← 斯特拉波

地理学

§2.3.2-2.3.3

波利比乌斯的地带划分与赤道温和说探讨

本文论述了对波利比乌斯利用极圈和回归线划分地带的批评,探讨了赤道之下为温和区域的假说,以及其与波塞多尼乌斯关于该地势高度与地形的争论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.2

ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ τὸ ποιεῖν1 τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν· εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα. οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς διακεκαυμένης ὅροις χρηστέον· καὶ [γὰρ] τοῦτʼ εἴρηται. τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν φαίνεται κεκινημένος, πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῷ ἰσημερινῷ· δῆλον γὰρ ὅτι διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη, [καὶ] ποιεῖ τινα ἐπιτηδειότητα, ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι τριῶν ζωνῶν ὁμοιοειδῶν τῶν ἐν θατέρῳ. ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται τὴν εἰς ἓξ ζώνας διαίρεσιν, ἡ δʼ ἑτέρα οὐ πάνυ. εἰ γοῦν τῷ διὰ τῶν πόλων δίχα τέμνοις τὴν γῆν, οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων, τό τε ἑσπέριον καὶ τὸ ἀνατολικόν, τέμνοις εἰς ζώνας ἕξ, ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα ἂν εἴη· τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης, ἃ ποιεῖ ὁ ἰσημερινός, καὶ τὸ συγκεῖσθαι2 περιττὴν καὶ περίεργον ἀποφαίνει τὴν τομήν, ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμένων, ἀλλʼ οὐ συγκειμένων· οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης. εἰ δʼ, ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστὶν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δʼ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται καὶ Ποσειδώνιος, τὸ ἐκεῖ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ πλάγια, ὡς δʼ αὕτως καὶ τὰς ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.

一方面,波利比乌斯通过极圈来界定某些地带是不对的,即位于极圈之下的两个地带,以及极圈与回归线之间的两个地带;因为已经说过,不应通过变化的标志来规定不变的事物。也不应当将回归线用作焦热带的边界;这一点也已经说过了。然而,在将焦热带平分为二时,他似乎是受到了一个不错的想法的启发,依据这一想法,我们也自然地通过赤道将整个地球平分为北半球和南半球。因为显然,焦热带也是沿着这一分割线被划分的,这产生了一种适应性,使得每个半球都由三个完整的地带组成,这些地带与另一个半球中的地带同类。因此,这样的分割可以接受划分为六个地带,而另一种分割则完全不能。例如,如果通过穿过两极的圆将地球平分,那么将西半球和东半球这两个半球中的每一个都划分为六个地带是不合理的,而划分为五个地带就足够了。因为,赤道所划分的焦热带的两个部分具有相同的性质且彼此相连,这使得该地带的划分显得多余且无用;而温带和寒带虽然在两个半球中同类,却并不相连。因此,如果将整个地球设想为由这样的半球所组成,你也可以同样将其充分地划分为五个地带。但是,如果像埃拉托斯特尼所说,位于赤道之下的区域是温和的,正如波利比乌斯也同意的那样(后者还补充说,这是因为该区域地势最高;因此也多雨,因为在季风时期,北方的极多云雾会碰撞到那里的高地),那么将这一区域作为第三个狭窄的温带,要比引入回归线之下的地带好得多。而且,波塞多尼乌斯也提到的以下事实也支持这些观点:即在赤道那里,太阳向两侧的偏移更为迅速,同样它自东向西的运行也更为迅速;因为在等速运动中,沿着大圆的运动更为迅速。

§2.3.3

Ἐνίσταται δʼ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην· οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῇ ἐπιφανείᾳ τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαίνειν. ταῦτα δʼ εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπονοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῷ ἰσημερινῷ, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν οὖν ἡ ἀνομολογία φανερά· ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ,3 ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκεανόν. πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν; πλὴν εἰ νήσους τινὰς βούλονται λέγειν. ὅπως δὲ [δή] ποτε τοῦτʼ ἔχει, τῆς γεωγραφικῆς μερίδος ἔξω πίπτει· δοτέον δʼ ἴσως τῷ προθεμένῳ τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτʼ ἐξετάζειν.

然而,波塞多尼乌斯反对波利比乌斯,因为后者声称赤道之下的居住地最高;因为在球面之上,由于其平滑,并不存在所谓的高度,而且赤道之下的地区也绝非多山,而更像是与海平面等高的平原;而使尼罗河泛滥的雨水则源自埃塞俄比亚的山脉。然而,在此处说了这些话之后,他在其他地方又作了妥协,声称他推测赤道之下是有山脉的,来自两侧温带的云雾碰撞其上,从而产生了降雨。因此,这一矛盾是显而易见的;但即便承认赤道之下的区域是多山的,似乎又会浮现出另一个困难;因为同样是这些人,又声称大洋是连成一体的。那么,他们怎么能在它的中部安置山脉呢?除非他们指的是某些岛屿。但无论如何,这已经超出了地理学的范畴;或许应该让那些旨在撰写关于大洋论文的人去考察这些问题。

语法注3 条
  1. 2.3.2τοῦτο μὲν οὐκ εὖ τὸ ποιεῖν

    τοῦτο 是指向后面不定式短语 τὸ ποιεῖν ... 的先导性指示代词(prolepsis)。虽然没有与 μὲν 明确对应的 δέ,但随后的 τὴν διακεκαυμένην μέντοι...(“然而,在将焦热带二分时……”)在事实上构成了对比。

  2. 2.3.2τὸ γὰρ ὁμοιοπαθὲς ... καὶ τὸ συγκεῖσθαι

    两个带冠词的名词性短语(τὸ ὁμοιοπαθὲς ... 和 τὸ συγκεῖσθαι)作动词 ἀποφαίνει 的主语。后一个不定式 συγκεῖσθαι(“相连、连续”)的逻辑主语是前一短语中的“焦热带的两个部分”(τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης)。

  3. 2.3.3δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ

    属格绝对分词结构。分词 δοθέντος 的主语是带属格冠词的不定式短语(τοῦ ὀρεινὴν εἶναι τὴν [sc. γῆν] ὑπὸ τῷ ἰσημερινῷ,“赤道之下的土地是多山的”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-23)
  • 2026-09-23 修正OCR错误 — 原文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.2-2.3.3