← 斯特拉波

地理学

§16.4.16-16.4.17

南方奇异动物与穴居人的习俗

在描述了长颈鹿、奇异的猴类、肉食性野牛以及巨蛇等动物后,文章详细叙述了穴居人(托格罗迪特斯人)的游牧生活、社会习俗、饮食、武器以及葬礼仪式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.4.16

γίνονται δʼ ἐν τούτοις τοῖς τόποις καὶ αἱ καμηλοπαρδάλεις, οὐδὲν ὅμοιον ἔχουσαι παρδάλει· τὸ γὰρ ποικίλον τῆς χρόας νεβρίσι μᾶλλον ἔοικε ῥαβδωτοῖς σπίλοις κατεστιγμέναις· τελέως δὲ τὰ ὀπίσθια ταπεινότερα τῶν ἐμπροσθίων ἐστίν, ὥστε δοκεῖν συγκαθῆσθαι τῷ οὐραίῳ μέρει τὸ ὕψος βοὸς ἔχοντι,1 τὰ δὲ ἐμπρόσθια σκέλη τῶν καμηλείων οὐ λείπεται· τράχηλος δʼ εἰς ὕψος ἐξηρμένος ὀρθός, τὴν κορυφὴν δὲ πολὺ ὑπερπετεστέραν ἔχει τῆς καμήλου· διὰ δὲ τὴν ἀσυμμετρίαν ταύτην οὐδὲ τάχος οἶμαι τοσοῦτον εἶναι περὶ τὸ ζῷον, ὅσον εἴρηκεν Ἀρτεμίδωρος ἀνυπέρβλητον φήσας· ἀλλʼ οὐδὲ θηρίον ἐστίν, ἀλλὰ βόσκημα μᾶλλον· οὐδεμίαν γὰρ ἀγριότητα ἐμφαίνει· γίνονται δέ, φησί, καὶ σφίγγες καὶ κυνοκέφαλοι καὶ κῆβοι λέοντος μὲν πρόσωπον ἔχοντες τὸ δὲ λοιπὸν σῶμα πάνθηρος, μέγεθος δὲ δορκάδος· καὶ ταῦροι δʼ εἰσὶν ἄγριοι καὶ σαρκοφάγοι, μεγέθει πολὺ τοὺς παρʼ ἡμῖν ὑπερβεβλημένοι καὶ τάχει, πυρροὶ τὴν χρόαν· κροκούττας δʼ ἐστὶ μῖγμα λύκου καὶ κυνός, ὥς φησιν οὗτος. ἃ δʼ ὁ Σκήψιος λέγει Μητρόδωρος ἐν τῷ περὶ συνηθείας βιβλίῳ μύθοις ἔοικε καὶ οὐ φροντιστέον αὐτῶν. καὶ δρακόντων δʼ εἴρηκε μεγέθη τριάκοντα πηχῶν ὁ Ἀρτεμίδωρος ἐλέφαντας καὶ ταύρους χειρουμένων, μετριάσας ταύτῃ γε· οἱ γὰρ Ἰνδικοὶ μυθωδέστεροι καὶ οἱ Λιβυκοί, οἷς γε καὶ πόα ἐπιπεφυκέναι λέγεται.

在这些地方也生长着长颈鹿,但它们与豹子毫无相似之处;因为它们皮肤上斑驳的颜色更像被条纹状斑点点缀的幼鹿皮。它们的后半身完全低于前半身,以至于它看起来像是用仅相当于牛高的后部蹲坐着,而它们的前腿则不亚于骆驼的前腿。它们的颈部高高直立,头部比骆驼高得多。由于这种不对称性,我认为该动物的速度并没有阿尔特米德罗斯所声称的那么快(他曾说其速度是无与伦比的);而且它甚至不是猛兽,而更像是放牧的家畜,因为它没有表现出任何凶猛。他指出,这里还产有狮面狒狒(斯芬克斯)、狗头狒狒和长尾猴(科博斯),它们长着狮子的脸,身体的其余部分像豹子,体型如羚羊。这里还有野生且肉食的雄牛,在体型和速度上都远远超过我们这里的牛,皮肤呈红褐色。此外,据该作者说,斑鬣狗(克罗库塔斯)是狼和狗的杂交后代。而斯塞普西斯的麦特罗多鲁斯在其《论习惯》一书中所说的话,类似于神话,不值一顾。阿尔特米德罗斯还提到了长达三十肘、能制服大象和雄牛的巨蛇,至少在这一点上他还是克制的;因为印度和利比亚的巨蛇更为荒诞,据说它们身上甚至长出了草。

