡里亚、吕考尼亚、卡塔奥尼亚、米底亚、里海门,以及高加索山脉附近的印度人之地。
Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρῳάδος, κατʼ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν διʼ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον, τοῦ δʼ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους, πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους, μικρὸν δʼ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας, ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.
在特罗阿德的亚历山大里亚附近、安菲波利斯、伊庇鲁斯的阿波罗尼亚,以及比罗马偏南但比内亚波利斯偏北的地区,最长的一天是15个赤道时;这一平行圈向北距离埃及附近的亚历山大里亚的平行圈约7,000斯塔德,距离赤道28,800斯塔德以上,距离通过罗得岛的平行圈3,400斯塔德,向南距离拜占庭、尼西亚和马赛附近的平行圈1,500斯塔德;而通过利西马基亚的平行圈比这稍偏北,埃拉托斯特尼说这一平行圈穿过米西亚、帕弗拉戈尼亚、西诺皮、希尔卡尼亚和巴克特里亚附近。
Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῇ θερινῇ τροπῇ ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα πέμπτῳ.3 ἀπέχουσι δʼ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους, τοῦ δʼ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους. εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον4 καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους ἀπέχουσι δʼ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰσημερινοῦ κύκλου, καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν, ἐφʼ οὗ κεῖται ὅ τʼ ἐν τῷ τραχήλῳ τῆς Κασσιεπείας καὶ ὁ ἐν τῷ δεξιῷ ἀγκῶνι τοῦ Περσέως μικρῷ βορειότερος ὤν.
在拜占庭附近,最长的一天是15又四分之一赤道时,在夏至时,日晷指针与投影的比例为120比42减去五分之一。这些地方距离通过罗得岛中部的平行圈约4,900斯塔德,距离赤道约33,000斯塔德。而对于驶入蓬托斯海并向北航行大约1,400斯塔德的人来说,最长的一天变为15个半赤道时;这些地方距离极点和赤道圆等距,极圈正处于他们的头顶,其上坐落着仙后座颈部的星,以及稍偏北的珀耳修斯右肘的星。
- 2.5.37τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ
这是一个带起点的冠词与格结构,省略了分词(如 οἰκοῦσιν,即“居住在”),表示“对于从塞涅(即夏至回归线)以北〔居住的〕人来说”。与格在此充当关涉与格。
- 2.5.38Καρχηδόνος δὲ νοτιώτεροί εἰσι
属格 Καρχηδόνος 是与比较级形容词 νοτιώτεροι(更偏南)连用的比较属格,意为“比迦太基更偏南”。省略的主语承接上文,指代“在亚历山大里亚和昔兰尼以南400斯塔德地区的人”。
- 2.5.41τετταράκοντα δύο λείποντα πέμπτῳ
一种数学惯用表达,分词 λείποντα(缺少)与与格 πέμπτῳ(五分之一)连用,表示“42减去五分之一”(即 41 又 5分之4)。
- 2.5.41εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον
与格分词 εἰσπλεύσασι 和 προελθοῦσιν 充当表示关涉或条件的与格,意为“对于那些驶入蓬托斯海并向北航行的人来说(如果有人驶入……)”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
