← 斯特拉波

地理学

§2.5.25-2.5.26

地中海的四极与欧洲的地理概况

本段概述了地中海的四方极点,反驳了埃拉托斯特尼关于最东端的看法,并进而阐述了欧洲的地理、气候、优越的政治体制以及文明化的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.25

συλλήβδην δʼ εἰπεῖν,1 τῆς καθʼ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον ὁ τῆς μεγάλης Σύρτεως μυχός, καὶ μετὰ τοῦτον ἡ κατʼ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί, βορειότατον δὲ τὸ τοῦ Βορυσθένους2 [στόμα]· εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῷ πελάγει τις (καὶ γάρ ἐστιν ὡς ἂν μέρος), τὸ τοῦ Τανάιδος· δυσμικώτατον δὲ ὁ κατὰ τὰς στήλας πορθμός, ἑωθινώτατον δʼ ὁ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα· Ἐρατοσθένης δʼ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. ὁ μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφʼ οὗπερ ἥ τε Ἀμισὸς καὶ Θεμίσκυρα· εἰ δὲ βούλει, πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας. ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων ἢ τρισχιλίων σταδίων εἰς Διοσκουριάδα, ὡς ἔσται μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν. ἡ μὲν δὴ καθʼ ἡμᾶς θάλαττα τοιαύτη τις.

简而言之,我们这边的海(地中海)的最南端是大瑟提斯湾的深处,其次是埃及的亚历山大和尼罗河口,而最北端是博里斯梯尼河的河口;如果有人把马奥蒂斯湖也算入这片海(因为它在某种意义上是其一部分),那么最北端就是塔奈斯河的河口;最西端是赫拉克勒斯之柱附近的海峡,最东端是前面提到过的迪奥斯库里亚斯附近的深处;但埃拉托斯特尼错误地认为最东端是伊索斯湾。因为伊索斯湾坐落在与阿米索斯和塞弥斯库拉相同的子午线上;如果你愿意,还可以把西德内直到法尔纳基亚的部分也加进去。而从这些地区向东航行到迪奥斯库里亚斯的距离超过三千斯塔德,这在随后的分段游记中会变得更加清楚。那么,我们这边的海大致就是这样的。

