- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.48-15.1.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
本章介绍了印度第六阶层监督官和第七阶层顾问议员的职责,接着详细阐述了负责地方和城市管理的官职(阿哥拉诺莫伊和阿斯图诺莫伊)的组织结构与职能,以及负责军事事务的委员会的分工与运作方式。
ἕκτοι δʼ εἰσὶν οἱ ἔφοροι· τούτοις δʼ ἐποπτεύειν δέδοται τὰ πραττόμενα καὶ ἀναγγέλλειν λάθρᾳ τῷ βασιλεῖ συνεργοὺς ποιουμένοις1 τὰς ἑταίρας, τοῖς μὲν ἐν τῇ πόλει τὰς ἐν τῇ πόλει τοῖς δὲ ἐν στρατοπέδῳ τὰς αὐτόθι· καθίστανται δʼ οἱ ἄριστοι καὶ πιστότατοι.
第六个阶层是监督官(埃福罗伊)。他们的职责是监视正在发生的事情,并秘密向国王报告,他们利用妓女作为助手——在城市中的监督官利用城市里的妓女,在军营中的则利用当地的妓女。最优秀和最可靠的人会被任命担任此职。
ἕβδομοι δʼ οἱ σύμβουλοι καὶ σύνεδροι τοῦ βασιλέως, ἐξ ὧν τὰ ἀρχεῖα καὶ δικαστήρια καὶ ἡ διοίκησις τῶν ὅλων. οὐκ ἔστι δʼ οὔτε γαμεῖν ἐξ ἄλλου γένους οὔτʼ ἐπιτήδευμα οὔτʼ ἐργασίαν μεταλαμβάνειν ἄλλην ἐξ ἄλλης, οὐδὲ πλείους μεταχειρίζεσθαι τὸν αὐτὸν πλὴν εἰ τῶν φιλοσόφων τις εἴη· ἐᾶσθαι2 γὰρ τοῦτον διʼ ἀρετήν.
第七个阶层是国王的顾问和随从议员,官职、法庭以及全国的行政管理都从中产生。不允许从其他阶层娶妻,也不允许从一个行业或工作转入另一个行业,同一个人也不得兼任数职,除非他是哲学家之一;因为哲学家由于其德行而被允许兼任。
τῶν δʼ ἀρχόντων οἱ μέν εἰσιν ἀγορανόμοι οἱ δʼ ἀστυνόμοι οἱ δʼ ἐπὶ τῶν στρατιωτῶν· ὧν οἱ μὲν ποταμοὺς ἐξεργάζονται καὶ ἀναμετροῦσι τὴν γῆν ὡς ἐν Αἰγύπτῳ, καὶ τὰς κλειστὰς διώρυγας, ἀφʼ ὧν εἰς τὰς ὀχετείας ταμιεύεται τὸ ὕδωρ, ἐπισκοποῦσιν ὅπως ἐξ ἴσης πᾶσιν ἡ τῶν ὑδάτων παρείη χρῆσις. οἱ δʼ αὐτοὶ καὶ τῶν θηρευτῶν ἐπιμελοῦνται καὶ τιμῆς καὶ κολάσεώς εἰσι κύριοι τοῖς ἐπαξίοις· καὶ φορολογοῦσι δὲ καὶ τὰς τέχνας τὰς περὶ τὴν γῆν ἐπιβλέπουσιν ὑλοτόμων τεκτόνων χαλκέων μεταλλευτῶν· ὁδοποιοῦσι δὲ καὶ κατὰ δέκα στάδια στήλην τιθέασι τὰς ἐκτροπὰς καὶ τὰ διαστήματα δηλοῦσαν.