§16.4.17

νομαδικὸς μὲν οὖν ὁ βίος τῶν Τρωγλοδυτῶν, τυραννοῦνται δὲ καθʼ ἕκαστα, κοιναὶ δὲ καὶ γυναῖκες καὶ τέκνα πλὴν τοῖς τυράννοις, τῷ δὲ τὴν τυράννου φθείραντι2 πρόβατον ἡ ζημία ἐστί· στιβίζονται δʼ ἐπιμελῶς [ὡς] αἱ γυναῖκες, περίκεινται δὲ τοῖς τραχήλοις κογχία ἀντὶ βασκανίων. πολεμοῦσι δὲ περὶ τῆς νομῆς, κατʼ ἀρχὰς μὲν διωθούμενοι ταῖς χερσίν, εἶτα λίθοις, ὅταν δὲ τραῦμα γένηται, καὶ τοξεύμασι καὶ μαχαιρίσι· διαλύουσι δʼ αἱ γυναῖκες εἰς μέσους προϊοῦσαι καὶ δεήσεις προσενέγκασαι· τροφὴ δʼ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων,3 εἶτʼ ὀπτωμένων καὶ ἄλλως πολλαχῶς σκευαζομένων ὑπὸ τῶν μαγείρων, οὓς καλοῦσιν ἀκαθάρτους· ὥστε μὴ κρεοφαγεῖν μόνον ἀλλὰ καὶ ὀστοφαγεῖν καὶ δερματοφαγεῖν· χρῶνται δὲ καὶ τῷ αἵματι καὶ τῷ γάλακτι καταμίξαντες. ποτὸν δὲ τοῖς μὲν πολλοῖς ἀπόβρεγμα παλιούρου, τοῖς δὲ τυράννοις μελίκρατον, ἀπʼ ἄνθους τινὸς ἐκπιεζομένου τοῦ μέλιτος. ἔστι δʼ αὐτοῖς χειμὼν μὲν ἡνίκα οἱ ἐτησίαι πνέουσι (κατομβροῦνται γάρ), θέρος δʼ ὁ λοιπὸς χρόνος. γυμνῆται δὲ καὶ δερματοφόροι καὶ σκυταληφόροι διατελοῦσιν· εἰσὶ δʼ οὐ κολοβοὶ μόνον ἀλλὰ καὶ περιτετμημένοι τινὲς καθάπερ Αἰγύπτιοι. οἱ δὲ Μεγαβάροι Αἰθίοπες τοῖς ῥοπάλοις καὶ τύλους προστιθέασι σιδηροῦς, χρῶνται δὲ καὶ λόγχαις καὶ ἀσπίσιν ὠμοβυρσίνοις, οἱ δὲ λοιποὶ Αἰθίοπες τόξοις καὶ λόγχαις. θάπτουσι δέ τινες τῶν Τρωγλοδυτῶν ῥάβδοις παλιουρίναις δήσαντες τὸν αὐχένα τῶν νεκρῶν πρὸς τὰ σκέλη, ἔπειτα εὐθὺς καταλεύουσιν ἱλαροί, γελῶντες ἅμα, ἕως ἂν τοῦ τὴν ὄψιν σώματος ἀποκρύψωσιν· εἶτʼ ἐπιθέντες κέρας αἴγειον ἀπίασιν. ὁδοιποροῦσι δὲ νύκτωρ ἐκ τῶν ἀρρένων θρεμμάτων κώδωνας ἐξάψαντες, ὥστʼ ἐξίστασθαι τὰ θηρία τῷ ψόφῳ· καὶ λαμπάσι δὲ καὶ τόξοις ἐπὶ τὰ θηρία χρῶνται, καὶ διαγρυπνοῦσι τῶν ποιμνίων χάριν ᾠδῇ τινι χρώμενοι πρὸς τῷ πυρί.

因此,穴居人的生活是游牧式的,他们在各个部落中由酋长统治。除了酋长之外,妻子和孩子都是公有的;对于侵犯酋长妻子的人,惩罚是一只绵羊。妇女们用锑粉精心化妆,并在脖子上佩戴小贝壳作为护身符。他们为了牧场而战,起初用双手推搡,接着用石头,一旦有人受伤,就会动用弓箭和短刀。但妇女们会走到他们中间进行哀求,从而平息争斗。他们的食物包括肉和碎骨混合在一起,包在皮里,然后由他们称为“不洁者”的厨师进行烤制或以其他多种方式烹调;因此,他们不仅吃肉,还吃骨头和皮。他们也使用混合在一起的血和奶。而对于大众来说,饮料是鼠李(帕里乌鲁斯)的浸泡液,但对于酋长来说则是蜜水,这是从某种花中榨取出的蜜。对他们而言,冬天是东北季风(埃特西亚风)吹拂的时期(因为会下雨),而其余时间则是夏天。他们一直赤身裸体,或身披兽皮,手持棍棒;他们不仅有人身体残缺,而且有些人还像埃及人一样接受割礼。梅加巴里埃塞俄比亚人还在他们的棍棒上加上铁钉,并使用长矛和生牛皮盾,而其余的埃塞俄比亚人则使用弓和长矛。一些穴居人在埋葬死者时,用鼠李枝将尸体的颈部绑在腿上,然后立刻欢快地投掷石头,同时大笑,直到将尸体遮盖起来不让看见;然后他们放上一只山羊角便离去。他们在夜间行路时,会在公牲畜身上系上铃铛,以便让野兽被声音吓跑;他们还用火把和弓箭来对付野兽,并在火堆旁唱着某种歌,为了畜群而彻夜不眠。

语法注3 条
  1. 16.4.16ὥστε δοκεῖν συγκαθῆσθαι τῷ οὐραίῳ μέρει τὸ ὕψος βοὸς ἔχοντι

    由 ὥστε 引导的不定式结构。与格分词 ἔχοντι 修饰与格名词短语 τῷ οὐραίῳ μέρει(后部、臀部),表示“以至于它看起来像是用仅相当于牛高的后部蹲坐着”。

  2. 16.4.17τῷ δὲ τὴν τυράννου φθείραντι

    带冠词的分词 τῷ φθείραντι(侵犯者)为与格,与后面的 ἐστί 构成领有与格(或不利与格),意为“对于侵犯……的人,其惩罚是……”。阴性冠词 τὴν 省略了名词 γυναῖκα(妻子),属格 τυράννου(统治者的)修饰此省略词。

  3. 16.4.17τροφὴ δʼ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων

    省略了主动词 ἐστί 的名词句。介词 ἐκ 支配名词 σαρκῶν(肉)和 ὀστέων(骨),并由属格分词 κοπτομένων(碎裂的)和 ἐνειλουμένων(包裹的)作定语修饰,副词 ἀναμίξ(混合地)插入其中,描述了食物的烹饪过程。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.16-16.4.17