- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.2.13-15.2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
记述了尼阿库斯如何证明有关印度洋海兽和神秘消失岛屿的传闻为虚假,随后介绍了卡尔马尼亚地区的地理、丰富的自然与矿产资源,以及当地居民独特的风俗。
λέγουσι μὲν οὖν καὶ οἱ νῦν πλέοντες εἰς Ἰνδοὺς μεγέθη θηρίων καὶ ἐπιφανείας, ἀλλʼ οὔτε ἀθρόων οὔτʼ ἐπιφερομένων πολλάκις, ἀλλʼ ἀποσοβηθέντα τῇ κραυγῇ καὶ τῇ σάλπιγγι ἀπαλλάττεσθαι. φασὶ δʼ αὐτὰ μὲν μὴ πλησιάζειν τῇ γῇ, τὰ δʼ ὀστᾶ διαλυθέντων1 ψιλωθέντα ἐκκυμαίνεσθαι ῥᾳδίως καὶ χορηγεῖν τὴν λεχθεῖσαν ὕλην τοῖς Ἰχθυοφάγοις περὶ τὰς καλυβοποιίας. μέγεθος δὲ τῶν κητῶν φησιν ὁ Νέαρχος τριῶν καὶ εἴκοσιν ὀργυιῶν. πιστευθέν τι δὲ ἱκανῶς ὑπὸ τῶν ἐν τῷ στόλῳ φησὶν ὁ Νέαρχος ἐξελέγξαι ψεῦδος ὄν, ὡς εἴη τις ἐν τῷ πόρῳ νῆσος2 ἡ ἀφανίζοι τοὺς προσορμισθέντας· κέρκουρον γάρ τινα πλέοντα, ἐπειδὴ κατὰ τὴν νῆσον ταύτην ἐγεγόνει, μηκέτι ὁραθῆναι· πεμφθέντας δέ τινας ἐπὶ τὴν ζήτησιν ἐκβῆναι μὲν μὴ θαρρεῖν εἰς τὴν νῆσον, * ἐκπλέοντας δʼ ἀνακαλεῖν κραυγῇ τοὺς ἀνθρώπους, μηδενὸς δʼ ὑπακούοντος ἐπανελθεῖν. ἁπάντων δʼ αἰτιωμένων τὴν νῆσον αὐτὸς ἔφη πλεῦσαι καὶ προσορμισθεὶς ἐκβῆναι μετὰ μέρους τῶν συμπλευσάντων καὶ περιελθεῖν τὴν νῆσον· ὡς δʼ οὐδὲν εὕρισκεν ἴχνος τῶν ζητουμένων, ἀπογνόντα ἐπανελθεῖν καὶ διδάξαι τοὺς ἀνθρώπους ὡς ἡ μὲν νῆσος ψευδῆ τὴν αἰτίαν ἔχοι (καὶ γὰρ αὐτῷ καὶ τοῖς συνεκβᾶσιν ὁ αὐτὸς ὑπάρξαι [ἂν] φθόρος),3 ἄλλος δέ τις τῷ κερκούρῳ τρόπος τοῦ ἀφανισμοῦ συμβαίη, μυρίων ὄντων δυνατῶν.
因此,如今航行到印度的人们也谈到海兽的巨大和出现,但他们说它们既不成群,也不经常袭击,而是被大喊声和小号声吓退并离去。他们还说,这些野兽本身并不靠近陆地,但当它们分解时,脱去皮肉的骨头很容易被波浪冲上岸,为鱼食民建造小屋提供上述材料。尼阿库斯说,鲸鱼的大小为二十三奥尔居亚。尼阿库斯还说,他揭露了舰队中人们相当信奉的一件事是虚假的,即在航道上有一座岛屿,会让在那里停泊的人消失。因为一艘轻便船在航行中,当它到达这座岛屿附近时,就再也看不见了。被派去搜寻的人不敢登上岛屿,但他们在驾船出海时大声呼喊寻找那些人,在没有人回应后便返回了。尽管所有人都怪罪那座岛,但他自己说他航行过去,并在停泊后,与一部分同航者一同登陆,环绕了该岛。由于他没有发现被寻找者的任何踪迹,他放弃了希望并返回,告知人们该岛承担的是虚假的罪名(因为如果那样,他自己和与他一同登陆的人也会遭遇同样的毁灭),而那艘轻便船的消失必然是由于其他某种方式发生的,因为可能的原因有千千万万。
ἡ δὲ Καρμανία τελευταία μέν ἐστι τῆς ἀπὸ τοῦ Ἰνδοῦ παραλίας, ἀρκτικωτέρα δʼ ἐστὶ πολὺ τῆς τοῦ Ἰνδοῦ ἐκβολῆς· τὸ μέντοι πρῶτον αὐτῆς ἄκρον ἔκκειται πρὸς νότον εἰς τὴν μεγάλην θάλατταν, ποιήσασα δὲ τὸ στόμα τοῦ Περσικοῦ κόλπου πρὸς τὴν ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἄκραν ἐν ἀπόψει οὖσαν, κάμπτεται πρὸς τὸν Περσικὸν κόλπον ἕως ἂν συνάψῃ τῇ Περσίδι· πολλὴ δὲ κἀν τῇ μεσογαίᾳ ἐστὶν ἐκτεινομένη μεταξὺ τῆς Γεδρωσίας καὶ τῆς Περσίδος, παραλλάττουσα πλέον τῆς Γεδρωσίας πρὸς τὴν ἄρκτον. δηλοῖ δʼ ἡ εὐκαρπία· καὶ γὰρ πάμφορος καὶ μεγαλόδενδρος πλὴν ἐλαίας