§2.5.26

ὑπογραπτέον δὲ καὶ τὰς περιεχούσας αὐτὴν γᾶς, ἀρχὴν λαβοῦσιν3 ἀπὸ τῶν αὐτῶν μερῶν ἀφʼ ὧνπερ καὶ τὴν θάλατταν ὑπεγράψαμεν. εἰσπλέουσι τοίνυν τὸν κατὰ στήλας πορθμὸν ἐν δεξιᾷ μέν ἐστιν ἡ Λιβύη μέχρι τῆς τοῦ Νείλου ῥύσεως, ἐν ἀριστερᾷ δὲ ἀντίπορθμος ἡ Εὐρώπη μέχρι τοῦ Τανάιδος· τελευτῶσι δʼ ἀμφότεραι περὶ τὴν Ἀσίαν. ἀρκτέον δʼ ἀπὸ τῆς Εὐρώπης, ὅτι πολυσχήμων τε καὶ πρὸς ἀρετὴν ἀνδρῶν εὐφυεστάτη καὶ πολιτειῶν καὶ ταῖς ἄλλαις πλεῖστον μεταδεδωκυῖα τῶν οἰκείων ἀγαθῶν, ἐπειδὴ σύμπασα οἰκήσιμός ἐστι πλὴν ὀλίγης τῆς διὰ ψῦχος ἀοικήτου. αὕτη δʼ ὁμορεῖ τοῖς Ἁμαξοίκοις τοῖς περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν καὶ τὸν Βορυσθένη. τῆς δʼ οἰκησίμου τὸ μὲν δυσχείμερον καὶ τὸ ὀρεινὸν μοχθηρῶς οἰκεῖται τῇ φύσει, ἐπιμελητὰς δὲ λαβόντα ἀγαθοὺς4 καὶ τὰ φαύλως οἰκούμενα καὶ λῃστρικῶς ἡμεροῦται, καθάπερ οἱ Ἕλληνες ὄρη καὶ πέτρας κατέχοντες ᾤκουν καλῶς διὰ πρόνοιαν τὴν περὶ τὰ πολιτικὰ καὶ τὰς τέχνας καὶ τὴν ἄλλην σύνεσιν τὴν περὶ βίον, Ῥωμαῖοί τε πολλὰ ἔθνη παραλαβόντες καὶ τὴν φύσιν ἀνήμερα διὰ τοὺς τόπους ἢ τραχεῖς ὄντας ἢ ἀλιμένους ἢ ψυχροὺς ἢ ἀπʼ ἄλλης αἰτίας δυσοικήτους πολλοῖς τούς τε ἀνεπιπλέκτους ἀλλήλοις ἐπέπλεξαν καὶ τοὺς ἀγριωτέρους πολιτικῶς ζῆν ἐδίδαξαν. ὅσον δʼ ἐστὶν αὐτῆς ἐν ὁμαλῷ καὶ εὐκράτῳ τὴν φύσιν ἔχει συνεργὸν πρὸς ταῦτα, ἐπειδὴ τὸ μὲν ἐν τῇ εὐδαίμονι χώρᾳ πᾶν ἐστιν εἰρηνικόν, τὸ δʼ ἐν τῇ λυπρᾷ μάχιμον καὶ ἀνδρικόν, καὶ δέχεταί τινας παρʼ ἀλλήλων εὐεργεσίας τὰ γένη ταῦτα· τὰ μὲν γὰρ ἐπικουρεῖ τοῖς ὅπλοις, τὰ δὲ καρποῖς καὶ τέχναις καὶ ἠθοποιίαις. φανεραὶ δὲ καὶ αἱ ἐξ ἀλλήλων βλάβαι μὴ ἐπικουρούντων· ἔχει δέ τι πλεονέκτημα ἡ βία τῶν τὰ ὅπλα ἐχόντων, πλὴν εἰ τῷ πλήθει κρατοῖτο. ὑπάρχει δή τι καὶ πρὸς τοῦτο εὐφυὲς τῇ ἠπείρῳ ταύτῃ· ὅλη γὰρ διαπεποίκιλται πεδίοις τε καὶ ὄρεσιν, ὥστε πανταχοῦ καὶ τὸ γεωργικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ μάχιμον παρακεῖσθαι· πλέον δʼ εἶναι θάτερον, τὸ τῆς εἰρήνης οἰκεῖον, ὥσθʼ ὅλων ἐπικρατεῖ τοῦτο, προσλαμβανόντων καὶ τῶν ἡγεμόνων5 Ἑλλήνων μὲν πρότερον Μακεδόνων δὲ καὶ Ῥωμαίων ὕστερον. διὰ τοῦτο δὲ καὶ πρὸς πόλεμον αὐταρκεστάτη ἐστί· καὶ γὰρ τὸ μάχιμον πλῆθος ἄφθονον ἔχει καὶ τὸ ἐργαζόμενον τὴν γῆν καὶ τὸ τὰς πόλεις συνέχον. διαφέρει δὲ καὶ ταύτῃ, διότι τοὺς καρποὺς ἐκφέρει τοὺς ἀρίστους καὶ τοὺς ἀναγκαίους τῷ βίῳ καὶ μέταλλα ὅσα χρήσιμα· θυώματα δὲ καὶ λίθους πολυτελεῖς ἔξωθεν μέτεισιν, ὧν τοῖς σπανιζομένοις οὐδὲν χείρων ὁ βίος ἐστὶν ἢ τοῖς εὐπορουμένοις. ὡς δʼ αὕτως βοσκημάτων μὲν πολλῶν ἀφθονίαν παρέχει, θηρίων δὲ σπάνιν. τοιαύτη μὲν ἡ ἤπειρος αὕτη καθόλου τὴν φύσιν ἐστί.