在官吏中,一些是农事市场官(阿哥拉诺莫伊),一些是城市管理官(阿斯图诺莫伊),另一些则掌管军事。在他们当中,第一类人整修河道,像在埃及那样测量土地,并检查那些将水分配到管道中的闭锁运河,以便所有人都能平等地使用水源。这些人还负责管理猎人,并有权对有功或有过者进行奖赏和惩罚;他们还征收税款,并监督与土地相关的行业,如伐木工、木匠、铁匠和矿工。他们还修建道路,并每隔十斯塔德设立一根石碑,标明岔路和距离。
οἱ δʼ ἀστυνόμοι εἰς ἓξ πεντάδας διῄρηνται· καὶ οἱ μὲν τὰ δημιουργικὰ σκοποῦσιν οἱ δὲ ξενοδοχοῦσιν· καὶ γὰρ καταγωγὰς νέμουσι καὶ τοῖς βίοις παρακολουθοῦσι παρέδρους δόντες, καὶ προπέμπουσιν ἢ αὐτοὺς ἢ τὰ χρήματα τῶν ἀποθανόντων, νοσούντων τε ἐπιμελοῦνται καὶ ἀποθανόντας θάπτουσι. τρίτοι δʼ εἰσὶν οἳ τὰς γενέσεις καὶ θανάτους ἐξετάζουσι πότε καὶ πῶς, τῶν τε φόρων χάριν καὶ ὅπως μὴ ἀφανεῖς εἶεν αἱ κρείττους καὶ χείρους γοναὶ καὶ θάνατοι. τέταρτοι [δʼ] οἱ περὶ τὰς καπηλείας καὶ μεταβολάς, οἷς μέτρων μέλει καὶ τῶν ὡραίων, ὅπως ἀπὸ συσσήμου πωλοῖτο. οὐκ ἔστι δὲ πλείω τὸν αὐτὸν μεταβάλλεσθαι πλὴν εἰ διττοὺς ὑποτελοίη φόρους. πέμπτοι δʼ οἱ προεστῶτες τῶν δημιουργουμένων καὶ πωλοῦντες ταῦτʼ ἀπὸ συσσήμου, χωρὶς μὲν τὰ καινὰ χωρὶς δὲ τὰ παλαιά· τῷ μιγνύντι δὲ ζημία. ἕκτοι δὲ καὶ ὕστατοι οἱ τὰς δεκάτας ἐκλέγοντες τῶν πωλουμένων· θάνατος δὲ τῷ κλέψαντι τὸ τέλος. ἰδίᾳ μὲν ἕκαστοι ταῦτα, κοινῇ δʼ ἐπιμελοῦνται τῶν τε ἰδίων καὶ τῶν πολιτικῶν καὶ τῆς τῶν δημοσίων ἐπισκευῆς, τειχῶν τε καὶ ἀγορᾶς καὶ λιμένων καὶ ἱερῶν.
城市管理官(阿斯图诺莫伊)分为六个五人组。第一组监督手工业事务;第二组接待外宾,因为他们分配住所,并指派随从以监视他们的生活,在他们离境时予以送行,或者在他们去世时运送其财产,照料病者,并埋葬死者。第三组调查出生和死亡的时间与方式,这既是为了税收,也是为了使无论高贵还是卑微者的出生和死亡都不至于不为人知。第四组负责零售和交易,他们监管度量衡和时令产品,使其能够根据信号进行销售。同一个人不得交易多种物品,除非他缴纳双重税款。第五组主管制造品,并根据信号进行销售,将新品和旧品分开;对混合两者的人处以罚款。第六组也是最后一组,征收售出商品的十分之一税;对偷税者处以死刑。各组分别履行这些职责,但共同管理私人和市政事务,以及公共设施的维修,如城墙、市场、港口和神殿。