καὶ ποταμοῖς κατάρρυτος. ἡ δὲ Γεδρωσία διαφέρει μικρὸν τῆς τῶν Ἰχθυοφάγων, ὥστʼ ἀκαρπία κατέχει πολλάκις· διὸ φυλάττουσι τὸν ἐνιαύσιον καρπὸν εἰς ἔτη πλείω ταμιευόμενοι. Ὀνησίκριτος δὲ λέγει ποταμὸν ἐν τῇ Καρμανίᾳ καταφέροντα ψήγματα χρυσοῦ· καὶ ὀρυκτοῦ δὲ εἶναι μέταλλον καὶ ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· ὄρη τε εἶναι δύο τὸ μὲν ἀρσενικοῦ τὸ δὲ ἁλός. ἔχει δέ τινα καὶ ἔρημον συνάπτουσαν ἤδη τῇ Παρθυαίᾳ καὶ τῇ Παραιτακηνῇ. γεώργια δʼ ἔχει παραπλήσια τοῖς Περσικοῖς τά τε ἄλλα καὶ ἄμπελον· ταύτης δʼ ἡ Καρμανία λεγομένη παρʼ ἡμῖν καὶ δίπηχυν ἔχει πολλάκις τὸν βότρυν πυκνορρῶγά τε ὄντα καὶ μεγαλορρῶγα, ἣν εἰκὸς ἐκεῖ εὐερνεστέραν εἶναι.4 χρῶνται δʼ ὄνοις οἱ πολλοὶ καὶ πρὸς πόλεμον σπάνει τῶν ἵππων· ὄνον τε θύουσι τῷ Ἄρει, ὅνπερ σέβονται θεῶν μόνον, καὶ εἰσὶ πολεμισταί· γαμεῖ δʼ οὐδεὶς πρὶν ἂν πολεμίου κεφαλὴν ἀποτεμὼν ἀνενέγκῃ ἐπὶ τὸν βασιλέα· ὁ δὲ τὸ κρανίον μὲν ἐπὶ τῶν βασιλείων ἀνατίθησι, τὴν δὲ γλῶτταν λεπτοτομήσας [καὶ] καταμίξας ἀλεύρῳ γευσάμενος αὐτὸς δίδωσι τῷ ἀνενέγκαντι καὶ τοῖς οἰκείοις κατασιτήσασθαι· ἐνδοξότατος δʼ ἐστὶν ᾧ πλεῖσται κεφαλαὶ ἀνηνέχθησαν. Νέαρχος δὲ τὰ πλεῖστα ἔθη καὶ τὴν διάλεκτον τῶν Καρμανιτῶν Περσικά τε καὶ Μηδικὰ εἴρηκε. τὸ δὲ στόμα τοῦ Περσικοῦ κόλπου [οὐ] μεῖζον διάρματος ἡμερησίου.
卡尔马尼亚是从印度河开始的海岸线的最后一部分,位置比印度河口偏北得多。然而,它的第一个岬角向南突入大洋,在与视线可及的幸福阿拉伯的岬角相对形成波斯湾的入口后,便弯向波斯湾,直到与波斯相接。它也有很大一部分延伸在盖德罗西亚和波斯之间的内陆,比盖德罗西亚更往北延伸。土地的肥沃证明了这一点;因为除了橄榄之外,它出产各种作物,并长有大树,且有河流灌溉。而盖德罗西亚与鱼食民的国家差别不大,因此经常发生饥荒;所以他们会储存当年的作物,精打细算地留存数年。奥内西克里图斯说,卡尔马尼亚有一条河流夹带黄金沙;此外还有银、铜和红土的矿山;还有两座山,一座是石黄山,另一座是盐山。它也拥有一部分已经与帕尔提亚和帕赖塔克奈接壤的沙漠。它的农作物在其他方面与波斯相似,尤其是葡萄。这种葡萄(即在我们这里被称为卡尔马尼亚种的葡萄)的果串常常长达两肘,果粒既紧密又大,在当地想必长得更为茂盛。大多数人因缺乏马匹而甚至在战争中使用公驴;他们向阿瑞斯献祭公驴,他是他们唯一崇拜的神,而且他们是战士。任何人非得在砍下敌人的首级并带给国王之后,才能结婚。国王将颅骨挂在王宫上,将舌头细细切碎,与面粉混合,亲自尝过之后,赐给带回首级的人及其亲属食用。带来首级最多的人最受尊敬。尼阿库斯说,卡尔马尼亚人的大多数习俗和语言是波斯和米底式的。波斯湾入口的宽度大于一天的航行距离。
- 15.2.13διαλυθέντων
属格独立分词。省略了其逻辑主语代词(αὐτῶν),指代海兽(θηρία),意为“当它们分解时”。
- 15.2.13ὡς εἴη τις ἐν τῷ πόρῳ νῆσος
解释所信传言内容(πιστευθέν τι)的同格从句。为了在间接引语中表示过去传达的内容,使用了希求语气动词 εἴη。
- 15.2.13καὶ γὰρ αὐτῷ καὶ τοῖς συνεκβᾶσιν ὁ αὐτὸς ὑπάρξαι φθόρος
间接引语中表示违背事实虚拟条件句主句的不定式(本应伴随 ἄν,但被省略)。表示“(如果该岛确有此种力量)他自己和与他一同登陆的人本也会遭遇同样的毁灭(但实际上没有)”这一逻辑。
- 15.2.14ἣν εἰκὸς ἐκεῖ εὐερνεστέραν εἶναι
关系代词 ἣν 的先行词是前一句中的 ἄμπελον(葡萄树)。意思是“该葡萄树在当地(卡尔马尼亚)长得更加茂盛是理所当然的”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-23)
- 2026-09-23 修正OCR错误 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