我们还必须概述环绕它的陆地,从我们概述海洋时所用的相同地区开始。那么,当人们航行进入赫拉克勒斯之柱附近的海峡时,右侧是直到尼罗河水流处的利比亚,左侧是与其相对的、直到塔奈斯河的欧洲;两者都在亚洲附近终结。 我们必须从欧洲开始,因为它不仅形状多样,而且天生最适合人类的德行和政治制度,并且向其他地区分享了最多属于它自己的福祉,因为除了一小部分因寒冷而无法居住的地区外,它的全部都是可居住的。而这一寒冷荒凉的部分与塔奈斯河、马奥蒂斯湖和博里斯梯尼河周围的车居族(哈马麦索伊基)相邻。 在可居住的部分中,气候严寒且多山的部分自然居住条件恶劣;但如果得到了优秀的管理者,即使是那些居住条件恶劣且有盗匪出没的地区也会变得温和,正如希腊人虽然占有山地和岩石,却因对政治事务、技艺以及其他生活智慧的预见而生活得十分美好;罗马人也接管了许多因其领土崎岖、无港口、寒冷或因其他原因难以居住而天性野蛮的民族,使彼此没有交往的人们互相联系,并教会了更野蛮的人们过上政治生活。 而其中处于平坦和温和气候的部分,在这些事情上拥有自然作为盟友;因为在富饶土地上的部分完全是和平的,而在贫瘠土地上的部分则是好战且勇敢的,这些族群彼此接受一些恩惠;因为一方向另一方提供武器援助,而另一方则提供作物、技艺和道德培育。如果他们不互相协助,彼此之间的危害也是显而易见的;而拥有武器者的暴力具有某种优势,除非它被人口数量所压倒。 的确,这片大陆在这一点上也有着天生的便利;因为整体上平原与山脉交错,以至于在任何地方,农业、政治和军事都并存邻接;而另一方,即属于和平的部分,占了多数,因此支配了整体,并且统治者们也予以协助——先是希腊人,后来是马其顿人和罗马人。 由于这个原因,它在战争方面也是最自给足的;因为它拥有充足的好战群众、耕作土地的人以及维系城市的人。 它在这一点上也十分杰出,因为它产出最优秀且生活必需的作物,以及所有有用的矿物;而香料和贵重宝石则从外部引入,缺少这些东西的人的生活并不比富裕者差。同样地,它提供了丰富的家畜,却很少有猛兽。总的来说,这片大陆在本性上就是这样的。

语法注5 条
  1. 2.5.25συλλήβδην δʼ εἰπεῖν

    绝对不定式(独立不定式)的用法,作为惯用的副词性短语,意为“简而言之”或“概括地说”。

  2. 2.5.25τὸ τοῦ Βορυσθένους

    中性单数冠词 τὸ 暗示了上下文中所省略的名词(如表示河口的 στόμα 或 προχοαί)。随后的 τὸ τοῦ Τανάιδος 亦采用相同的省略结构。

  3. 2.5.26ἀρχὴν λαβοῦσιν

    与格复数阳性分词。用作表示关系或施事者的与格(“对我们而言,在开始时……”),在语法意义上(ad sensum)与隐含的第一人称复数主语(作者和读者)一致。

  4. 2.5.26ἐπιμελητὰς δὲ λαβόντα ἀγαθοὺς

    中性复数分词(宾格或主格),修饰主句动词 ἡμεροῦται 的主语,即中性复数短语(τὰ φαύλως οἰκούμενα...)。虽然主句动词依中性复数主语而使用单数形式(ἡμεροῦται),但分词保持了复数形式。

  5. 2.5.26προσλαμβανόντων καὶ τῶν ἡγεμόνων

    属格独立结构。动词 προσλαμβάνω 在此处意为“进一步协助”或“做出贡献”,随后的 Ἑλλήνων、Μακεδόνων 和 Ῥωμαίων 构成了其属格主语(的同位语)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-23)
  • 2026-09-23 修正OCR错误 — 原文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.25-2.5.26