μετὰ δὲ τοὺς ἀστυνόμους τρίτη ἐστὶ συναρχία ἡ περὶ τὰ στρατιωτικά, καὶ αὕτη ταῖς πεντάσιν ἑξαχῇ διωρισμένη· ὧν τὴν μὲν μετὰ τοῦ ναυάρχου τάττουσι τὴν δὲ μετὰ τοῦ ἐπὶ τῶν βοϊκῶν ζευγῶν, διʼ ὧν ὄργανα κομίζεται καὶ τροφὴ αὐτοῖς τε καὶ κτήνεσι καὶ τὰ ἄλλα τὰ χρήσιμα τῇ στρατιᾷ. οὗτοι δὲ καὶ τοὺς διακόνους παρέχουσι, τυμπανιστάς, κωδωνοφόρους, ἔτι δὲ καὶ ἱπποκόμους καὶ μηχανοποιοὺς καὶ τοὺς τούτων ὑπηρέτας· ἐκπέμπουσί τε πρὸς κώδωνα τοὺς χορτολόγους, τιμῇ καὶ κολάσει τὸ τάχος κατασκευαζόμενοι καὶ τὴν ἀσφάλειαν. τρίτοι δέ εἰσιν οἱ τῶν πεζῶν ἐπιμελούμενοι· τέταρτοι δʼ οἱ τῶν ἵππων· πέμπτοι δʼ ἁρμάτων· ἕκτοι δὲ ἐλεφάντων· βασιλικοί τε σταθμοὶ καὶ ἵπποις καὶ θηρίοις, βασιλικὸν δὲ καὶ ὁπλοφυλάκιον· παραδίδωσι γὰρ ὁ στρατιώτης τήν τε σκευὴν εἰς τὸ ὁπλοφυλάκιον καὶ τὸν ἵππον εἰς τὸν ἱππῶνα καὶ τὸ θηρίον ὁμοίως· χρῶνται δʼ ἀχαλινώτοις· τὰ δʼ ἅρματα ἐν ταῖς ὁδοῖς βόες ἕλκουσιν, οἱ δὲ ἵπποι ἀπὸ φορβειᾶς ἄγονται τοῦ μὴ παρεμπίπρασθαι3 τὰ σκέλη, μηδὲ τὸ πρόθυμον αὐτῶν τὸ ὑπὸ τοῖς ἅρμασιν ἀμβλύνεσθαι. δύο δʼ εἰσὶν ἐπὶ τῷ ἅρματι παραβάται πρὸς τῷ ἡνιόχῳ· ὁ δὲ τοῦ ἐλέφαντος ἡνίοχος τέταρτος, τρεῖς δʼ οἱ ἀπʼ αὐτοῦ τοξεύοντες.
在城市管理官之后,第三个委员会是军事委员会,该委员会同样分为六个五人组。在他们当中,第一组与海军将领共同调配,第二组与牛车管理人共同调配,通过牛车运送兵器、士兵及牲畜的粮食以及其他对军队有用的物资。这些人还提供仆役,即鼓手、执铃者,此外还有马夫、机械师及其助手;他们还在铃声中派出割草人,通过赏罚来确保效率和安全。第三组负责管理步兵;第四组负责骑兵;第五组负责战车;第六组负责大象。有专门供马和野兽(大象)使用的皇家马厩,也有皇家兵器库;因为士兵将装备交还给兵器库,将马交还给马厩,野兽也同样如此。他们使用不带缰绳的马。在道路上,牛牵引着战车,而马则用缰绳牵引,以免磨伤腿部,也不至于使其在拉战车时斗志受挫。战车上除御者外,还有两名战斗人员;而大象的御者是第四人,另外三人从大象背上射箭。
- 15.1.48ποιουμένοις
与格分词 ποιουμένοις 与前文的 τούτοις(指监督官)一致。短语 συνεργοὺς ... τὰς ἑταίρας 构成双宾格结构,其中 τὰς ἑταίρας 是直接宾语,συνεργοὺς 作状语或谓语性宾格(作为助手)。
- 15.1.49ἐᾶσθαι
间接引语中的被动语态不定式。其宾格主语为 τοῦτον,指代前句条件从句中的 τῶν φιλοσόφων τις(哲学者之一),意为“此人(指哲学家)被允许兼业”。
- 15.1.52τοῦ μὴ παρεμπίπρασθαι
带属格冠词的不定式 τοῦ 加上不定式(带有否定词 μή),表示目的(为了不……)或否定结果。在此处,它表示为了防止马腿磨伤、不使其斗志受挫的目的。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-09-23)
- 2026-09-23 修正OCR错误 — 原文 2 处
- 2026-09-21 AI校阅 — 注 1 处
